1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

126

ἑκάστην ἡμέραν μοίρας δεκαδύο καὶ λεπτά τινα, τοῦ δὲ ἀνωτέρου πάντων κύκλου, τουτέστι τῶν δεκαδύο μηνῶν, ὑστερεῖ ὁ κύκλος τοῦ ἡλίου καθ' ἑκάστην ἡμέραν μοῖραν μίαν. 9.3 Ταῦτα δὲ κινοῦσιν αἱ ἀόρατοι ∆υνάμεις εὐτάκτως καὶ λογικῶς κατὰ βούλησιν Θεοῦ, νόμον τοῦτον εἰληφότες παρ' αὐτοῦ, καθὰ γέγραπται ἐν τῷ ∆αυΐδ· "Εὐλογεῖτε τὸν Κύριον, πάντες ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ ∆υνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ." Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 9.4 Καὶ ταύτας κατὰ τὸ μῆκος τῶν τριῶν κύκλων πορείας, τῶν δώδεκα οἴκων τῶν ἀστέρων καὶ τῶν δύο μεγάλων φωστήρων, ἔκ τε θείας βοηθείας κινούμενοι, ἔκ τε τῶν φαινομένων διὰ τῆς ὄψεως συλλογιζόμενοι, ὡς ἐνῆν ἡμᾶς χριστιανικῶς εἰπεῖν, ἐξηγησάμεθα· περὶ δὲ τῆς κατὰ πλάτος τῶν δύο μεγάλων φωστήρων πορείας, μεταβάσεών τε ἀνόδων τε καὶ καθόδων, συνόδων καὶ πανσελήνων, συνδέσμων τε καὶ ἐκδιαμέτρων δρόμων, παραλλάξεών τε καὶ φάσεων, καὶ ὁμαλῶν κινήσεων καὶ ἀνωμάλων, καὶ βορείου πέρατος καὶ νοτίου, καὶ λοιπῶν ὀνομάτων ὧν βούλονται οἱ ἐκτὸς ὀνομάζειν, ἐν οἷς τὰς ἐκλείψεις τῶν αὐτῶν φωστήρων ψηφίζουσι, τοῖς εἰδόσι καὶ φιλοσοφοῦσι περὶ τὰ τοιαῦτα τὴν ψῆφον παραχωροῦμεν, ψηφίζειν τε καὶ προλέγειν ἐκλείψεις, μηδὲν ἡμεῖς ἐκ τούτου βλαπτόμενοι, ἀλλὰ μᾶλλον καὶ συνιστάμενοι. 9.5 Εἰ γὰρ τὰ τοιαῦτα ὀνόματα, τὰς μεταβάσεις λέγω καὶ ἀνόδους καὶ καθόδους καὶ τὰ λοιπὰ πάντα, ἐν τῷ ἡμετέρῳ σῴζονται σχήματι, ἄκαιρος ἡ φιλονεικία. Οὐδὲν γὰρ ἕτερον δεικνύναι ἐσπουδάσαμεν διὰ ταύτης ἡμῶν τῆς πραγματείας ἢ ὅτι καὶ αὗται αἱ ἐκλείψεις ἀμφοτέρων τῶν φωστήρων συμβαίνουσί τε καὶ ἁρμόζουσιν ἐν τούτῳ τῷ ἡμετέρῳ σχήματι, αὐτοῦ τοῦ οὐρανοῦ μηδόλως κινουμένου ἀπὸ ἀνατολῶν ἐπὶ δυσμάς, ἢ ἀπὸ δυσμῶν ἐπὶ ἀνατολάς, μήτε σφαιροειδοῦς ὄντος, ἢ σφαιρῶν πολλῶν, ἀλλὰ τῶν ἄστρων καὶ τῶν φωστήρων ἐν τῷ ἀέρι διὰ τῶν λογικῶν ∆υνάμεων καὶ τὸν δρόμον καὶ τὴν τάξιν ἐκτελούντων, καὶ τοῦ σχήματος τῶν δύο οὐρανῶν καὶ τῆς γῆς σῳζομένων κατὰ τὴν θείαν Γραφήν, ἐν ᾧ τὰς δύο καταστάσεις, τήν τε νῦν καὶ τὴν μέλλουσαν, ἐξ ἀρχῆς ὁ Θεὸς εἰργάσατο. 9.6 Τοὺς κύκλους τούτους, οὓς κατεγράψαμεν, οὐκ οὐρανοὺς σφαιροειδεῖς, συνεχεῖς καὶ ναστοὺς τοῖς σώμασι καὶ διαφανεῖς, κατὰ τὴν τῶν ἔξωθεν ληρωδίαν κατεγράψαμεν, ἀλλὰ πορείας ἄστρων κυκλοφερεῖς ἀερίας διὰ τῶν ἀγγέλων ἐκτελουμένας θέλοντες σημᾶναι, τούτους κατεγράψαμεν, ἵν' εὐσύνοπτα τοῖς θεωμένοις γένωνται. Ἐν τῷ δευτέρῳ λόγῳ μεμνήμεθα εἰπόντες τοὺς ἀγγέλους κινεῖν τοὺς φωστῆρας καὶ τὰ ἄστρα καὶ τὰ ἄλλα πάντα, ὡς πρὸς διακονίαν τῶν ἀνθρώπων τεταγμένους, ἐνταῦθα δὲ καὶ τὸ σχῆμα κατεγράψαμεν, ὡς ἐνδέχεται αὐτὸ γραφῇ παραδοῦναι. 9.7 Ἔχομεν γὰρ μαρτυρίας ἐκ τῆς θείας Γραφῆς σημαινούσας ὅτι ταῦτα οὕτως ἔχει· ὅτι μὲν γὰρ κυκλοφορητικῶς κινοῦνται, ὁ μακάριος ∆αυῒδ σημαίνει λέγων· "Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου", θαυμασίως τὸν κύκλον τῶν δώδεκα μηνῶν "στέφανον" ἐξειπών, ὡς στεφανοῦντα τῷ κάλλει ἄνωθεν τὴν γῆν, ὅθεν ἐπήνεγκε· "Καὶ τὰ πεδία σου πλησθήσονται πιότητος." Τῷ γὰρ κύκλῳ καὶ τῇ διαδοχῇ τῶν τροπῶν οἱ καρποὶ τῆς γῆς αὔξουσί τε καὶ πεπαίνονται. 9.8 Οὐ μὴν ἀλλὰ καὶ ὁ Μωϋσῆς ἐν μὲν τῷ τύπῳ τῆς γῆς, τουτέστι τῇ τραπέζῃ, ἄνωθεν ἔθηκε κύκλῳ τοὺς δώδεκα τῆς προθέσεως ἄρτους κατὰ γωνίαν τρεῖς, σημαίνων μὲν διὰ τῶν γωνιῶν τὰς τέσσαρας τροπὰς ἀπὸ μηνῶν τριῶν, διὰ δὲ τοῦ κύκλου τοὺς δώδεκα μῆνας, διὰ δὲ τῶν ἄρτων τοὺς ἐνιαυσίους καρποὺς τῆς γῆς, αἰνιγματωδῶς κύκλον τοὺς μῆνας ἐργασάμενος ἄνωθεν στεφανοῦντα τὴν γῆν. 9.9 Ὁμοίως καὶ τὰς δεκαδύο φυλὰς κύκλῳ πάλιν τῆς σκηνῆς ἔταξεν, εἰς ἀνατολὰς τρεῖς καὶ εἰς νότον τρεῖς καὶ εἰς δυσμὰς τρεῖς καὶ εἰς βορρᾶν τρεῖς, ἐξ ἀνατολῶν μὲν ἀρξάμε νος, εἶτα ἀνιὼν ἐπὶ τὸν νότον καὶ πάλιν κατιὼν ἐπὶ τὴν δύσιν, εἶτα καὶ τὸ λοιπὸν τὸν βορρᾶν διατρέχων κατὰ τὴν κίνησιν τῶν ἄστρων καὶ τῆς θέσεως τῆς γῆς.