1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

11

κρατήσας δέ τις λίθον τῇ χειρὶ ἄνωθεν ἀπολύσει, πόσῳ διαστήματι χρόνου τὸ βάθος καταλήψεται; Ἐρεῖ τις πάλιν καθ' ὑπόθεσιν ὡρῶν τεσσάρων. Ἔτι δὲ λεπτοτέρου σώματος ὑποθέμενος γέμειν τὸν χῶρον, οἷον ἀέρος, πόσῳ πάλιν διαστήματι χρόνου τὸ βάθος καταλήψεται; ∆ῆλον ὅτι βραχυτέρῳ, ὡσανεὶ ὡρῶν δύο. Πάλιν ἔτι λεπτοτέρου σώματος ὑποθέμενος, μιᾶς ὥρας εὑρήσει, καὶ ἔτι πάλιν λεπτοτέρου σώματος ὑποθέμενος, ἡμιωρίου. Καὶ ἔτι πάλιν λεπτοτάτου, πάλιν βραχυτέρου εὑρήσει, μέχρι καὶ τοῦ σώματος λεπτυνομένου καὶ εἰς ἀσώματον καταντήσαντος ἐξ ἀνάγκης καὶ ὁ χρόνος εἰς ἄχρονον λήξει. 2.15 Οὕτως καὶ ἐνταῦθα ἐν οὐδενὶ σώματι παντελῶς, ἀλλ' ἀσωμάτῳ, ἀνάγκη ἀχρόνως καταλαμβάνειν τὸ βαρὺ σῶμα τοῦ παντὸς χώρου τὸ βάθος καὶ ἵστασθαι. Οὕτως οὖν ὁ Θεὸς φυσικῶς ἐπ' οὐδενί, κατὰ τὴν Γραφήν, τὴν γῆν κρεμάσας καὶ ἑδράσας κατειληφυῖαν τὸ βάθος τοῦ χώρου, ἐθεμελίωσεν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς· οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 2.16 Εἰ δὲ καὶ πάλιν ἐξ ἀναιδείας τις φιλονεικῶν ἔξωθεν γῆς καὶ οὐρανοῦ τόπον ὑπόθοιτο ἐξ ἑτέρου ἀοράτου καὶ πεπλασμένου σώματος, ἄπειρον μὲν καὶ ἐπ' ἄπειρον ἐπί τινος κἀκεῖνο ἵσταται. Ὅμως σὺν Θεῷ καὶ εἰς τοῦτο ἀπαντῶμεν φυσικώτερον, εἰ καὶ χάος τις ὑπόθοιτο τὸν χῶρον ἐκεῖνον, ὅτι τοῦ μὲν οὐρανοῦ κούφου καὶ ἀνωφεροῦς ὑπάρχοντος, τῆς δὲ γῆς βαρείας καὶ κατωφεροῦς, ἄκρα δὲ ἄκροις συνδεδεμένα, τοῦ μὲν ἀνωφεροῦς, τῆς δὲ κατωφεροῦς, ἄλληλα ἀντιπερισπώμενα, συμβαστάζουσι καὶ ἀκίνητα διαμένουσι. 2.17 Θεμελιώσας τοίνυν ὁ Θεὸς τὴν γῆν ἐπὶ τὴν αὐτῆς ἀσφάλειαν, ἐπιμήκη οὖσαν, τὸν οὐρανὸν κατ' ἄκρα τοῖς ἄκροις τῆς γῆς συνέδησε· στήσας μὲν κάτωθεν τὰ ἄκρα τοῦ οὐρανοῦ ἐκ τεσσάρων μερῶν, ἄνωθεν δὲ ὑψηλότατα πάνυ ἐπὶ τὸ μῆκος τῆς γῆς καμαρώσας, εἰς δὲ πλάτος τῆς γῆς τὰ ἄκρα τοῦ οὐρανοῦ ἀπὸ κάτωθεν ἕως ἄνω τειχίσας καὶ ἀποκλείσας τὸν χῶρον, οἶκον, ὡς ἄν τις εἴποι, παμμεγέθη ὡς ἐν τάξει θόλου καμαροειδοῦς ἐπιμήκους ἐποίησεν. "Ὁ στήσας" γὰρ "τὸν οὐρανὸν ὡς καμάραν" φησὶν ὁ προφήτης Ἠσαΐας. 2.18 Περὶ δὲ τοῦ κεκολλῆσθαι τὸν οὐρανὸν τῇ γῇ ἐν τῷ Ἰὼβ γέγραπται οὕτως· "Οὐρανὸν δὲ εἰς γῆν ἔκλινε, κέχυται δὲ ὥσπερ γῆ κονία· κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθον κύβον." Τὸ εἰς γῆν αὐτὸν κλῖναι καὶ τὸ κολλῆσαι αὐτὸν πῶς οὐ φανερῶς δηλοῖ ὅτι ἄκρα ἄκροις τῇ γῇ συνδέδεται ἱστάμενος ὡς καμάρα; Τὸ γὰρ κλῖναι αὐτὸν καὶ κολλῆσαι αὐτὸν τῇ γῇ ἐπὶ σφαίρας οὐ δύναται νοεῖσθαι. 2.19 Καὶ ὁ Μωϋσῆς δὲ διαγράφων ἐν τῇ σκηνῇ τὴν τράπεζαν, τύπον ὑπάρχουσαν τῆς γῆς, τὸ μῆκος αὐτῆς δύο πήχεων προσέταξε γενέσθαι, καὶ τὸ πλάτος πήχεως ἑνός. Οὕτως οὖν, καθὼς εἶπεν Ἠσαΐας, τὸ σχῆμα τοῦ οὐρανοῦ τοῦ πρώτου, τοῦ γεγονότος ἐν τῇ πρώτῃ ἡμέρᾳ, τοῦ σὺν τῇ γῇ γεγονότος, τοῦ περιέχοντος τὸ πᾶν σὺν τῇ γῇ, τοῦ καμαροειδοῦς, καὶ ἡμεῖς λέγομεν. Καὶ ὡς ἐν τῷ Ἰὼβ λέλεκται κεκολλῆσθαι τῇ γῇ τὸν οὐρανόν, πάλιν οὕτως λέγομεν. Ἀλλὰ καὶ ἐκ τοῦ Μωϋσέως μεμαθηκότες ὅτι ἐπὶ τὸ μῆκος πλέον ἡ γῆ ἐκτέταται, λέγομεν πάλιν μεμαθηκότες πείθεσθαι τῇ θείᾳ ὄντως Γραφῇ. 2.20 Εἶτα λοιπὸν ἐπειδὴ καὶ τὰ ὕδατα καὶ ἀγγέλους καί τινα ἕτερα σὺν τῇ γῇ καὶ αὐτῷ τῷ πρώτῳ οὐρανῷ ὁ Θεὸς ἀθρόως παρήγαγε, ποιεῖ ἐπ' ὄψεσιν αὐτῶν τῇ δευτέρᾳ ἡμέρᾳ, ὥσπερ ἰδίοις κτίσμασι κεχρημένοςἐκ τῶν ὑδάτων πήξας ὥσπερ ἐξ ὕλης, τὸν δεύτερον τοῦτον οὐρανὸν καὶ ὁρώμενον, καθ' ὁμοιότητα τῷ εἴδει, οὐ τῷ σχήματι τοῦ πρώτου οὐρανοῦ, καὶ μεσάζει τὸ ὕψος τὸ ἀπὸ τῆς γῆς ἕως τοῦ προτέρου οὐρανοῦ. Κἀκεῖ ἁπλώσας ἐκτείνει δι' ὅλου τοῦ χώρου κατὰ τὸ εὖρος, ὥσπερ ἐπὶ στέγης μέσης, καὶ συνδεσμεῖ τὸ στερέωμα τῷ πρώτῳ οὐρανῷ, διελὼν καὶ μερίσας τὰ λοιπὰ ὕδατα, τὰ μὲν ἐπάνω τοῦ στερεώματος, τὰ δὲ εἰς τὴν γῆν ἐάσας ὑποκάτω τοῦ στερεώματος, καθὰ διηγεῖται ὁ θεῖος Μωϋσῆς, καὶ ποιεῖ τὸν ἕνα χῶρον, ἤτοι οἶκον, δύο οἴκους, τουτέστιν ἀνάγαιον καὶ κατάγαιον. Πάλιν γὰρ λέγει ἡ θεία Γραφὴ περὶ τοῦ δευτέρου οὐρανοῦ οὕτως, παρὰ μὲν τῷ Μωϋσῇ· "Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν", παρὰ δὲ τῷ θεσπεσίῳ ∆αυΐδ· "Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν". Ἐπάγει γάρ· "Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα