1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

58

σημαίνουσι τὰς δώδεκα φυλὰς ἐξ ἑνὸς προπάτορος τοῦ Ἀβραὰμ καταγομένας· τοῦτο γὰρ δηλοῖ τὸ εἶναι ἕνα λίθον σμαράγδου τὸν ἐπ' ἀμφοτέρων τῶν ὤμων αὐτοῦ εἰς δύο γεγονότα. Ἐπ' ὤμων δὲ τοῦ ἱερέως προσέταξεν, ἵνα ᾖ τὸ βάρος τῶν δώδεκα φυλῶν ἐπ' αὐτόν, βαστάζοντα καὶ προσερχόμενον περὶ αὐτῶν τῷ Θεῷ. Τὸ δὲ λογεῖον τὸ ἐπὶ τοῦ στήθους, τὸ διπλοῦν, ψυχὴν καὶ σῶμα σημαίνει, διὰ τοῦτο καὶ διπλοῦν καὶ ἐπὶ τῆς καρδίας τιθέμενον. 5.49 Οἱ δὲ δώδεκα διάφοροι λίθοι, ἐπειδήπερ διαφόρους γνώμας εἶχον, ἕκαστος τῶν ἀνθρώπων, καὶ διάφοροι φυλαὶ ἦσαν· ἐκεῖ μὲν ἐπὶ τῶν ὤμων, ὡς ἐξ ἑνὸς προπάτορος, σμάραγδον ἕνα λίθον ἐκέλευσεν· ἐνταῦθα δέ, ἐπειδὴ καὶ αἱ φυλαὶ καὶ αἱ γνῶμαι διάφοροι, διαφόρους λίθους καὶ ἐπὶ τοῦ στήθους κελεύει τεθῆναι. Ἐπὶ δὲ τοῦ μετώπου τὸ πέταλον ἁγιάσματος σφραγῖδος Κυρίου γράμματα λέγει ἐντετυπωμένα, ἐν οἷς ἐγέγραπτο Θεός, ὅ φασι δι' ἑβραϊκῶν τὸ τετράγραμμον. Λοιπὸν τὰ ἄλλα δι' εὐπρέπειαν, οἱ δὲ κώδωνες οἱ χρυσοῖ καὶ οἱ ῥοΐσκοι, ἵνα ἐκτελῶσιν ἦχον· ἐδιδάσκετο δὲ διὰ τοῦ συμβόλου μὴ κατατολμᾶν εἰσιέναι εἰς τὰ Ἅγια, πρὶν ἢ ἐξακουστὸν ποιήσῃ τὴν φωνήν. Ὥσπερ γάρ τις παρὰ ἀνθρώποις μεγάλοις εἰσιέναι μέλλων, ἐὰν μὴ εὕρῃ τὸν μηνύοντα, ἄρχεται κρούειν, μὴ τολμῶν ὡς ἔτυχεν εἰσελθεῖν, οὕτως κἀνταῦθα προστάττεται διὰ τῶν κωδωνίων βαδίζειν καὶ κτύπον ἀποτελεῖν. Καὶ ταῦτα μὲν περὶ τῆς σκηνῆς καὶ τοῦ ἱερέως κατεγράψαμεν. Τὸ κείμενον 5.50 Νεφέλη δὲ ἦν ἡμέρας ἐπ' αὐτὴν καὶ πῦρ τὴν νύκτα, ἐναντίον παντὸς Ἰσραήλ, ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν, καθὰ γέγραπται. Συνεχῶς δὲ βασταγαὶ ἐμπόρων, μάλιστα Ἰσμαηλιτῶν καὶ Μαδιανιτῶν, πρὸς αὐτοὺς συνήρχοντο, ὡς ἀφθόνως αὐτοῖς πάντα χορηγεῖσθαι, τοῦ Θεοῦ τὰ κατ' αὐτοὺς προνοουμένου, καθὰ γέγραπται ἐν τῷ ∆ευτερονομίῳ οὕτως· "∆ιάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην, τὴν φοβερὰν ἐκείνην· ἰδοὺ τεσσαράκοντα ἔτη Κύριος ὁ Θεὸς μετὰ σοῦ, οὐκ ἐπεδεήθης ῥήματος." Καὶ πάλιν τὰ αὐτὰ ἑτέρως λέγει· "Τὰ ἱμάτιά σου οὐ κατετρίβη ἀπὸ σοῦ, οἱ πόδες σου οὐκ ἐτυλώθησαν τεσσαράκοντα ἔτη. Καὶ γνώσῃ ἐν τῇ καρδίᾳ σου ὅτι ὡς εἴ τις ἄνθρωπος παιδεύσῃ τὸν υἱὸν αὐτοῦ, οὕτω Κύριος ὁ Θεὸς παιδεύσει σε", καὶ πάλιν ὁμοίως· "Ἤγαγεν ὑμᾶς τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ· οὐκ ἐπαλαιώθη τὰ ἱμάτια ὑμῶν καὶ τὰ ὑποδήματα ὑμῶν οὐ κατετρίβη ἀπὸ τῶν ποδῶν ὑμῶν." 5.51 Οὐ γάρ, ὥς τινες τερατολόγοι, μάλιστα οἱ τῆς κατατομῆς, ὑπενόησαν, μὴ παλαιωθῆναι ὅλως αὐτόχρημα τὰ ἱμάτια αὐτῶν καὶ τὰ ὑποδήματα τῷ οὕτως εἰπεῖν τὸν Μωϋσέα, ἀλλ' ὅτι οὐδὲν αὐτοῖς, φησίν, ἔλειψεν ἐν τῇ ἐρήμῳ, τῶν ἐμπόρων συνεχῶς τὰ ἐπιτήδεια προσκομιζόντων. Ἦ γὰρ ἂν κατ' αὐτοὺς τὰ γεννώμενα ἐν τῇ ἐρήμῳ παιδία πῶς ἐνῆν τοῖς πατρικοῖς ἱματίοις καὶ ὑποδήμασιν χρῆσθαι, τελείων ὄντων, αὐτῶν δὲ σμικροτάτων; Πῶς δὲ καὶ τοὺς ἄρτους τῆς προθέσεως καθ' ἡμέραν νεαροὺς κεκελευσμένοι ποιεῖν καὶ τιθέναι ἐπὶ τῆς τραπέζης ἐνῆν αὐτοὺς ποιεῖν, μὴ τῶν ἐμπόρων αὐτοῖς κομιζόντων τὸν σῖτον; 5.52 Ἢ πόθεν αὐτοῖς σεμίδαλις, ἵνα τὰ λάγανα ποιῶσιν, ἢ λαγχηρὰ δέρματα καὶ κυανὰ εἰς τὰς διφθέρας τῆς σκηνῆς, εἰ μὴ ἐκ τῶν ἐμπόρων ἠγόραζον; ∆ιὰ τοῦτο γὰρ ὅτι ἐχορήγουν οἱ ἔμποροι προνοίᾳ τοῦ Θεοῦ, καὶ ἐγόγγυζον κατὰ τοῦ Θεοῦ καὶ κατὰ τοῦ Μωϋσέως, εἶχον δὲ καὶ τὸν πλοῦτον τῶν Αἰγυπτίων, ὡς ἀχαρίστοις λοιπὸν καὶ ἀπίστοις παράδοξα ἐποίει, ποτὲ μὲν ὕδωρ ἄφθονον ἐκ πέτρας, ποτὲ δὲ μάννα ἐξ οὐρανοῦ, ποτὲ δὲ ὀρτυγομήτραν ἐκ θαλάττης ἐπὶ τριάκοντα ἡμέρας χορηγήσας· αὖθις σωφρονίζων ἐπαίδευε πληγαῖς, ποτὲ μὲν πυρὶ καταναλίσκων μέρος τῆς παρεμβολῆς, ποτὲ δὲ θανάτῳ θραύων εἴκοσι τέσσαρας χιλιάδας, ποτὲ δὲ διὰ ὄφεων, ποτὲ δὲ καὶ τοὺς περὶ ∆αθὰν καὶ Ἀβειρὼν καὶ Κορὲ θεηλάτῳ ὀργῇ ἡ γῆ ζῶντας πανοικὶ καὶ κτήνεσι κατέπιεν, διδάσκων μὴ ἀπιστεῖν μήτε ἀχαριστεῖν Θεῷ, ἀλλὰ σωφρόνως ζῆν. 5.53 Λαβόντες δὲ καὶ παρὰ Θεοῦ τὸν νόμον ἐγγράφως καὶ διδασκόμενοι γράμματα νεωστί, καὶ ὥσπερ παιδευτηρίῳ ἡσύχῳ τῇ ἐρήμῳ χρησάμενος ὁ Θεὸς τεσσαράκοντα ἔτη εἴασεν αὐτοὺς καταλαξεῦσαι τὰ γράμματα. Ὅθεν ἔστιν ἰδεῖν ἐν ἐκείνῃ τῇ ἐρήμῳ, λέγω δὴ τοῦ Σιναΐου ὄρους, ἐν