1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

81

καταγγέλλοντες καὶ ἀνάστασιν σωμάτων ἀθετοῦντες. Αἰσχυνέσθωσαν καὶ οἱ τούτων ἐπακόλουθοι, οἱ χριστιανίζειν μὲν δοκοῦντες, τῷ δὲ ἔργῳ τὰ τῶν Ἑλλήνων φρονοῦντες, οἱ λέγοντες σφαιροειδῆ εἶναι τὸν οὐρανόν. Οὐδὲν γὰρ ἕτερον καὶ αὐτοὶ λέγουσιν, ὧν οἱ Ἕλληνες καταγγέλλουσιν, ἀεὶ τὸν κόσμον οὕτως ἐν φθορᾷ τῶν σωμάτων εἶναι καὶ ἀνάστασιν σωμάτων μηδέποτε γίνεσθαι, μήτε ἑτέραν κατάστασιν. Αἰσχυνέσθωσαν μανιχαῖοι καὶ μαρκιωνισταὶ τὰς σάρκας ἀποβαλλόμενοι καὶ πονηρᾶς ἀρχῆς αὐτὰς ποιήματα καταγγέλλοντες. 5.179 Αἰσχυνέσθωσαν πάντες ὅσοι ἀθετοῦσι τὴν ἡμετέραν σάρκα καὶ ὅσοι ἀθετοῦσι τὰς ἡμετέρας ψυχὰς σὺν τῷ νοῒ αὐτῶν, τουτέστιν Εὐτυχής, Ἄρειος, Ἀπολλινάριος, καὶ πάντες οἱ κατ' αὐτούς. Αἰσχυνέσθωσαν πάντες οἱ αἱρετικοὶ οἱ μὴ ὁμολογοῦντες ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσι γνωριζόμενόν τε καὶ προσκυνούμενον, ποιητὴν οὐρανοῦ καὶ γῆς ὑπάρχοντα, καὶ τῆς ἡμετέρας σαρκὸς τὴν ἀνάστασιν. Αἰσχυνέσθωσαν Σαμαρεῖται μήτε τῆς ἡμετέρας σαρκὸς ἀνάστασιν ὁμολογοῦντες, μήτε ἄγγελον, μήτε πνεῦμα. Αἰσχυνέσθωσαν τῶν Ἰουδαίων οἱ ἄπιστοι οἱ τὸν προσδοκώμενον μὴ δεξάμενοι, μήτε χριστιανικὴν ἀνάστασιν ὁμολογοῦντες, ἀλλὰ τοιαύτην οἵαν νῦν πολιτευόμεθα "γαμοῦντες καὶ γαμιζόμενοι". 5.180 Εὖγε δὲ εὖγε, χαρά τε καὶ ἀγαλλίασις τοῖς ὄντως χριστιανοῖς, τοῖς πειθομένοις πάσῃ τῇ θείᾳ Γραφῇ, Παλαιᾷ τε καὶ Καινῇ ∆ιαθήκῃ, τοῖς ποδηγηθεῖσιν ἐκ τοῦ νόμου καὶ πιστεύσασι Χριστῷ καὶ πᾶσιν οἷς ἐκήρυξε καὶ ἔτι λέγοντι· "Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου προεκήρυξαν", καί· "Ἀπὸ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν", ἵνα εἴπῃ ὅτι· Ὅσοι ἑαυτοὺς βιάζονται καὶ πολιτεύονται δικαίως καὶ μὴ ταῖς ἰδίαις ἐννοίαις ἐξακολουθοῦσιν, ἀλλὰ τῷ Θεῷ πιστεύουσιν, ἐκεῖνοι ταύτης τυγχάνουσιν. 5.181 Ἀμέλει καὶ ἡ μήτηρ Ἰωάννου καὶ Ἰακώβου αἰτησαμένη τὸν Κύριον ἕνα ἐκ δεξιῶν αὐτοῦ εἶναι καὶ ἕνα ἐξ εὐωνύμων ἐν τῇ βασιλείᾳ, ἀπεκρίνατο αὐτῇ ὅτι· "Οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ' οἷς, φησίν, ἡτοίμασται παρὰ τοῦ Πατρός μου", ὡσανεί· Τὸ μὲν δῶρον τοῦ Θεοῦ πᾶσιν ἐφήπλωται, τὸ ἀναστῆναι ἐκ τῶν νεκρῶν καὶ γενέσθαι ἀφθάρτους καὶ ἀθανάτους καὶ ἀτρέπτους, τὸ δὲ προτιμᾶσθαι ἑτέρων, οὐ δῶρον τοῦτο, ἀλλ' ἑτοιμασία τοῦ Θεοῦ τοῖς καλῶς πιστεύουσι καὶ βιοῦσι. Πάλιν γὰρ λέγει ὁ Κύριος· "∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν", καὶ πότε ἡτοιμάσθη φησὶν "ἀπὸ καταβολῆς κόσμου" προσειπών. 5.182 Ὁ κοσμογράφος τοίνυν Μωϋσῆς καὶ οἱ λοιποὶ πάντες προφῆται καὶ ἀρχαῖοι ἄνθρωποι περὶ τῶν δύο τούτων καταστάσεων καὶ μόνον εἰπόντες καὶ ἑτέρας μὴ μνημονεύσαντες, ἀλλὰ ταύτας μόνας προκηρύξαντες καὶ συγγραψάμενοι, οὐ μόνον δέ, ἀλλὰ καὶ ὁ Κύριος παραγεγονὼς καὶ οἱ τούτου μαθηταί, εὐαγγελισταὶ καὶ ἀπόστολοι, οὐδὲν ἕτερον ἐκήρυξαν ἢ τὰς δύο ταύτας καὶ μόνας καταστάσεις. Τίς ἔτι λείπεται πίστεως, ὡς ὅτι ταῦτα οὐκ εἰσὶν ἀληθῆ; Τίς οὐκ ἐντραπήσεται τὸν ὄχλον τῶν προρρήσεων, τὰς ἐκβάσεις τῶν προφητειῶν, τὸν ὄχλον τῶν σημείων καὶ τῶν παραδόξων καὶ τῶν θαυμάτων, αὐτὴν τὴν πολιτείαν πάντων τῶν ἁγίων καὶ τοῦ ∆εσπότου Χριστοῦ καὶ τῶν αὐτοῦ ἀποστόλων, τὴν συμφωνίαν τῆς Παλαιᾶς καὶ Καινῆς ∆ιαθήκης; 5.183 Τίς ἐξ αὐτῶν διεφώνησε πρὸς τοὺς ἄλλους σφαιροειδῆ τὸν οὐρανὸν ἐξηγησάμενος, ἢ προΰπαρξιν τούτου τοῦ κόσμου ἐκήρυξεν, ἢ ἀΐδιον εἶναι τὸν κόσμον ἀπεφήνατο, ἢ ἠθέτησε τὴν τῶν σωμάτων ἡμῶν ἀνάστασιν, ἢ τὴν διὰ τοῦ Χριστοῦ γενομένην οἰκονομίαν τοῦ ἀνέρχεσθαι τοὺς δικαίους ἀνθρώπους εἰς τὸν οὐρανόν; Ἀλλὰ πάντες, ὡς ἐξ ἑνὸς θείου Πνεύματος ποδηγούμενοι, ταὐτὰ καὶ διὰ λόγων καὶ δι' ἔργων ἢ τύπων προεμήνυσαν καὶ πάντες εἰς τὴν μέλλουσαν κατάστασιν ἀφορῶσιν. 5.184 Καὶ αὐτὸς δὲ ὁ ∆εσπότης Χριστὸς ἐν Εὐαγγελίοις δηλοῖ, ἐν οἷς μέλλουσιν ἀναστρέφεσθαι οἱ τέλειοι δίκαιοι καὶ οἱ μέσοι καὶ οἱ ἀσεβεῖς· καὶ περὶ μὲν τῶν τελείων δικαίων, ὡς ὅταν προσκαλῆται αὐτοὺς πρὸς ἑαυτὸν λέγων· "∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός