1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

84

καὶ σαδδουκαίους διαλεγόμενος περὶ ἀναστάσεως ὁ Κύριός φησιν οὕτως· "Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίζονται, ἀλλ' ὡς ἄγγελοι Θεοῦ εἰσιν ἐν τῷ οὐρανῷ." Οὗτος ὁ σκοπὸς τῆς συγγραφῆς τοῦ εὐαγγελιστοῦ τοῦ μακαρίου Ματθαίου. Παραγραφή 5.195 Καὶ οὗτος οὐ τῆς Παλαιᾶς ἀλλὰ τῆς Νέας ∆ιαθήκης κῆρυξ, ὃς συνέγραψεν ἡμῖν πῶς τε καὶ πότε ἐτέχθη καὶ ἐκ τίνος ὁ τῆς δευτέρας καταστάσεως ἀρχηγός, τουτέστιν ὁ ∆εσπότης Χριστός, καὶ ὅπως ἐπολιτεύθη καὶ ἀπεκτάνθη καὶ ἀνέστη καὶ εἰς οὐρανοὺς ἀνελήλυθεν, ἔνθα ἐστὶ τῆς δευτέρας καταστάσεως ἡ πολιτεία. ∆όξα τῷ ἐξ ἀρχῆς ἑτοιμάσαντι καὶ προκαταγγείλαντι περὶ τούτων Θεῷ καὶ νῦν πληρώσαντι καὶ πληροῦντι. Ἀμήν. 5.196 Οὗτος ὁ δεύτερος ὁ ἐν Ῥώμῃ, Πέτρου ἐντειλαμένου αὐτῷ, Μάρκος συγγραψάμενος Εὐαγγέλιον, ὃς ἀρχὴν τοῦ Εὐαγγελίου, ἤτοι τῆς εὐαγγελικῆς πολιτείας, τὸ βάπτισμα ὁρισάμενος, ὃ τύπος ἦν τῆς ἐκ νεκρῶν ἀναστάσεως, δι' ἧς εἰς ἀθάνατον καὶ ἄτρεπτον ζωὴν ἀναγεννώμεθα, εἶτα καὶ αὐτὸς τοὺς πειρασμοὺς εἰρηκὼς καὶ τὴν νίκην, ὁμοίως καὶ τὴν ἐπιβουλὴν καὶ τὸν θάνατον καὶ τὴν ἀνάστασιν, ἐτέλεσε τὴν ἑαυτοῦ συγγραφήν. Μέμνηται δὲ καὶ αὐτὸς Ἰωάννου τοῦ Βαπτιστοῦ κηρύττοντος ἠγγικέναι τὴν βασιλείαν τῶν οὐρανῶν, ἅπερ πάντα καὶ αὐτὸς σύμφωνα τῷ μακαρίῳ Ματθαίῳ ἐφθέγξατο. Εἷς γὰρ σκοπός ἐστι πάσης τῆς θείας Γραφῆς. Παραγραφή 5.197 Καὶ οὗτος τῆς Νέας ∆ιαθήκης κῆρυξ ὑπάρχων τὰ αὐτὰ τῷ πρὸ αὐτοῦ ἡμῖν συνέγραψεν, ἐκ τῆς κατὰ τὸ βάπτισμα ἱστορίας ἀρξάμενος, ἥτις καὶ τύπος ἐστὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, λέγω δὴ τῆς καινῆς καὶ οὐρανίου πολιτείας, ὅπως τε ἐβαπτίσθη καὶ ἐπολιτεύθη καὶ ἀπεκτάνθη καὶ ἀνέστη καὶ εἰς οὐρανοὺς ἀνελήλυθεν, ἔνθα ἐστὶ τῆς δευτέρας καταστάσεως ὁ τόπος καὶ ἡ πολιτεία. ∆όξα τῷ ἐξ ἀρχῆς ἑτοιμάσαντι καὶ προμηνύσαντι περὶ τούτων Θεῷ καὶ νῦν πληρώσαντι καὶ πληροῦντι. Ἀμήν. 5.198 Οὗτος Λουκᾶς ὁ τρίτος τῶν εὐαγγελιστῶν, ὃς θεωρήσας πολλοὺς ἐπικεχειρηκότας ἀναγράψασθαι Εὐαγγέλια καὶ ἐκ καρδίας πολλὰ πλαττομένους, αὐτὸς τάχιστα πρὸς τὸν ἴδιον μαθητὴν Θεόφιλον συγγράφει λόγον ἀσφαλιζόμενος μὴ παρασυρῆναι τοῖς ἐκείνων πλάσμασι, μηδὲ παρατραπῆναι ὧν πρώην μεμάθηκεν· "Ἵνα γνῷς, φησίν, ἀκριβῶς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν." ∆ιηγεῖται τοίνυν αὐτῷ ὅσαπερ καὶ παραδεδώκει αὐτῷ, ἀρξάμενος ἀπὸ τῆς γενέσεως Ἰωάννου, τοῦτο διδάσκων ὅτι καὶ τοῦ Προδρόμου ἡ γένεσις παράδοξος ἦν, εἶτα τὴν αὐτοῦ τοῦ ∆εσπότου Χριστοῦ κατὰ σάρκα καὶ αὐτὴν παραδόξως διηγησάμενος γεγενῆσθαι, κατὰ τὸν τοῦ προλαβόντος Ματθαίου σκοπὸν εἰρηκὼς κατὰ ἀναποδισμὸν τοὺς αὐτοῦ προγόνους, ὡς ἐκ τοῦ ∆αυῒδ καὶ τοῦ Ἀβραάμ, ἔτι τε παρατείνας, ὡς καὶ ἐκ τοῦ Ἀδὰμ ὑπάρχει, μὴ εὑρηκὼς ὕστερόν τινα ἐπὶ τὸν Θεὸν λοιπὸν ἀνέδραμε, λέγων "τοῦ Θεοῦ", τουτέστι τοῦ ἀρξαμένου τῆς κτίσεως κατὰ τὸν ἱεροφάντην Μωϋσέα καὶ ποιήσαντος τὸν πρωτόπλαστον Ἀδάμ. 5.199 Εἶτα πάλιν καὶ αὐτὸς ὅμοια τοῖς ἄλλοις εἰρηκὼς περὶ τοῦ βαπτίσματος καὶ τῶν πειρασμῶν, ἔτι τε καὶ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως, μετὰ ταῦτα καὶ ἐν αὐτῷ τῷ Εὐαγγελίῳ καὶ ἐν ταῖς Πράξεσι τὴν ἄνοδον αὐτοῦ τὴν εἰς τὸν οὐρανὸν ἀπαγγέλλει, καὶ ὅτι οὕτως πάλιν ἐλεύσεται, καὶ τελειοῖ καὶ αὐτὸς τὴν ἑαυτοῦ γραφὴν εἰς ἕνα σκοπὸν ἀφορῶν, ὃν πάντες προσδοκῶσι, τοῦτο διδάσκων καὶ τὸν ἑαυτοῦ μαθητὴν τὸν θεοφιλῆ Θεόφιλον. Παραγραφή 5.200 Καὶ οὗτος κῆρυξ τῆς αὐτῆς Νέας ∆ιαθήκης ὢν τὰ αὐτὰ τοῖς ἄλλοις ἐξεῖπεν, ἀρξάμενος ἀπὸ τῆς γενέσεως τοῦ Προδρόμου, ἐλθὼν καὶ ἐπὶ τὴν αὐτοῦ γένεσιν, εἰπὼν δὲ καὶ τὴν κατὰ νόμον πολιτείαν, ὁμοίως καὶ τὴν εὐαγγελικήν, λέγω δὴ βάπτισμα, θάνατον καὶ ἀνάστασιν· ἐς ὕστερον καὶ αὐτὸς τὴν ἄνοδον τὴν εἰς τὸν οὐρανὸν κατήγγειλεν, ἔνθα ἐστὶ τὸ τῆς δευτέρας ἡμῶν καταστάσεως κατοικητήριον. ∆όξα τῷ ἐξ ἀρχῆς ἑτοιμάσαντι καὶ προμηνύσαντι περὶ τούτων Θεῷ καὶ νῦν πληρώσαντι καὶ πληροῦντι. Ἀμήν. 5.201 Οὗτος πάλιν συνέγραψε τοῦ πλήθους τῆς στρατιᾶς τῶν ἀγγέλων τὴν δοξολογίαν ἐπὶ τῇ γενέσει τοῦ ∆εσπότου Χριστοῦ κατὰ σάρκα χαιρόντων καὶ ἀγαλλιώντων καὶ λεγόντων· "∆όξα ἐν ὑψίστοις