1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

15

τέσσαρες ἀπὸ μηνῶν τριῶν. Προστάττει δὲ καὶ πέριξ τῆς τραπέζης κυμάτιον στρεπτὸν κύκλῳ, ὡσανεὶ πλῆθος ὑδάτων, τουτέστι τὸν Ὠκεανόν, καὶ πάλιν κύκλῳ τοῦ κυματίου στεφάνην παλαιστοῦ κύκλῳ, τουτέστι τὴν πέραν καὶ κύκλῳ τοῦ Ὠκεανοῦ γῆν, ἔνθα κατὰ ἀνατολὰς κεῖται καὶ ὁ παράδεισος, ἔνθα καὶ τὰ ἄκρα τοῦ οὐρανοῦ τοῖς ἄκροις συνδέδενται τῆς γῆς. 2.37 Οὐ μόνον δὲ ἐκ ταύτης τῆς διαγραφῆς διδασκόμεθα περὶ τῶν φωστήρων καὶ τῶν ἄστρων ὅτι τὸν νότον διατρέχουσιν οἱ πλείους ἀνατέλλοντες, ἀλλ' ἐν ταὐτῷ καὶ περὶ τῆς γῆς διδάσκει ὅτι ἔξωθεν ἑαυτῆς τὸν Ὠκεανὸν ἔχει κυκλοῦντα, καὶ πάλιν ὅτι πέραν τοῦ Ὠκεανοῦ γῆ ὑπάρχει κυκλοῦσα τὸν Ὠκεανόν. Ἀλλὰ καὶ ἐκ τῆς προρρήσεως τοῦ πατρὸς Νῶε, Λάμεχ, διδασκόμεθα περὶ τούτου, ὡς ὅτι Νῶε διὰ τῆς κοσμοφόρου κιβωτοῦ μέλλει ἀγαγεῖν τοὺς ἀνθρώπους καὶ τὰ ἄλογα εἰς τὴν γῆν ταύτην, φάσκοντος ὧδέ που· "Οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός." ∆ιὰ τοῦτο καὶ Νῶε αὐτὸν ὠνόμασε, τουτέστι ἀνάπαυσις. 2.38 Ἡμαρτηκότος γὰρ τοῦ πρώτου ἀνθρώπου καὶ ἐκβληθέντος ὑπὸ τοῦ Θεοῦ ἐκ τοῦ παραδείσου εἰς γῆν ἀκανθώδη καὶ σαπράν, πάνυ ἤχθοντο παιδευόμεναι αἱ δέκα γενεαὶ ἐκεῖναι, μὴ κελευσθεῖσαι κατὰ τὸ Γράμμα τὸ ἱερὸν ἔτι ἀπὸ ξύλου καρπίμου φαγεῖν διὰ τὸ ἐν βρώσει ξύλου παραβῆναι τὸν ἄνθρωπον. Καὶ πάνυ ξηρὰ ὑπῆρχεν ἡ δίαιτα τῶν δέκα γενεῶν ἐκείνων ἀπὸ Ἀδὰμ μέχρι Νῶε, μήτε ἔλαιον ἐσθιόντων, μήτε οἴνου ἀπογευομένων, μήτε δὲ κρεῶν, μόνον δὲ ἀπὸ σπερμάτων κελευσθέντων ἐσθίειν, καὶ τοῦτο τῆς γῆς ἐκείνης μὴ πάνυ καρποφορούσης, ἀλλὰ μοχθούντων διαπαντός· οὕτω γὰρ λέγει ἡ Γραφή· "Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φάγῃ τὸν χόρτον τοῦ ἀγροῦ· ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου." Παραγραφή 2.39 Φανερόν ἐστι περὶ τοῦ οἴνου ὅτι μετὰ τὸν κατακλυσμόν, ὡς γέγραπται, ἐπιμελησάμενος τῆς ἀμπέλου καὶ θλίψας ἐκ τοῦ καρποῦ καὶ πιὼν περισσὸν ἐκ τοῦ γλεύκους, μήπω πεῖραν ἔχων τῶν τοιούτων, ἐμεθύσθη. Ἔτι φανερώτερον καὶ περὶ τῶν κρεῶν, ὅτι διδάσκει αὐτὸν ὁ Θεὸς λέγων· "Ἰδοὺ δέδωκα ὑμῖν πάντα ὡς λάχανα χόρτου ἔδεσθαι· πλὴν κρέας ἐν αἵματι μὴ φάγεσθε ἀπ' αὐτοῦ", ἵνα εἴπῃ· Πρώην μὲν ἐκώλυσα ἀπὸ τῶν πολλῶν ὑμᾶς φαγεῖν, νυνὶ δὲ κελεύω ἀπὸ πάντων ὑμᾶς ἐσθίειν καὶ κρεοφαγεῖν. Θῦσον οὖν καὶ ἔκχεε τὸ αἷμα, καὶ οὕτως ὡς λάχανα τὸ κρέας φάγεσθε. Περὶ δὲ τοῦ ἐλαίου, ὅτι καὶ αὐτὸ ἀπὸ ξύλου ἐστίν, ἐξ οὗ οὐκ ἔλαβον ἐξουσίαν πρὸ τοῦ κατακλυσμοῦ φαγεῖν. 2.40 Ἴσως δὲ πάλιν ἐρεῖ τις· Εἰ ἀληθές ἐστι τὸ μὴ κρεοφαγεῖν αὐτοὺς πρὸ τοῦ κατακλυσμοῦ, πῶς γέγραπται· "Καὶ ἦν ὁ Ἄβελ ποιμὴν προβάτων καὶ προσήνεγκεν ἀπὸ τῶν πρωτοτόκων καὶ ἀπὸ τῶν στεάτων αὐτῶν"; Μὴ κρεοφαγοῦντες, διατί ἐπεμελοῦντο ποίμνης; Πῶς δὲ καὶ εἰς θυσίαν προσφέρων οὐκ ἔθυεν; Ἀκούσεται φιλαλήθως ὁ τοιοῦτος ὅτι ἐν τῇ μὲν προσφορᾷ ζῶντα προσέφερεν ὁλοκαυτώματα. Τοῦτο γὰρ σημαίνει καὶ μία τῶν ἐκδόσεων λέγουσα· "Ἐπὶ δὲ Καῒν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐκ ἐνεπύρισεν", ὡς δῆλον ὅτι τὰ προσφερόμενα πυρὶ θείῳ καταναλίσκετο. Περιεποιοῦντο δὲ ποίμνιον εἰς γάλα καὶ ἔρια προνοούμενοι ἑαυτῶν. Πάλιν ἀντίθεσις· Πόθεν αὐτοῖς ἔννοια μὴ κρεοφαγούντων πιμελῆ ἐπιλέγεσθαι εἰς θυσίαν τῷ Θεῷ; Ἀπάντησις· Ὅτι πλέον τὰ πιμελῆ ἐξάπτει τὴν φλόγα ἐν τῷ κατακαίεσθαι πυρί. Τὸ κείμενον 2.41 Ταύτης τῆς διαίτης καὶ τῶν μόχθων τούτων φιλανθρώπως ὁ Θεὸς παῦσαι βουλόμενος τὸ ἀνθρώπειον γένος, λοιπὸν καὶ ἀσθενεστέρων τῶν ἀνθρώπων ὑπαρχόντωνοἱ πρῶτοι γὰρ ὡς νεόκτιστοι ἀντεῖχον τῇ παιδεύσει ἐκείνῃ, ἀφορμῆς δραξάμενος τῶν ἁμαρτιῶν αὐτῶν, τὸν Νῶε δὲ μόνον εὑρηκὼς δίκαιον, ἐπάγει κατακλυσμὸν διὰ δύο ἢ καὶ πλείους προφάσεις, ἵνα τοὺς μὲν ἁμαρτωλοὺς ἀποκτείνῃ καὶ τὸν δίκαιον διασώσῃ πρὸς παιδείαν καὶ τῶν μετὰ ταῦτα γενεῶν, ἀπαλλάξῃ δὲ κἀκείνους θνητοὺς ὄντας καὶ μέλλοντας ὁπωσδήποτε