1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

3

δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ηψπο.9 Αἱ παραγραφαὶ τοίνυν αἱ ἐγκείμεναι ἐν τῇδε τῇ βίβλῳ πρὸς σαφεστέραν διήγησιν τοῦ κειμένου ἔγκεινται. Ὁ ἀναγινώσκων οὖν πρῶτον τὸ κείμενον ἀναγνῷ καὶ οὕτως τὴν παραγραφήν. 1.τ ΛΟΓΟΣ Αʹ Πρὸς τοὺς χριστιανίζειν μὲν ἐθέλοντας, κατὰ τοὺς ἔξωθεν δὲ σφαιροειδῆ τὸν οὐρανὸν νομίζοντας καὶ δοξάζοντας. 1.1 Ὅσοι πόθῳ τῆς ἀληθοῦς γνώσεως ἐφίενται καὶ ἐρα σταὶ φωτὸς ἀληθινοῦ ὑπάρχουσι καὶ τοῦ μέλλοντος αἰῶνος συνπολῖται τῶν ἁγίων σπεύδουσιν εἶναι, οἱ τὴν Παλαιὰν καὶ Καινὴν ∆ιαθήκην θείαν ὄντως Γραφὴν ἡγούμενοι, οἱ Μωϋσῇ καὶ τῷ Χριστῷ πειθόμενοι, οἱ ταῖς ἀρχαῖς ἑαυτῶν μέχρι τέλους ἀκολουθοῦντες, οἱ ἐκ τοῦ μηδαμῆ μηδαμῶς τὸν κόσμον ὑπὸ Θεοῦ παρῆχθαι ὁμολογοῦντες, καὶ πιστεύοντες ἀνάστασιν γίνεσθαι ἀνθρώπων καὶ κρίσιν καὶ κληρονομεῖν τοὺς δικαίους βασιλείαν οὐρανῶν, περισκοποῦσι πᾶσαν τὴν θείαν Γραφήν, εἰ γεγραμμένοι τυγχάνουσι παρὰ Μωϋσῇ τῷ συγγραψαμένῳ τὴν κτίσιν, ἢ παρ' ἑτέροις προφήταις, τόποι καὶ σχήματα τῆς κτίσεως ἁπάσης, ἐν οἷς ἐστι σημαινόμενος καὶ ὁ τόπος ἔνθα ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ἥνπερ ἐπαγγέλλεται ὁ ∆εσπότης Χριστὸς δωρεῖσθαι τὸν Θεὸν τοῖς δικαίοις ἀνθρώποις. Εὑρίσκοντες δὲ Παλαιάν τε καὶ Καινὴν ∆ιαθήκην σύμφωνον μὲν ἑαυτῇ μένουσιν ἐν αὐτῇ ἐπιστηριζόμενοι καὶ ἀσάλευτοι, ἐν μηδενὶ ὑπὸ τῶν ἐναντίων περιτρεπόμενοι. 1.2 Οἱ δὲ τῇ τοῦ κόσμου τούτου σοφίᾳ κοσμούμενοι, καὶ ἑαυτοῖς θαρροῦντες λόγοις στοχαστικοῖς καταλαμβάνειν τὸ σχῆμα καὶ τὴν θέσιν αὐτοῦ, πᾶσαν τὴν θείαν Γραφὴν ὥσπερ μύθους καταχλευάζουσι, Μωϋσέα τε καὶ τοὺς προφήτας, τὸν ∆εσπότην Χριστὸν καὶ τοὺς ἀποστόλους σπερμολόγους καὶ φαντασιοκόπους ἀποκαλοῦντες, καὶ τὰς ὀφρῦς ἐπηρκότες, ὥς τι μέγα κατασοφιζόμενοι τοὺς λοιποὺς ἀνθρώπους, σφαιρικὸν σχῆμα καὶ κυκλοφορικὴν κίνησιν τῷ οὐρανῷ δωροῦνται, καὶ γεωμετρικαῖς μεθόδοις καὶ ψήφοις ἄστρων καὶ κυβείᾳ λόγων καὶ πανουργίᾳ κοσμικῇ καταλαμβάνειν ἐπιχειροῦσι τὴν θέσιν καὶ τὸ σχῆμα τοῦ κόσμου ἐκ τῶν ἡλιακῶν καὶ σεληνιακῶν ἐκλείψεων, πλανῶντες καὶ πλανώμενοι, ἐν ἀλλοίῳ σχήματι τὰ τοιαῦτα μὴ δύνασθαι γίνεσθαι ἰσχυριζόμενοι. Καὶ περὶ μὲν τῶν τοιούτων οὐδεὶς ἡμῖν λόγος, ἀρκετῶς ἀλλήλους ἀνατρεπόντων. 1.3 Οἱ δὲ χριστιανίζειν μὲν ἐθέλοντες, τοῖς λόγοις δὲ καὶ τῇ σοφίᾳ καὶ τῇ ποικιλίᾳ τῆς πλάνης τοῦ κόσμου τούτου πάλιν θέλοντες κοσμεῖσθαι, καὶ ταῦτα κἀκεῖνα δέχεσθαι φιλονεικοῦντες, ἐοίκασι σκιᾶς μηδὲν διαλλάττειν, τῆς μεσιτεύοντος μὲν σώματος ἐν φωτὶ γενέσθαι πεφυκυίας, μὴ μεσιτεύοντος δὲ σώματος ἐν φωτὶ μὴ πεφυκυίας γενέσθαι, ἀλλὰ καὶ περιλαμπομένου τοῦ σώματος πάντοθεν ἐκ τοῦ φωτὸς ἐξαφανιζομένης. 1.4 Πρὸς τοὺς τοιούτους γάρ μοι ὁ λόγος, περὶ ὧν ποτε ὁμοίων γενομένων ἐν τῇ Σαμαρείᾳ παροίκων καταβοᾷ ἡ θεία Γραφὴ ὅτι· "Τὸν Θεὸν ἐφοβοῦντο καὶ τοῖς ὑψηλοῖς ἐθυμίων καὶ ἐλάτρευον." Οὕστινας διμόρφους τις καλέσας οὐκ ἂν ἁμάρτοι· καὶ μεθ' ἡμῶν γὰρ θέλουσιν εἶναι καὶ μετ' ἐκείνων, τὴν ἀποταγὴν τοῦ Σατανᾶ, ἣν ἀπετάξαντο ἐν τῷ βαπτίσματι, νῦν ἀθετοῦντες καὶ ἐπ' αὐτὸν παλινδρομοῦντες. Οὐ δύνανται γὰρ καθόλου μεθ' ἡμῶν εἶναι οἱ τοιοῦτοι, ἀλλὰ μέσοι τινὲς ὑπάρχουσιν, οἶκοι κενοὶ μεταρσίως πως ἱστάμενοι, θεμέλια κατὰ γῆς μὴ ἔχοντες, μήτε μὴν ἐξ ὕψους τὸ κατέχον. Σχεδὸν γὰρ μήπω ἀρξάμενοι τὰς ἑαυτῶν ἀρχὰς καταλύουσι καὶ μήπω καταλύοντες τὰ ἑαυτῶν τέλη ἀτελῆ δεικνύουσι, μήτε εἰς τοῦτο βεβαίως ἔχοντες, μήτε εἰς ἐκεῖνο, ἀλλὰ μᾶλλον τοὺς πάντας διαπαίζουσι καὶ ὑπὸ πάντων διαπαίζονται. Πρῶτον μὲν οὖν βασανίσαντες μετ' αὐτῶν περὶ τοῦ σφαιρικοῦ σχήματος, ὡς οὐ δυνατὸν τοῦτο εἶναι, οὔτε μὴν τῇ φύσει τῶν πραγμάτων συμβαῖνον, ἐς ὕστερον ἀποδείξομεν τὰ ἡμέτερα δυνατὰ καὶ τῇ φύσει τῶν πραγμάτων συμβαίνοντα. 1.5 Τινὲς μὲν οὖν ἐξ αὐτῶν λέγουσι τὸν οὐρανὸν σῶμα ἐκ τεσσάρων στοιχείων ὄντα, ἔνιοι δὲ τὰς ὀφρῦς ἀνατείνοντες ἐξ ἑτέρου πέμπτου νέου στοιχείου τὸν οὐρανὸν ὕστερον ἀνέκτισαν, τὸ πρὶν ἐκ τῶν τεσσάρων ἔχοντα τὴν οὐσιώδη