1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

128

ἕως τοῦ στερεώματος τὸ δίμοιρον, ὡς περιλείπεσθαί μοι τοῦ παντὸς ὕψους τοῦ οὐρανοῦ τὸ τρίτον. 9.16 Καὶ τί τὸ αἴτιον τῆς ἁρπαγῆς ταύτης σὺν Θεῷ λέξω. Ἐπειδὴ αἱ ἀόρατοι ∆υνάμεις κατὰ τὸ ὕψος τοῦτο, ἔνθα ὁ Παῦλος ἡρπάγη, διακονοῦσαι τῷ θείῳ προστάγματι διὰ τοὺς ἀνθρώπους κινοῦσι τὰ ἄστρα ἀκαταπαύστως καὶ ἀνενδότως νυκτὸς καὶ ἡμέρας, τούτου ἕνεκα καὶ τὸν Παῦλον ἁρπάσας ἀνήγαγεν ἕως ἐκεῖ, δεικνύων αὐτῷ τὴν ἀνένδοτον αὐτῶν λειτουργίαν, ἣν διὰ τοὺς ἀνθρώπους ποιοῦσιν, ὡς λογικῶς καὶ εὐτάκτως καὶ εὐρύθμως καὶ σοφῶς μετὰ πολλοῦ κόπου καὶ σπουδῆς καὶ μερίμνης δουλεύοντες ἐκτελοῦσι, τρόπον τινὰ τὸν Παῦλον παραμυθούμενος μὴ ἀπειπεῖν κάμνοντα ὑπὲρ τῆς Ἐκκλησίας, ἀλλ' ἐπιμένειν τῇ διακονίᾳ, καθάπερ καὶ τοὺς ἀγγέλους ἐθεάσατο ποιοῦντας. 9.17 Ὅθεν κατεθάρρησεν εἰπεῖν ὁ Παῦλος καὶ τὴν τούτων τάξιν, Ἀρχὰς λέγων καὶ Ἐξουσίας καὶ ∆υνάμεις καὶ Θρόνους καὶ Κυριότητας. Οἱ μὲν γὰρ αὐτῶν τὸ ἔργον ἐκτελοῦσιν, οἱ δὲ τοῖς ἐργαζομένοις ἐπιστατοῦσιν, ἕτεροι κατεξουσιάζουσι ταξιαρχοῦντες καί, ἁπλῶς εἰπεῖν, πάντες ὁμοίως συστενάζοντες καὶ συνωδινοῦντες μετὰ πολλῆς φροντίδος καὶ μερίμνης καὶ τάξεως λογικῆς τὸ ἔργον ἐκτελοῦσιν, ἐπιθυμοῦντες οἱ πάντες ὁμοῦ ἐλευθερίας τυχεῖν ἧς ποιοῦσι δουλείας διὰ τοὺς ἀνθρώπους. 9.18 Περὶ δὲ τῆς ἁρπαγῆς τῆς ἐν τῷ παραδείσῳ πάλιν τοῦ Θεοῦ ἡμῖν συνεργοῦντος λέξω. Ἐπειδήπερ μετὰ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ σώματος αἱ ψυχαὶ τῶν δικαίων τῶν ἀξιουμένων εἰσιέναι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐν τῷ παραδείσῳ ἐναποτίθενται, ὡς ἐκ τῶν κατὰ τὸν λῃστὴν τὸν τῷ Κυρίῳ συσταυρωθέντα διδασκόμεθα, ἄχρι τῆς ἀναστάσεως ὡς ἐν ἐξαιρετωτέρῳ καὶ τιμίῳ χωρίῳ, ὑπὸ τῶν ἀοράτων ∆υνάμεων διατηρούμεναι μετὰ ὕμνων καὶ πάσης τιμῆς, ἐκεῖ πάλιν ἁρπάσας τὸν Παῦλον δείκνυσιν αὐτῷ τέως μερικῶς παραμυθούμενος τὰ τῶν κόπων ἔπαθλα καὶ τῶν ἀγώνων τοὺς στεφάνους· ὅθεν διηγήσασθαι τελείως τὰ πράγματα οὐκ ἠδυνήθη, εἰπὼν μᾶλλον ἄρρητα αὐτὰ τυγχάνειν καὶ ἀνέφικτα, συγγράψαι δὲ καταθαρρήσας ὡς, τὸν δρόμον τῆς διακονίας πληρώσας καὶ τὴν πίστιν τηρήσας, ἀποκεῖσθαι αὐτῷ στέφανον δικαιοσύ νης παρὰ τοῦ Κυρίου· οὐ μόνον δὲ αὐτῷ, ἀλλὰ καὶ πᾶσι τοῖς ὁμοίοις αὐτῷ. Καὶ ταῦτα μὲν περὶ τῶν ὀπτασιῶν εἴπομεν. 9.19 Ἐπισημαντέον δὲ ἐνταῦθα ὅτι τὰ ἄστρα πάντα κάτωθέν εἰσι τοῦ στερεώματος, ὑπὸ τὸ δίμοιρον τοῦ οὐρανίου ὕψους, κινούμενα καὶ περιστρεφόμενα ὑπὸ τῆς λειτουργίας καὶ τάξεως τῶν ἀοράτων ∆υνάμεων· καὶ ἐκ τούτου διδασκόμεθα ἐπέκεινα τῶν ἄστρων ἄγγελον μὴ ὑπερβαίνειν. Εἰ γὰρ "πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν", ὁ ἀντιλέγων εἰπάτω καὶ τὴν λειτουργίαν τοῦ ὑπερβαίνοντος ἀγγέλου· εἰ δὲ μὴ εὐπορεῖ δεῖξαι, πειθέσθω μᾶλλον μὴ ἡμῖν, ἀλλὰ τῇ θείᾳ Γραφῇ. 9.20 Ἀδύνατον γὰρ θνητὸν ἔτι ὄντα ἢ φθαρτὸν ἢ τρεπτὸν ἐπέκεινα τῶν ἄστρων βαίνειν. Εἰ μὴ οὖν λάβομεν παρὰ Θεοῦ ἀφθαρσίαν καὶ ἀθανασίαν καὶ ἀτρεπτότητα ἐξ ἀναστάσεως νεκρῶν, ὁμοίως καὶ οἱ ἄγγελοι μεθ' ἡμῶν ἐλευθερούμενοι τῆς δουλείας καὶ ῥίπτοντες τὰ ἄστρα ἐπὶ τὴν γῆν κομίσονται καὶ αὐτοὶ τὴν ἀτρεπτότητα καὶ τὴν ἐλευθερίαν, οὐ βαίνομεν ἐπέκεινα καὶ τέμνομεν τὸ στερέωμα εἰσερχόμενοι εἰς τὴν τῶν οὐρανίων βασιλείαν· τοῦτο γὰρ δηλοῖ ὁ Ἀπόστολος λέγων· "Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται", ἵνα εἴπῃ διὰ τοῦ "σὰρξ" θνητότης, καὶ διὰ τοῦ "αἵματος" τροπήν· ἀδύνατον οὖν εἶπε θνητὸν ἢ τρεπτὸν ἔτι ὄντα κληρονομεῖν τὴν τῶν οὐρανῶν βασιλείαν· ἀμέλει ἐπιφέρει· "Οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ"· πάλιν καὶ τοῦτο προσέθηκε δηλῶν ὡς οὐδὲ φθαρτόν τι δύναται ἐκεῖ ἀνιέναι· βλάπτεται γὰρ ἤπερ ὠφελεῖται. 9.21 Ὥσπερ γὰρ ἡμεῖς μακρόθεν ὄντες καὶ προσέχοντες τυχὸν τῷ δίσκῳ τοῦ ἡλίου διαμεῖναι οὐκ ἰσχύομεν, βλαπτόμενοι μᾶλλον καὶ τυφλούμενοι ἤπερ ὠφελούμενοι, οὕτως ἐστὶ καὶ ὁ θνητὸς ἢ ὁ ἔτι τρεπτὸς ὢν ἢ φθαρτὸς ὑπερβῆναι τοὺς ὅρους ζητῶν καὶ προσεγγίσαι αὐτῇ τῇ ὁδῷ τῆς βασιλείας τῶν οὐρανῶν, ἔτι μακρόθεν αὐτῆς ὤν.