1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

77

μέσῳ σου, οὐκ ὄψῃ κακὰ ἔτι." Ἅπερ πάντα κυριώτερον ἐπὶ τοῦ ∆εσπότου Χριστοῦ ἁρμόζει. Παραγραφή Καὶ οὗτος τὴν ἐπιφάνειαν τοῦ Κυρίου καὶ τῶν εἰδώλων τὴν καθαίρεσιν καὶ τῶν ἐθνῶν τὴν πρὸς τὸν Θεὸν διὰ τοῦ Χριστοῦ ἐπιστροφὴν πρόδηλός ἐστι σημαίνων. 5.156 Οὗτος Ἀγγαῖος δέκατος ἠξιώθη καὶ αὐτὸς προειπεῖν περὶ τοῦ ∆εσπότου Χριστοῦ, ὡς εἰς πρόσωπον Ζοροβάβελ, τὰ ἁρμόζοντα τῷ ∆εσπότῃ Χριστῷ, λέγων· "Καὶ θήσομαί σε σφραγῖδα, διότι σὲ ᾑρετισάμην, λέγει Κύριος παντοκράτωρ", καθάπερ καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς λέγει· "Τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός." 5.157 Οὗτος ὁ ναός ἐστιν ὁ ὑπὸ Ζοροβάβελ κτισθεὶς μετὰ τὴν ἐπάνοδον, περὶ οὗ ὁ Ζαχαρίας λέγει· "Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν", περὶ οὗ καὶ οἱ Ἰουδαῖοι τῷ Κυρίῳ ἔλεγον· "Ἐν τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;" Παραγραφή Καὶ οὗτος εἰς πρόσωπον Ζοροβάβελ τὰ κατὰ τὸν ∆εσπότην Χριστὸν προμηνύει, δι' οὗ γίνεται πάντων τῶν ἐθνῶν ἡ σωτηρία. 5.158 Οὗτος Ζαχαρίας ἑνδέκατος καὶ αὐτὸς ἀξιωθεὶς προειπεῖν περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ, λέγων οὕτως· "Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε χαράν, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, δίκαιος καὶ σῴζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον." Ὑπερβολικῶς μὲν εἰς τὸν Ζοροβάβελ εἴρηκε ταύτην τὴν χρῆσιν, τὴν δὲ ἔκβασιν κυρίως ἔσχεν ἐπὶ τοῦ ∆εσπότου Χριστοῦ. Ἔτι λέγει· "Καὶ ἐρῶ πρὸς αὐτόν· Τί αἱ πληγαὶ αὗται αἱ ἀναμέσον τῶν χειρῶν σου; Καὶ ἐρεῖ· Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῶν ἀγαπητῶν μου", καὶ μετ' ὀλίγα πάλιν· "Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης." Ταύτης τῆς χρήσεως μέμνηται καὶ ὁ Κύριος ἐν τῷ καιρῷ τοῦ πάθους, ὅτε ἤμελλε παραδίδοσθαι, εἰς ἑαυτὸν αὐτὴν εἰρῆσθαι εἰρηκώς. Παραγραφή Οὐδὲν ξένον καὶ οὗτος τῶν αὐτῶν τοῖς ἄλλοις ἔχεται λέγων, τὴν ἔλευσιν προμηνύων τοῦ ∆εσπότου Χριστοῦ, ὅστις ἐν ἑαυτῷ ἔδειξε καὶ τῆς δευτέρας καταστάσεως τὴν ἀρχήν. ∆όξα τῷ τῶν ὅλων Θεῷ εἰς τοὺς αἰῶνας. Ἀμήν. 5.159 Οὗτος Μαλαχίας δωδέκατος καὶ αὐτὸς προφητεύειν ἀξιωθεὶς περὶ τῶν κατὰ τὴν οἰκονομίαν τοῦ ∆εσπότου Χριστοῦ· λέγει δὲ καὶ αὐτὸς οὕτως· "∆ιότι ἀπὸ ἀνατολῶν ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά, διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ." Καὶ πάλιν λέγει· "Ἰδοὺ ἐγὼ ἐξαποστελῶ τὸν ἄγγελόν μου καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου σου." Ταύτην δὲ τὴν χρῆσιν καὶ ὁ Κύριος εἰς ἑαυτὸν ἐξέλαβε καὶ εἰς τὸν Βαπτιστὴν Ἰωάννην. 5.160 Ἔτι λέγει ὁ αὐτὸς προφήτης· "Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ· καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα καὶ καταπατήσετε ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ, ἣν ἐγὼ ποιῶ, λέγει Κύριος παντοκράτωρ· καὶ ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν ἡμέραν Κυρίου, τὴν μεγάλην καὶ ἐπιφανῆ", καθὼς εἶπεν ὁ Κύριος τοῖς Ἰουδαίοις ὅτι· Ἐὰν θέλητε, δέξασθε περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ, "αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι." Λοιπὸν ἐπὶ τοὺς τέσσαρας τοὺς μεγάλους βαδιοῦμεν πληρώσαντες σὺν Θεῷ τοὺς δώδεκα. Παραγραφή 5.161 Ἀλλὰ καὶ οὗτος οὐ ξένα, ἀλλ' ὅμοια τοῖς ἄλλοις ἕνδεκα, τὰ διὰ τοῦ Χριστοῦ ἐσόμενα προεμήνυσε, καὶ τὴν μεγάλην πάλιν καὶ ἐπιφανῆ τοῦ Κυρίου ἡμέραν, ἐν ᾗ προπέμψει καὶ τὸν Θεσβίτην Ἠλίαν, φησίν, ἔτι περιόντα. ∆όξα τῷ τὰ πάντα κτίσαντι Θεῷ καὶ πάλιν ἀνακτίζοντι. Ἀμήν. Τὸ κείμενον 5.162 Πάντες μὲν οἱ προφῆται προεφήτευον καὶ ὑπεμίμνῃσκον τοὺς Ἰουδαίους περὶ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ, ὧν πρὸς τοὺς πατέρας ἐποιήσατο, ὅπως πάντα τὰ ἔθνη εὐλογεῖν ὑπέσχετο ἐν τῷ σπέρματι τοῦ Ἀβραὰμ διὰ τῆς κατὰ τὸν ∆εσπότην Χριστὸν οἰκονομίας, καὶ ὅπως ἐλυτρώσατο αὐτοὺς ὁ Θεὸς πρώην ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων μετὰ βραχίονος ὑψηλοῦ καὶ δέδωκεν αὐτοῖς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ