1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

65

ὀργὴν Θεοῦ πάντων ἀνθρώπων διαφθαρέντων ἐν τῷ κατακλυσμῷ, κατὰ δὲ τὸ ἀληθὲς διὰ τῆς ἀωρίας τῶν ἁμαρτιῶν, ὧν εἶχον ποιῆσαι, κουφισθέντες, τούτου δέ, ὡς κειμηλίου ἐξαιρέτου ὄντος, διαφυλαττομένου καὶ οὕτως προνοουμένου, ἀληθὲς τὸ πρὸς ἡμῶν λεγόμενον, ὅτι οὐ κατ' ὀργὴν ἐπενήνεκται τῷ ἀνθρώπῳ ὁ θάνατος, ἀλλὰ πρὸς ὠφέλειαν καὶ παιδείαν καὶ παῦλαν τῆς ἐνταῦθα μοχθηρᾶς ζωῆς. Καὶ γὰρ ὁ Νῶε τοσοῦτο διαφυλαχθεὶς καὶ προνοηθεὶς ὑπὸ τοῦ Θεοῦ τὴν ὁδὸν τοῦ θανάτου οὐκ ἐξέφυγε. Κἀκεῖνοι οἱ ἀπολόμενοι, ὃν εἶχον ὑπομεῖναι μετ' ὀλίγον θάνατον, ὡς θνητοί, ὡς κατ' ὀργὴν διὰ τῆς ἀωρίας ὑπέμενον, ὠφεληθέντες μᾶλλον καὶ ἐπικουφισθέντες τῶν πολλῶν ἁμαρτιῶν, ὧν ἤμελλον προστιθέναι ζῶντες. 5.90 Τὴν αὐτὴν δὲ τιμὴν καὶ εὐλογίαν καὶ ἐπαγγελίαν καὶ τούτῳ, ὡς τῷ πρώτῳ ἀνθρώπῳ, καὶ ἔτι πλέον ἀνανεοῖ ὁ Θεὸς λέγων· "Καὶ ηὐλόγησε Κύριος ὁ Θεὸς τὸν Νῶε καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς. Καὶ ὁ τρόμος ὑμῶν καὶ ὁ φόβος ἔσται ἐπὶ πᾶσι τοῖς κτήνεσι τῆς γῆς καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῶν δέδωκα· καὶ πᾶν ἑρπετόν, ὅ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν· ὡς λάχανα χόρτου δέδωκα ὑμῖν πάντα· πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε", καὶ μετ' ὀλίγα· "Ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον." 5.91 Ἰδοὺ δῆλόν ἐστιν ὅτι καὶ πρὸ τῆς παραβάσεως καὶ μετὰ τοσοῦτον χρόνον τῆς παραβάσεως τὴν αὐτὴν τιμὴν καὶ ἐξουσίαν καὶ κυρείαν δέδωκε τῷ ἀνθρώπῳ, νυνὶ δὲ καὶ πλέον, ὅτι πρὸ μὲν τῆς παραβάσεως ἐν τῷ παραδείσῳ ἀπὸ παντὸς ξύλου ἐκέλευσεν ἐσθίειν τὸν ἄνθρωπον, πλὴν ἑνός· μετὰ δὲ τὴν ἐκβολὴν τοῦ παραδείσου, οὐκέτι ἀπὸ ξύλου ἐκέλευσεν αὐτὸν ἐσθίειν, ἀλλὰ ἀπὸ τῶν σπερμάτων τῆς γῆς. Παιδεύσας οὖν τὰς δέκα γενεὰς ἐκείνας ὁ Θεὸς ἐν τῇ πέραν γῇ, τῇ ἀκανθώδει, διὰ ξηρᾶς πάνυ καὶ μοχθηρᾶς ζωῆς, τοὺς μετὰ ταῦτα διὰ τοῦ Νῶε ἐν τῇ γῇ ταύτῃ διεπέρασε καὶ ἔταξεν εἶναι, κρείττονι τυγχανούσῃ καὶ σχεδὸν ἴσῃ τοῦ παρα δείσου, κελεύσας πάντων ἀπογεύεσθαι καὶ ξύλων καρπίμων καὶ σπερμάτων ὁμοῦ, ἔτι τε πλέον καὶ κρεοφαγεῖν. 5.92 Τίς ὁρῶν τοσαύτην πρόνοιαν καὶ ἐπιμέλειαν τοῦ σοφοῦ καὶ εὐσπλάγχνου Θεοῦ δυσπετήσειε λέγων κατ' ὀργὴν Θεοῦ τὸν θάνατον τῷ ἀνθρώπῳ προσγενέσθαι, καὶ οὐχὶ μᾶλλον σοφῶς καὶ εὐχαρίστως νοήσειεν; Ὅτιπερ παιδεῦσαι βουλόμενος ὁ Θεὸς τὸ ἀνθρώπινον γένος σοφῶς τὸν θάνατον τῇ ἁμαρτίᾳ τοῦ πρωτοπλάστου ἐπέρριψεν, ἵνα μισητὴν αὐτῷ τὴν ἁμαρτίαν ἀπεργάσηται, διὰ δὲ τῆς φυλακῆς τοῦ ξύλου τῆς ζωῆς ἐκκάων αὐτὸν καὶ εἰς πόθον πάλιν παιδεύων τῆς ἀθανασίας· τῷ γὰρ εἰπεῖν τὸν Θεὸν "μήποτε ἐκτείνῃ τὴν χεῖρα καὶ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα" πόθον τινὰ καὶ ἔρωτα καὶ ἐλπίδα χρηστὴν τῷ ἀνθρώπῳ ἀθανασίας προκατεβάλετο, διὰ τοῦ ἀνθρώπου δὲ καὶ πάσαις ταῖς ἀοράτοις ∆υνάμεσιν. 5.93 Οὐδὲ γάρ τι τῶν ἐπαγγελιῶν τῶν πρὸ τῆς παραβάσεως ἐκώλυσεν ἢ ἐστέρησε τὸν ἄνθρωπον, ἀλλὰ παιδεύσας καὶ πλέον δέδωκε καὶ τῆς ἐπωνυμίας τῆς εἰκόνος τῆς ἑαυτοῦ τὴν ἀξίαν διὰ τοῦ Νῶε ἐπέτεινεν· "Ὅτι ἐν εἰκόνι Θεοῦ, φησίν, ἐποίησα τὸν ἄνθρωπον." Ἐπὶ τοῦτο οὖν ὁ Θεὸς ἐποίησε τὸν ἄνθρωπον, ὥστε ἐν τῇ παρούσῃ ζωῇ θνητὸν καὶ τρεπτὸν διάγειν, καὶ μετὰ τὴν ἐνταῦθα παιδείαν ἀθάνατον ἀπεργάσηται. Φανερώτερον δὲ πάλιν ἐστὶ περὶ τούτου ἰδεῖν ὅτι, ἐξ ἀρχῆς ἕως τέλους, κατ' ὀλίγον ἐπὶ τὰ κρείττω διὰ παιδεύσεως καὶ μαθήσεως ἤγαγε καὶ ἄγει τὸν ἄνθρωπον ὁ Θεός, καὶ τούτῳ πάλιν χάρισμα προφητείας ὁ Θεὸς ὡς τοῖς πρώτοις ἀνθρώποις μετέδωκεν. 5.94 Ἔχει δὲ καί τινα ὁμοίωσιν ὁ Νῶε πρὸς τὸν ∆εσπότην Χριστὸν κατὰ σάρκα. Ὥσπερ γὰρ ἐκ τοῦ φυράματος τῶν πρώτων ἀνθρώπων διεφυλάχθη καὶ μετηνέχθη εἰς κρείττονα γῆν πρὸς τὸ μὴ ὑπονοῆσαι τοὺς ἀνθρώπους, ὡς μεταμελείᾳ τινὶ καταγινώσκων τοῦ ἑαυτοῦ πλάσματος ὁ ∆εσπότης Θεὸς τοὺς ἀνθρώπους κατακλυσμῷ διέφθειρεν, οὕτως καὶ ἐπὶ τοῦ ∆εσπότου Χριστοῦ