1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

97

κατὰ Ἀλεξάνδρειαν, τέταρτον τὸ κατὰ Ῥόδον, πέμπτον τὸ κατὰ Ἑλλήσποντον, ἕκτον τὸ κατὰ μέσον τοῦ Πόντου, ἕβδομον τὸ κατὰ Βορυσθένους ποταμοῦ καὶ τῆς Μαιώτιδος λίμνης, λοιπὸν ὁ Ὠκεανός. Εἰ τοίνυν, καθὰ καὶ αὐταῖς ὄψεσιν ἐθεασάμεθα, ἐν τῷ τρίτῳ κλίματι τὴν σκιὰν ἐνταῦθα, ὡς αὐτοὶ ὑποτίθενται, πόδα ἕνα κλίνειν μόνον ἐπὶ βορρᾶν καὶ ἐν τῷ τετάρτῳ πόδα ἕνα ἥμισυ καὶ ἐν τῷ πέμπτῳ δύο, πῶς οὐ φανερόν ἐστιν ὅτι κατὰ κλίμα ποδὸς τὸ ἥμισυ προστίθεται ἢ ἀφαιρεῖται; Καὶ εἰ τοῦτο ἀληθές, ὥσπερ οὖν καὶ ἀληθές ἐστιν, εὑρεθήσεται ὁ ἥλιος δύο κλιμάτων μέγεθος ἔχων. Εἰ γὰρ ἐν τῷ τρίτῳ κλίματι πόδα ἕνα ἔχει, ἐν τῷ δευτέρῳ πάντως ἥμισυ ποδὸς ἔχει, ἐν δὲ τῷ πρώτῳ καὶ ἄσκιοι παντελῶς εὑρισκόμεθα. 6.6 Καθάπερ δὲ προλαβόντες ἐν τῷ δευτέρῳ λόγῳ εἴπαμεν ἡμεῖς, τὰ διαστήματα τῆς γῆς ἀπὸ τῆς Μερόης ἕως τοῦ Ὠκεανοῦ, κατὰ τὸν νότον, πολλὰ διαστήματα ἔχει· ἀπὸ γὰρ τῶν Καταρακτῶν ἕως τοῦ Ὠκεανοῦ μονὰς ἑβδομήκοντα, πλέον ἢ ἔλαττον, μεμνήμεθα εἰπόντες ἔχειν τὸ διάστημα τῆς γῆς. Ἃ δὲ αὐτοὶ ὑποτίθενται κλίματα ἀπὸ εἴκοσι μονῶν ἔγγιστα ὑποτίθενται. Εὑρίσκεται οὖν πάντως ἐν τῷ κατὰ τὴν Ἀξώμην τῶν Αἰθιόπων πόλιν κλίματι πλέον ποδὸς κλίνουσα ἐπὶ τὸν νότον ἡ σκιά, ὥστε παντὶ τρόπῳ ἀναμέσον ἐστὶ Συήνης καὶ Ἀξώμεως δύο κλιμάτων ἔχων μέγεθος τὴν θερινὴν τροπὴν διατρέχων ὁ ἥλιος. Πῶς οὖν οὐ ψευδῆ καὶ μυθώδη τὰ λεγόμενα παρ' αὐτῶν περὶ τοῦ ἡλίου, ὡς ὅτι μείζων ὑπάρχει τῆς γῆς; 6.7 Πῶς δὲ καὶ τὴν γῆν σφαιροειδῆ φασκόντων οὐ διαλλάττει ἡ σκιὰ ἐν τῷ κοιλώματι τῆς γῆς; Μέσην μὲν γὰρ ὑποτιθε μένων τὴν διακεκαυμένην ζώνην ἀνάγκη τὰ παρ' ἑκάτερα κοιλότερα εἶναι. Φασὶ δὲ μὴ δύνασθαι οἰκεῖν τινας κατὰ τὴν κεκαυμένην ζώνην, ἀλλὰ καὶ τὴν καθ' ἡμᾶς οἰκουμένην εἶναι ἐπὶ τὸ βόρειον μέρος τῆς γῆς ἀπέχον διαστήματα πολλὰ τῆς διακεκαυμένης ζώνης. Καὶ θαυμάζω πάλιν, εἰ ἐν τούτοις τοῖς κοιλώμασι τῆς γῆς, κατὰ τὴν αὐτῶν ὑποθήκην, δύνανται οὕτως ἀναλογεῖν αἱ σκιαί, ὡς ὑπὸ ἥμισυ ποδὸς καθ' ἕκαστον κλίμα εἶναι, ὡς σὺν Θεῷ παρ' ἡμῶν ἀποδέδεικται αὐταῖς ὄψεσι θεασαμένων καὶ δειξάντων οἷς διελεγόμεθα ἀνθρώποις, οὐκ ἀμυήτοις, ἀλλ' ἐμπείροις οὖσι καὶ ἐν τούτῳ στερεῶς διαμαχομένοις. 6.8 Ἔτι πάλιν ἔλεγον διϊσχυριζόμενοι ὅτι, ἡνίκα μέγα σῶμα ᾖ τὸ φωτίζον, τὸ δὲ φωτιζόμενον μικρόν, ἀμφότερα δὲ σφαιροειδῆ, κῶνον πάντως ἀποτελεῖσθαι τὴν σκιάν· αἱ ἀκτῖνες γὰρ τῆς μεγάλης σφαίρας διήκουσαι ἔνθεν κἀκεῖθεν τῆς μικρᾶς σφαίρας ὀξύτατον κῶνον πάντως ἀποτελοῦσι· καὶ ἐπεχείρουν γραμμικαῖς ἀποδείξεσι δῆθεν ἡμᾶς περιγράφειν· κατὰ τοῦτο δὲ συντομώτατα αὐταῖς ὄψεσιν ἐδείξαμεν ψευδὲς τὸ λεγόμενον· 6.9 Ἐνέγκαντες γὰρ βραχυτάτην σφαῖραν ξυλίνην ἐνεβάλομεν ἧλον καθηλωτόν, ἐξ οὗ καὶ κατείχομεν χερσί, καὶ ἐκτείνοντες ἐπὶ τὸν ἥλιον στρογγύλην σκιὰν ἑωρῶμεν καὶ οὐ κωνοειδῆ· ἐλέγομεν δὲ αὐτοῖς· Ἰδοὺ πῶς μικρά ἐστιν ἣν κατέχομεν σφαῖραν καὶ μέγας, μάλιστα καθ' ὑμᾶς, ὁ ἥλιος, καὶ οὐκ ἀποτελεῖ κωνοειδῆ σκιάν, ἀλλὰ στρογγύλην. Καὶ ἀπ' ἐγγύθεν γὰρ ἐδοκιμάσαμεν καὶ μακρόθεν, καὶ οὐχ εὗρον ἀποδεῖξαι ἃ λέγουσιν, ἀλλὰ μόνον πιθαναῖς ἀπάταις τοὺς πολλοὺς ἀπατῶσιν. 6.10 Ἐνέγκαντες πάλιν ἡμεῖς κωνοειδὲς σκεῦος τότε ἀπεδείξαμεν αὐτοῖς ὡς τὸ κωνοειδὲς καὶ κωνοειδῆ σκιὰν ἀποτελεῖ. Καὶ ὡς ἐπὶ τῆς ἀληθείας λέγω, πάτερ θεοφιλέστατε, διὰ τῆς δυνάμεως τοῦ Χριστοῦ, ἀχανεῖς καὶ σκυθρωποὶ τὰς ὄψεις ἀνεχώρησαν παρ' ἡμῶν αἰσχυνόμενοι ἐπὶ τοῖς ἑαυτῶν πλάσμασιν. 6.11 Ἰδοὺ δὲ καὶ ἡμεῖς κατὰ τὴν αὐτῶν τέχνην γραμμὰς βαλόντες καὶ ἐντυπώσαντες, ὡς ἔθος αὐτοῖς ποιεῖν, ἑκάστῳ κλίματι μίαν δυνάμεθα δεῖξαι, τῇ θείᾳ δυνάμει πρῶτον ὠχυρωμένοι, ὡς οὐκ ἔστι μείζων δύο κλιμάτων ὁ ἥλιος, ἵνα καὶ ἐν τούτῳ μάθωσι μὴ ὑψαυχενεῖν, ἀλλ' ὑποκύπτειν τῇ θείᾳ Γραφῇ. 6.12 α· ἄσκιον· ι ετ ι'· τὸ κατὰ μέση· ιι· τὸ κατὰ Συήνην· ιιι· τὸ κατὰ Ἀλεξάνδρειαν· ιῃ· τὸ κατὰ Ῥόδον· ῃ· τὸ κατὰ Ἑλλήςποντον· ῃι· τὸ κατὰ μέσον τοῦ Πόντου· ῃιι· τὸ κατὰ Βορυσθένους ποταμοῦ καὶ Μαιώτιδος λίμνης. ιι'· τὸ αἰθιοπικόν· ιιι'· τὸ κατὰ Ἀξώμην· ιῃ'· Ὠκεανὸς τὸ κατὰ Σάσου καὶ Βαρβαρίας. 1. Κατὰ