1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

27

2.101 Ἐν τῇ πρώτῃ ἡμέρᾳ, τουτέστι τῇ κυριακῇ, ἡ καταβολὴ τοῦ κόσμου καὶ ἡ ἀρχὴ τῆς κτίσεως ἐγένετο, ἀφ' ἑσπέρας ἀρξάμενος ὁ Θεὸς κτίζειν τὰ περιεκτικὰ τοῦ παντὸς κόσμου, λέγω δὴ οὐρανὸν καὶ γῆν, συνδημιουργήσας αὐτοῖς καὶ τὸ σκότος καὶ τὸ ὕδωρ καὶ τὸν ἀέρα καὶ τὸ πῦρ τὸ ἐν τῇ γῇ ἀναμεμιγμένον καὶ τοὺς ἀγγέλους, ὑφ' ἓν ταῦτα πάντα παραγαγών. ∆ιὰ τοῦτο ἐν αὐτῇ τῇ ἡμέρᾳ καὶ ἐν τῇ αὐτῇ νυκτὶ πάλιν ἡ ἀνάκτισις τοῦ παντὸς κόσμου ἐγένετο. Ὁ πᾶς γὰρ κόσμος ἐν τῷ ἀνθρώπῳ περιγράφεται, ὅτι σύνδεσμός ἐστιν ὁ ἄνθρωπος, ὡς πολλάκις εἴρηται, παντὸς τοῦ κόσμου. 2.102 Ἀναστάντος οὖν τοῦ ἀνθρώπου ἐν αὐτῇ τῇ νυκτὶ τῆς κυριακῆς ἀφθάρτου καὶ ἀθανάτου καὶ ἀτρέπτου, πᾶσαν τὴν κτίσιν ἐγγυᾶται, ὁρατὴν καὶ ἀόρατον, τῶν ὁμοίων τυχεῖν. ∆ιὰ τοῦτο εἶπεν ὁ Ἀπόστολος· "Ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς", καί· "Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις ἀνακαινίζεται. Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε πάντα καινά." "Τὰ πάντα" εἶπεν, ὅτι ἐν τῷ ἀνθρώπῳ θεωροῦνται ὁρατὰ καὶ ἀόρατα. Ὁ ἀθετῶν οὖν τῷ Χριστῷ τὴν ἀνθρωπότητα τελείαν μὴ ὑπάρχειν, οὗτος βέβλαπται μὴ ἐπιστάμενος τὴν μεγάλην οἰκονομίαν τοῦ Θεοῦ καὶ τὸ δόγμα τὸ χριστιανικόν· ὁμοίως καὶ ὁ τὴν θεότητα τελείαν ἀθετῶν, ἔνοχός ἐστι καὶ πάνυ βέβλαπται. Τὸ κείμενον 2.103 Κυκλευόντων τοίνυν τῶν ἄστρων διὰ τῶν ἀοράτων ∆υνάμεων, κατὰ τὴν θείαν Γραφήν, καὶ διὰ τοῦ βορρᾶ διατρεχόντων καὶ ὑπὸ τὸ ὕψος τῆς γῆς γινομένων, δυνατὸν τῷ τοιούτῳ σχήματι τὰς ἐκλείψεις ἀποτελεῖσθαι, τὰς τῆς σελήνης καὶ τοῦ ἡλίου. Λογικῶς γὰρ καὶ εὐτάκτως καὶ ὀξυτέρως ἡμῶν αἱ ἀγγελικαὶ ∆υνάμεις τὰ σχήματα κινοῦσαι ἀποτελοῦσιν, ἔργον αὐτὸ κεκτημέναι νυκτὸς καὶ ἡμέρας ἀπαύστως. Ὅνπερ γὰρ τρόπον οἱ ἔξωθεν λέγουσιν ὑποκάτωθεν τῆς γῆς κυκλεύειν αὐτά, ἀπερισκέπτως, ὡς πρόσθεν ἐδείχθη, μὴ συμβαῖνον τῇ φύσει τῶν πραγμάτων, ἀλλὰ καὶ τῷ Θεῷ ἐναντιούμενοι. Ἡμεῖς ἀκολουθοῦντες τῇ θείᾳ Γραφῇ, ὀλίγον πλαγιάσαντες τῷ νῷ τὴν περιφοράν, ἤτοι τὴν πορείαν τῶν ἄστρων, διὰ τούτου τοῦ σχήματος ἀποτελεῖσθαι αὐτὰς λέγομεν. Αἱ αὐταὶ γὰρ ἐκλείψεις ἐξ ἀνάγκης ἐπακολουθοῦσι, καὶ οὔτε τῷ Θεῷ ἐναντιούμεθα, οὔτε τῇ φύσει τῶν πραγμάτων. Πιστευτέον γὰρ τῷ Θεῷ ὑπὲρ πᾶσαν ἔννοιαν καὶ διδασκαλίαν ἀνθρώπων. 2.104 Πάλιν περὶ τῶν τεσσάρων στοιχείων λέγομεν ὅτι τὴν γῆν πρῶτον, ξηρὰν οὖσαν, ἑδράσας ὁ Θεὸς θεμέλιον τοῦ παντὸς ὡς βαρεῖαν τέθεικε· πάλιν τὸ ὕδωρ, τουτέστι τὸ ὑγρόν, ὡς ῥευστὸν ὄν, ἐπάνω τῆς γῆς ἔταξεν· ὡς δὲ ἐναντία ταῖς ποιότησιν ὁμοῦ ἐδικαίωσεν εἶναι διὰ τὴν εὐκρασίαν. Πάλιν ἀνώτερον τούτων τὸν ἀέρα ἔταξε ψυχρόν, καὶ πάλιν ἀνώτερον τὸ πῦρ, τουτέστι τὸ θερμόν, ἀμφότερα πάλιν ὡς κουφότερα, ὡς δὲ πάλιν ἐναντία. Ὁμοῦ τὰ δύο οὖν μέσα, τό τε ὕδωρ ὡς ὑγρὸν καὶ τὸν ἀέρα ὡς ψυχρόν, πολλὴν συγγένειαν ἔχοντα πρὸς ἄλληλα, τὸ μὲν ῥευστῆς φύσεως ὄν, τὸ δὲ χαύνης, ἀμφότερα δὲ ἁπαλὰ καὶ εὐχερῶς εἰσδεχόμενα εἰς ἑαυτὰ καὶ ἀλλήλων καὶ τῶν ἐναντίων τὰς ποιότητας καὶ ἀλλήλοις μεταδιδόντα καὶ τὸ πᾶν συγκιρνῶντα, τοῖς ἄλλοις δύο μεσάζειν ἐδικαίωσε, τῷ τε ξηρῷ καὶ θερμῷ, ἵνα μὴ τὸ πᾶν διαφθαρῇ καὶ ἀποτεφρωθῇ. Ἐκ τοῦ γὰρ εὐχερῶς μεταλαμβάνειν ἀλλήλων τὰ δύο μέσα στοιχεῖα πλάνην ὑπέμειναν οἱ ἐκτὸς καὶ ἐξ ἀντιστρόφου τὸν μὲν ἀέρα ὑγρόν, τὸ δὲ ὕδωρ ψυχρὸν προσηγόρευσαν· λοιπὸν καὶ ἐκ τούτου δύο ποιότητας τῷ ἑνὶ χαρίζονται, πολλάκις δὲ καὶ τέσσαρας. 2.105 Τοὺς δὲ ὑετοὺς κατὰ τὸ χρήσιμον ὁ Θεὸς διὰ τῶν ἀγγελικῶν ∆υνάμεων ἔταξε γίνεσθαι, ἐξυπηρετούντων καὶ ἀπὸ τῆς θαλάττης ἐπὶ τὰς νεφέλας ἀναγόντων· καὶ τῷ προστάγματι τῷ θείῳ διακονοῦντες ἐκπέμπουσιν ὁπουδὰν τὸ θεῖον πρόσταγμα κελεύσοι. Λέγει γὰρ ἡ Γραφὴ διὰ Ἀμὼς τοῦ προφήτου· "Ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς." Ὁμοίως καὶ διὰ Ζαχαρίου οὕτως· "Αἰτεῖσθε ὑετὸν παρὰ Κυρίου καθ' ὥραν πρώϊμον καὶ ὄψιμον, καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοῖς, ἑκάστῳ βοτάνην ἐν ἀγρῷ." Ἐν δὲ ταῖς Βασιλείαις ἐπὶ Ἠλιοὺ οὕτω φησί· "Καὶ ἐπέστρεψε τὸ παιδάριον