1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

79

καὶ δεῖξαι αὐτῷ φῶς." Καὶ πάλιν· "Οὕτως λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἀκρογωνιαῖον, ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ." Καὶ πάλιν· "Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶκαὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι." Καὶ πάλιν· "Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με." Τοῦτο ἀναγνοὺς ὁ Κύριος ἐν τῇ συναγωγῇ τοῖς σάββασιν εἶπεν· "Ἀμὴν λέγω ὑμῖν, σήμερον ἐπληρώθη ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν." Παραγραφή 5.168 Καὶ οὗτος ὁ μεγαλοφωνότατος Ἠσαΐας καὶ διὰ λόγων καὶ διὰ ὀπτασιῶν προεμήνυσε τοῖς ἀνθρώποις καὶ τὴν τῆς ἁγίας Τριάδος, τουτέστι τοῦ ἑνὸς Θεοῦ, ὁμολογίαν καὶ τῆς ἀνθρωπείας φύσεως τὴν ἀνάστασιν, ἅπερ νῦν καὶ ἡ Ἐκκλησία τοῦ Θεοῦ πρεσβεύει. ∆όξα τῷ πάντοτε οἰκονομοῦντι σοφῶς τὸ ἀνθρώπειον γένος. 5.169 Οὗτος Ἱερεμίας ἀξιωθεὶς καὶ αὐτὸς προειπεῖν περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου, λέγων οὕτως· "Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος." Ταύτης δὲ τῆς χρήσεως καὶ ὁ εὐαγγελιστὴς μέμνηται Ματθαῖος πληρωθείσης ἐν καιρῷ τοῦ πάθους. Πάλιν λέγει ὁ αὐτὸς προφήτης· "Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην, ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, φησὶ Κύριος· ὅτι αὕτη ἡ διαθήκη μου, ἣν δια θήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος, διδοὺς νόμους μου ἐπὶ διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίαν αὐτῶν ἐπιγράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ λέγων· Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. "Καὶ ταύτης μέμνηται ὁ Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ.Παραγραφή 5.170 Καὶ οὗτος ὁμοίως τὰ κατὰ τὸν ∆εσπότην Χριστὸν προμηνύει, ὅστις ἀρχηγός ἐστι τῆς δευτέρας καταστάσεως· σαφέστερον γὰρ καὶ πρώτην καὶ δευτέραν κατάστασιν προμηνύει, ἥτις δευτέρα ἀρχὴν ἔσχεν ἐπὶ τοῦ ∆εσπότου Χριστοῦ. ∆όξα τῷ Θεῷ εἰς τοὺς αἰῶνας. Ἀμήν. ΙΕΖΕΚΙΗΛ 5.171 Οὗτος Ἰεζεκιὴλ ἐν Βαβυλῶνι προφητεύων καὶ αὐτὸς ἠξιώθη προειπεῖν περὶ τῆς κατὰ Χριστὸν οἰκονομίας, καί φησι· "Καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν καὶ καθαριῶ αὐτούς· καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν· καὶ ὁ δοῦλός μου ∆αυῒδ ἄρχων ἐν μέσῳ αὐτῶν, καὶ ποιμὴν εἷς ἔσται πάντων, ὅτι ἐν τοῖς προστάγμασί μου πορεύσονται." Καὶ πάλιν λέγει· "Καὶ εἶπε πρός με· Τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν τὴν πρὸς ἀνατολάς, καὶ κατέβαινεν ἐπὶ τὴν Ἀραβίαν καὶ ἤρχετο ἕως ἐπὶ τὴν θάλασσαν, ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς, καὶ ὑγιάσει τὰ ὕδατα, καὶ ἔσται πᾶσα ψυχὴ τῶν ζῴων τῶν ἐκζεόντων καὶ ἐπὶ πάντα, ἐφ' ἃ ἂν ἐπέλθῃ ἐκεῖ ὁ ποταμός, ζήσεται." Παραγραφή 5.172 Καὶ οὗτος ὅμοια τοῖς ἄλλοις αἰνίττεται προμηνύων τῆς δευτέρας ἡμῶν καταστάσεως τὸν ἀρχηγὸν καὶ τὴν πολιτείαν. ∆όξα τῷ τὰ πάντα σοφῶς οἰκονομοῦντι Θεῷ. Ἀμήν. ∆ΑΝΙΗΛ 5.173 Οὗτος ∆ανιὴλ ἐν Βαβυλῶνι προφητεύων καὶ αὐτὸς ἀξιωθεὶς προειπεῖν περὶ τοῦ ∆εσπότου Χριστοῦ, καί φησιν οὕτως· "Καὶ γνώσει καὶ συνήσεις· Ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναί σοι καὶ τοῦ οἰκοδομηθῆναι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου, ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο", καὶ τὰ λοιπά. Καὶ πάλιν· "Καὶ ἐτμήθη λίθος ἄνευ χειρῶν καὶ ἐπάταξε τὴν εἰκόνα καὶ ἐγένετο ὁ λίθος ὡσεὶ ὄρος μέγα καὶ ἐπλήρωσε τὴν γῆν." Καὶ πάλιν· "Καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε· καὶ αὐτῷ ἐδόθη ἡ τιμὴ καὶ ἡ ἐξουσία", καὶ τὰ λοιπὰ ὅσα ἐρρέθη. Παραγραφή 5.174 Καὶ οὗτος σαφέστερον περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ ἐξεῖπε,