1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

113

πάλιν· "Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς", ὁμοίως πάλιν· "Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν εἰς ὑπερβολὴν καθ' ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα, πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα, αἰώνια", τοῦτο λέγων ὅτι· Ἐὰν ἀντιταλαντεύσῃς ζυγῷ τὰς θλίψεις τοῦ κόσμου τούτου καὶ τὰ ἀγαθὰ τοῦ μέλλοντος αἰῶνος, εὑρεθήσονται καθ' ὑπερβολὴν βαροῦντα τῇ δόξῃ τὴν ἐλαφρότητα καὶ κουφότητα τῶν εἰς ὑπερβολὴν προσκαίρων καὶ παρ' αὐτὰ ἐξαφανιζομένων θλίψεων τοῦ κόσμου τούτου· ταῦτα γάρ, φησί, τὰ βλεπόμενα, τουτέστι τὰ τοῦ κόσμου τούτου, πρόσκαιρά εἰσι, τὰ δὲ μὴ βλεπόμενα, τουτέστι τὰ τοῦ ἀνωτέρου καὶ οὐρανίου χώρου ἤτοι κόσμου, αἰώνια τυγχάνουσιν. 7.61 Ἤδη δεῖ καὶ ἐκ τῶν Καθολικῶν παραγαγεῖν μαρτυρίαν περὶ τούτου· κἀκεῖ λέλεκται· "Εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι", ἵνα εἴπῃ· Οὔπω καὶ αὐτοὶ τετυχήκασι τῶν ἀποκειμένων ἡμῖν ἐν τῷ οὐρανῷ ἀγαθῶν, ἀλλ' οὔτε ἰδεῖν αὐτὰ καὶ αὐτοὶ νῦν ἀξιοῦνται· ὅμοιον γάρ ἐστι καὶ τοῦτο τῷ τοῦ Ἀποστόλου ῥητῷ τῷ λέγοντι· "Ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν", ὡσανεί· Βαρύνονται καὶ οἱ ἄγγελοι τῇ τροπῇ στενάζοντες μετὰ πάσης τῆς κτίσεως, ἐλευθερίαν ἱμειρόμενοι. Πῶς οἷόν τε ἐλπίζειν τοὺς οὐρανοὺς καταλύεσθαι καὶ ἑτέρους καινοὺς εἰσάγεσθαι; Ψευδῆ γὰρ δείκνυνται πάντα τὰ προλεχθέντα, ὅτι καὶ ἡτοιμασμένοι εἰσὶ καὶ ἀκατάλυτοι, καὶ ὅπου εἰσῆλθε Χριστός, εἰσερχόμεθα. 7.62 Ἀλλὰ φενακισμός τις καὶ ἀπάτη εἰσὶ πάντα τὰ γραφόμενα ἐν τῇ θείᾳ Γραφῇ κατὰ τὸν μῦθον τῶν ἐπιπλάστων χριστιανῶν· ἄλλως τε δὲ καὶ καταλυομένων, ὥς φασι, τῶν οὐρανῶν καὶ ἑτέρων ἀντεισαγομένων, ἀνάγκη καταλύεσθαι καὶ τὸν ἐν αὐτοῖς ὄντα Χριστὸν καὶ ἕτερον καινὸν Χριστὸν εἰσάγεσθαι σὺν τοῖς ἑτέροις καινοῖς οὐρανοῖς, εἰ ἄρα σὺν Χριστῷ δεῖ ἡμᾶς εἶναι. Ἀλλ' ἄπαγε τῆς ἀτοπίας· εἰς κεφαλὴν αὐτῶν τράποιτο ἡ δυσφημία. "Ἡμῶν γάρ, φησὶν ὁ Ἀπόστολος, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν", ἵνα εἴπῃ· Ἐκείνους λέγω τοὺς οὐρανούς, ἐξ ὧν καὶ προσδοκῶμεν τὸν Κύριον ἐλεύσεσθαι μετασχηματίζοντα ἡμᾶς ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν καὶ ἀναφέροντα ἡμᾶς ἔνθα καὶ πρὸ ἡμῶν αὐτὸς εἰσελήλυθε· τοῦτο γὰρ καὶ ἐν ἑτέρῳ λέγει πρόδρομον ὑπὲρ ἡμῶν αὐτὸν εἰσελθόντα. 7.63 Ἐπειδὴ οὖν τινες παραφθείροντες τὴν ἔννοιαν τῶν θείων Γραφῶν παρερμηνεύουσι τὸ εἰρημένον παρὰ τοῦ Κυρίου, λέγω δή· "Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν", ἀγνοοῦντες ὅτι καθ' ὑπερβολὴν εἴρηται, ἡμεῖς αὐτοῖς τὴν ἔννοιαν ἑρμηνεύσομεν· λέγει γάρ· Ἐνδεχόμενόν ἐστι τούτους μὲν καταλύεσθαι, τοὺς δὲ λόγους μου οὐδέποτε· καὶ πάλιν τὸ εἰρημένον τῷ ∆αυΐδ· "Σὺ κατ' ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς", μὴ νοοῦντες ὅτι καὶ ἐνταῦθα κατὰ ἀντιδιαστολὴν τοῦ ἀγενήτου Θεοῦ τὰ γενητὰ ἀπολλύμενα ἐκάλεσεν, ὡς μὴ πρότερον ὄντα, ὕστερον δὲ γενόμενα· καὶ εἰ βούλοιτο, τὸ ἀγένητον, ὥσπερ μὴ ὄντα αὐτὰ παρήγαγε, πάλιν καὶ ὄντα δύναται ἀπολέσαι· τὸ γὰρ ἀγένητον ὑπ' οὐδενὸς γενόμενον καὶ ὑπ' οὐδενὸς ἀπόλλυται· τὸ δὲ γενητὸν καὶ ἀπολέσθαι δύναται, τοῦ ποιήσαντος μάλιστα βουλομένου. 7.64 Ὁμοίως καὶ τὸ ἐν ταῖς Καθολικαῖς εἰρημένον· "Ἐν ᾗ οὐρανοὶ πυρούμενοι λυθήσονται, στοιχεῖα δὲ καυσούμενα τήκεται, καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ", ἀμαθῶς καὶ τοῦτο ἐκλαμβάνοντες, μὴ συνιέντες τὸ λεγόμενον, ἀλλ' αὐτόχρημα τούτους μὲν καταλύεσθαι λέγουσιν, ἑτέρους δὲ καινοὺς εἰσάγεσθαι, ὅπερ ἐναντίον ἐστὶ πάσης τῆς θείας Γραφῆς. Εἰ γὰρ ἐν τοῖς οὐρανοῖς ἔνθα νῦν ὁ Χριστὸς ἀνελήλυθεν ἀναστὰς ἀπὸ τῶν νεκρῶν, ἄφθαρτος τῷ σώματι καὶ ἄτρεπτος κατὰ ψυχὴν γενόμενος, μέλλομεν καὶ ἡμεῖς εἰσιέναι ἀνιστάμενοι ἀπὸ τῶν νεκρῶν καὶ ταύτην ἀκατάλυτον ἐλπίδα καὶ ζωὴν καλεῖ ἡ θεία Γραφήπῶς οἷόν τέ ἐστι τούτους μὲν τοὺς οὐρανοὺς καταλύεσθαι