1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

60

καθ' ἑκάστην ἐν αὐτοῖς ἀναστρεφόμενοι τὰ μὲν φεύγωμεν, τῶν δὲ ἀντεχώμεθα· διὰ τοῦτο καὶ νόμοι καὶ ἀπειλαὶ καὶ κολαστήρια τοῦ κακοῦ τὴν ὁρμὴν ἡμῶν ἀνακόπτοντα· 5.60 τελευταῖον δὲ καὶ ὁ δοκῶν μὲν κατ' ὀργὴν εἶναι θάνατος, κατὰ δὲ τὸ ἀληθὲς παῦλαν παρέχων τῇ μοχθηρᾷ ταύτῃ ζωῇ καὶ τῷ παιδευτηρίῳ, καθὰ καὶ τῷ πρώτῳ ἀνθρώπῳ ὁ Θεὸς κατ' οἰκονομίαν ἐπήνεγκε, μισητὴν αὐτῷ τὴν ἁμαρτίαν ἐργαζόμενος καὶ ποθητὴν ποιῶν τὴν δικαιοσύνην, προτρεπόμενος αὐτόν τε καὶ πάντας δι' αὐτοῦ εἰς τὴν προητοιμασμένην ἡμῖν κατάστασιν, βασιλείαν τε αἰώνιον καὶ δικαιοσύνην καὶ ἁγιασμὸν καὶ ἀπολύτρωσιν καὶ μακαριότητα, ἅπερ καὶ ὁ σκοπὸς τοῦ Θεοῦ ἐξ ἀρχῆς ἠβούλετο. Ἐπιρρίπτει τοίνυν ὁ Θεὸς σοφῶς, καὶ πάνυ σοφῶς, τῇ ἁμαρτίᾳ τοῦ πρωτοπλάστου ἀνθρώπου τὸν θάνατον, ὡς κατ' ὀργήν, ἵνα μισητὴν αὐτῷ ταύτην ἀπεργάσηται. 5.61 Εἶτα λοιπὸν πάλιν, ἵνα μὴ ἐκ κακῶν ὁ ἄνθρωπος ἀφελπιστίαν νοσήσῃ, ἐπιμελεῖται αὐτοῦ ὡς πατὴρ τέκνου καὶ ποιεῖ αὐτῷ χιτῶνας. Εἶτα ἐκδικεῖ τὸ αἷμα τοῦ Ἄβελ, τὸν Ἐνὼχ μετατίθησιν, ὥστε καὶ τὴν ἀπόφασιν τοῦ θανάτου μὴ κρατεῖν ἐπ' αὐτοῦ, τὸν Νῶε διασῴζει ἐκ τοῦ κοσμικοῦ ναυαγίου, τὸν Ἀβραὰμ ἐκλέγεται, ἀφ' οὗ καὶ δι' οὗ τοῦ σπέρματος ἐργάζεται τὴν ἀνάκτισιν τοῦ κόσμου, τὸν Ἰσαὰκ καὶ τὸν Ἰακώβ, τοὺς πατριάρχας, καὶ τούτων τὰ τέκνα καὶ τὰς ἐκ τούτων δώδεκα φυλάς, ἅσπερ καὶ μετὰ βραχίονος ὑψηλοῦ λυτροῦται τῆς δουλείας τῶν Αἰγυπτίων, καθοδηγήσας τὴν ἔρημον θαυμαστῶς καὶ δοὺς νόμον ἐγγράφως καὶ ταξιαρχήσας τὸ ἔθνος κατεκληροδότησεν αὐτοῖς τὴν γῆν τῆς Παλαιστίνης. Καὶ ἤγειρεν αὐτοῖς προφήτας, τὸν ∆αυΐδ, τὸν πρῶτον αὐτῶν βασιλέα, Σαμουήλ, Ἠλίαν τὸν τηλικοῦτον, τὸν τούτου μαθητὴν Ἑλισσαῖον, τοὺς δώδεκα καὶ τοὺς τέσσαρας, τοὺς μεγάλους, κηρύσσοντας τὴν ἔλευσιν τοῦ ἐξ αὐτῶν ἐγειρομένου κατὰ σάρκα ∆εσπότου Χριστοῦ, ἐν ᾧ καὶ δι' οὗ γίνεται καὶ πληροῦται ὁ ἐξ ἀρχῆς σκοπὸς καὶ οἰκονομία τοῦ Θεοῦ, ἡ μεγάλη καὶ σωτηριώδης. 5.62 Ὥσπερ γὰρ ᾠκονόμησε διὰ τῆς ἁμαρτίας τοῦ πρωτοπλάστου ἀνθρώπου παρεισαγαγεῖν τὸν θάνατον, οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ∆εσπότου Χριστοῦ κατὰ σάρκα τὴν ἀνάστασιν καὶ τὴν ἀνάκτισιν καὶ τὴν ἀνακεφαλαίωσιν πάσης κτίσεως. Ὥσπερ γάρ φησιν ὁ Παῦλος· "∆ι' ἀνθρώπου ὁ θάνατος καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν", καί· "Ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς." 5.63 Αὕτη ἡ μεγάλη σωτηρία καὶ οἰκονομία καὶ σοφία τοῦ τὰ πάντα παραγαγόντος καὶ πάλιν ἀνακτίζοντος Θεοῦ. ∆ιὰ τοῦτο καὶ τὰς δύο καταστάσεις ἐξ ἀρχῆς πεποίηκε, καὶ εἰς τὴν μέλλουσαν μετὰ τὴν ἐνθένδε ζωὴν ἀφορᾷ πᾶς ὁ σκοπὸς τῆς θείας Γραφῆς καὶ τὸ χριστιανικὸν κήρυγμα καὶ ἡ ἐλπὶς τῶν χριστιανῶν. ∆ιὰ τοῦτο καὶ ἐν τῷ βαπτίζεσθαι, εἰ μὴ πρῶτον ὁμολογήσειέ τις τὴν τῆς ἁγίας Τριάδος ὁμολογίαν καὶ τῆς ἡμετέρας σαρκὸς τὴν ἀνάστασιν πιστεύειν, οὐ βαπτίζεται καὶ συγκαταλέγεται μετὰ χριστιανῶν καὶ πιστὸς ἀναγορεύεται. 5.64 Οὗτος ὁ σκοπὸς πάσης τῆς θεοπνεύστου Γραφῆς, Παλαιᾶς τε καὶ Καινῆς ∆ιαθήκης, καὶ ὅτι κατὰ τὸν τύπον τῆς σκηνῆς, τῆς ἐν τῇ ἐρήμῳ ὑπὸ Μωϋσέως κατασκευασθείσης, δύο χώρους πεποίηκεν ὁ Θεὸς τὸν σύμπαντα κόσμον, λέγω δὴ τοῦτον τὸν κόσμον, ἐν ᾧ θνητοὺς καὶ τρεπτοὺς ὡς ἐν παιδευτηρίῳ ἐδοκίμασε πρῶτον ἡμᾶς διάγειν καὶ πεπειρᾶσθαι λυπηρῶν τε καὶ ἡδέων· χωρὶς γὰρ παιδείας ἀμήχανον μάθησιν γενέσθαι· "πᾶσα γὰρ παιδεία, φησί, πρὸς τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ ὕστερον." Ἐς ὕστερον οὖν πεπειραμένοις λογικῶς ἐδοκίμασε παρασχεῖν τὰ αἰώνια αὐτοῦ ἀγαθὰ ἐν τῇ μελλούσῃ καταστάσει καὶ πληρῶσαι τὸν ἑαυτοῦ ἄνωθεν καὶ ἐξ ἀρχῆς σκοπόν, οἰκονομήσας ὡς Θεὸς τὰ καθ' ἡμᾶς, ὡς αὐτῷ ἔπρεπε καὶ ἡμῖν συνέφερεν. 5.65 ∆ιαγράφομεν τοίνυν καὶ τὴν στρατοπεδαρχίαν αὐτῶν τῶν Ἰσραηλιτῶν τὴν ἐν τῇ ἐρήμῳ, καὶ τὴν διάβασιν τὴν ἐν τῷ Ἰορδάνῃ ἅμα τῷ Ἰησοῦ μετὰ τὴν τελευτὴν τοῦ Μωϋσέως, καὶ τὴν κατάπαυσιν αὐτῶν τὴν ἐν τῇ γῇ τῆς ἐπαγγελίας, καὶ τὴν Ἱερουσαλήμ, καὶ ὅπως ἐκληρονόμησαν τὴν γῆν καὶ κατέσχον αὐτήν. Ἔστιν οὖν οὕτως ἡ διάβασις τῶν Ἰσραηλιτῶν ἐν