1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

29

2.110 Ἑτέρωθι δὲ πάλιν λέγει ἐντρεπτικώτερον τοῖς ἀποστόλοις· "Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν", ἀντὶ τοῦ εἰπεῖν ὅτι· Ὀφείλετε κατὰ ψυχὴν ἀεὶ ἔχειν ἐντὸς ὑμῶν τὴν βασιλείαν τοῦ Θεοῦ. Καὶ πάλιν τῷ πιστεύσαντι λῃστῇ ἐπαγγέλλεται λέγων· "Ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ". Τὸ "ἐν τῷ παραδείσῳ" τέως φανερώτατα ἐν τόπῳ λέγει· ὅτι δὲ κατὰ ψυχὴν λέγει καὶ οὐ κατὰ τὸ σῶμα, δῆλον ἐκ τοῦ τεθάφθαι τὸ σῶμα τοῦ Κυρίου ὑπὸ Ἰωσὴφ ἐν Ἱεροσολύμοις, ἀλλὰ καὶ τὸ τοῦ λῃστοῦ ἐν τοῖς αὐτόθι ἐτέθαπτο· προδηλότατα οὖν κατὰ τὴν ψυχὴν λέγει τὸ "μετ' ἐμοῦ εἶ σήμερον ἐν τῷ παραδείσῳ". Ἔτι δὲ καὶ οἱ πλείους τῶν εὐαγγελιστῶν ἐπὶ τοῦ θανάτου τοῦ Κυρίου "ἐξέπνευσεν" εἶπον, ὡσανεὶ ἔσωθεν ὄντος τοῦ πνεύματος, τουτέστι τῆς ψυχῆς, ἐξῆλθεν ἀπὸ τοῦ σώματος. Ὁ γὰρ ἄλλος "κλίνας τὴν κεφαλήν, λέγει, ἀφῆκε τὸ πνεῦμα". 2.111 Καὶ ταῦτα μὲν ἡμῖν εἴρηται ὡς ἐν τάξει ὑποθήκης χριστιανικῆς, ἐκ τῆς θείας Γραφῆς κινουμένοις, οὐχ ἑαυτοῖς πλασαμένοις ἢ στοχασαμένοις, ἀλλ' ἀκριβῶς πειθομένοις τῷ Θεῷ τῷ διὰ τῶν προφητῶν καὶ ἀποστόλων καὶ αὐτοῦ τοῦ Υἱοῦ λαλήσαντι. Πάντων γὰρ τῶν θελόντων ἀπὸ λογισμῶν ἰδίων ἢ ἐκ στοχασμῶν εἰπεῖν τι τοιοῦτον, καὶ ἀπορούντων τὰ πλεῖστα καὶ σφαλλομένων καὶ μὴ ἐξισχυόντων τὸ ἀκριβὲς εἰπεῖν, πρὸς τὸν Θεὸν τὸν κτίστην τοῦ παντὸς καταφυγεῖν χρὴ τὸν ὄντως χριστιανόν, τὸν εἰδότα τὸ πῶς καὶ τὸ διατί, ἵνα μὴ πλανώμενοι "καὶ περιφερόμενοι παντὶ ἀνέμῳ ἐν τῇ διδασκαλίᾳ" τῶν ἀνθρώπων, καθὰ καὶ ὁ Ἀπόστολος βοᾷ, ἐν τῇ κυβείᾳ τῶν λόγων καὶ τῇ πανουργίᾳ τῆς ἀπάτης, εὑρεθῶμεν καὶ ἡμεῖς "σὺν τῷ κόσμῳ κατακρινόμενοι". 2.112 Ταῦτα δὲ αὐτὰ καὶ ἐν τῇ Παλαιᾷ ὁ Μωϋσῆς ἐν τοῖς Ἀριθμοῖς καταλέγει καί φησι· "Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν· Λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἐρεῖς πρὸς αὐτούς, καὶ ποιησάτωσαν ἑαυτοῖς κράσπεδα ἐπὶ τὰ πτερύγια τῶν ἱματίων αὐτῶν εἰς τὰς γενεὰς αὐτῶν, καὶ ἐπιθήσετε ἐπὶ τὰ κράσπεδα τῶν πτερυγίων κλῶσμα ὑακίνθινον. Καὶ ἔσται ὑμῖν ἐν τοῖς κρασπέδοις, καὶ ὄψεσθε καὶ μνήσθητε πάντων τῶν ἐντολῶν Κυρίου καὶ ποιήσετε αὐτάς, καὶ οὐ διαστραφήσεσθε ὀπίσω τῶν διανοιῶν ὑμῶν καὶ ὀπίσω τῶν ὀφθαλμῶν ὑμῶν, ἐν οἷς ὑμεῖς ἐκπορνεύετε ὀπίσω αὐτῶν, ὅπως ἂν μνησθῆτε καὶ ποιήσητε πάσας τὰς ἐντολάς μου, καὶ ἔσεσθε ἅγιοι τῷ Θεῷ ὑμῶν. Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς Αἰγύπτου εἶναι ὑμῶν Θεός, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν", σαφέστερον καὶ αὐτὸς διδάξας, ὅπερ καὶ ὁ Ἀπόστολος ἐδίδαξε, μὴ κατακολουθεῖν ταῖς ἰδίαις ἐννοίαις, ἀλλὰ μᾶλλον τοῖς θείοις προστάγμασι. Γένοιτο δὲ ἡμᾶς, ὦ τιμία κεφαλή, τούτων μὲν ἀπέχεσθαι, τῶν θείων δὲ ἀντέχεσθαι, εὐχαῖς τῆς σῆς ἁγιωσύνης, χριστιανικώτατε πάτερ, ὅπως εὕροιμεν ἔλεος καὶ χάριν ἐνώπιον τοῦ θρόνου τῆς χάριτος εἰς τοὺς αἰῶνας. Ἀμήν. 3.τ ΛΟΓΟΣ Γʹ Ὅτι βεβαία ἐστὶ καὶ ἀξιόπιστος ἡ θεία Γραφὴ καὶ σύμφωνος αὐτὴ ἑαυτῇ καὶ καθ' ἑαυτὴν διηγουμένη, Παλαιά τε καὶ Καινὴ ∆ιαθήκη, σημαίνουσα καὶ τὸ χρήσιμον τῶν σχημάτων τοῦ παντὸς κόσμου. 3.1 Πρῶτον οἱ ἄνθρωποι μετὰ τὸν κατακλυσμὸν ἐπὶ τῆς θεομάχου πυργοποιΐας ἐφ' ὑψηλοῦ γενόμενοι, κατανοοῦντες συνεχῶς τοῖς ἄστροις, ὑπώπτευσαν πλανώμενοι ταύτην τὴν δόξαν, εἶναι τουτέστι σφαιροειδῆ τὸν οὐρανόν. Βαβυλωνίων γὰρ οὔσης τῆς πόλεως ἔνθα τὸν πύργον ᾠκοδόμουν, Χαλδαίων ἀνάγκη πρῶτον ἐφεύρεμα τὸ τοιοῦτο, ὅθεν καὶ βαρβαρικὴν σφαῖραν ἐξειργάσαντο. Οἱ ἐκ τοῦ γένους τοίνυν τοῦ Ἀβραάμ, Χαλδαῖοι ὑπάρχοντες, κατελθόντες εἰς Αἴγυπτον αὐτοὶ μετέδωκαν τοῖς Αἰγυπτίοις ταύτης τῆς δόξης. Πολυπραγμονικώτερον πάλιν ἀφορμῆς δραξάμενοι οἱ Αἰγύπτιοι ἐπέτειναν καὶ αὐτοὶ ταύτην τὴν δόξαν, ἕως ὅτου καὶ οἱ Ἕλληνες παροικήσαντες ἐν Αἰγύπτῳ, Πυθαγόρας Πλάτων τε καὶ Εὔδοξος ὁ Κνίδιος, οἱ φιλόσοφοι, καὶ αὐτοὶ ταύτης μεταλα βόντες πλέον τι καὶ αὐτοὶ ἐπεξειργάσαντο ἐκ τῶν πρώτων λαβόντες τὰς ἀφορμάς. Παραγραφή 3.2 Μετὰ τὸν κατακλυσμὸν τῶν ἀνθρώπων λοιπὸν πληθυνθέντων ἔσω ἐν τῇ ἀνατολῇ, ἔνθα ἡ κιβωτὸς ἐκαθέσθη, καθὼς γέγραπται, κινήσαντες μικρῷ πρὸς