1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

4

σύστασιν· συνεῖδον γὰρ ὡς οὐ δυνατὸν κύκλῳ φέρεσθαι αὐτὸν ἐκ τούτων ἔχοντα τὴν οὐσίαν. Ἀλλὰ πάλιν ἐν αὐτῷ τυφλώττοντες ἁλίσκονται καὶ τοὺς ὀξὺ βλέποντας οὐχ ὁρᾶν οἰόμενοι. ∆ιαφόρων γὰρ καὶ ποικίλων ἐναργῶς ἐν αὐτῷ χρωμάτων ὁρωμένων, ἐξ ὧν ἡ τοῦ θερμαίνειν τε καὶ ψύχειν ἐνυπάρχουσα δύναμις αὐτοῖς ἀναφαίνεται, τὴν ὄψιν ἁπάντων ἠπατῆσθαί φασι διὰ τὴν ἄγαν ἀπόστασιν. 1.6 Εἰπάτω τοίνυν παρελθὼν εἰς μέσον ὁ βουλόμενος· Οἱ τῇ ἀπλανεῖ καθ' ὑμᾶς ἐγκείμενοι σφαίρᾳ ἀστέρες δηλονότι, πῶς οὐκ ἀνίσῳ διαστήματι τῆς ὄψεως ἡμῶν ἀπέχοντες, ὡς ἀπὸ κέντρου τῆς γῆς ἀφιεμένης τῆς ὀπτικῆς ἐνεργείας, ἀλλοῖοι ταῖς χροιαῖς τε καὶ τοῖς μεγέθεσι φαίνονται; Πῶς δὲ τῷ καλουμένῳ πρὸς ὑμῶν Ἄρεϊ κατωτέρω τάξιν ἔχοντι πολλοὶ τῶν ἀπλανῶν ὑπάρχουσιν ἴσοι τε καὶ ὅμοιοι, καὶ τῷ τοῦ ∆ιὸς ὡσαύτως παραπλησίους ὁρῶμεν οὐκ ὀλίγους; 1.7 Ἀλλ' οὐδὲ τὸν οὐρανὸν αὐτὸν ὁμόχρουν ἑαυτῷ θεώμεθα· τὰς γὰρ ἐν αὐτῷ νεφελοειδεῖς συστροφάς, αἷς ὄνομα τεθείκατε γαλαξίανοὐκ ἄλλοθεν ἢ ἐκ τοῦ διαφόρου χρώματος ἐπιθέμενοι τὴν κλῆσιν αὐταῖςπόθεν ἂν ὑποτοπήσαιμεν οὕτω φαίνεσθαι μιᾶς οὔσης τῆς ἐπιφανείας, ᾗ προσβάλλει τὸ πνεῦμα τῆς ὄψεως; Οἶμαί γε φάσκοντί μοι ταῦτα τεκμήρια διαφόρων εἶναι συγκρίσεώς τε καὶ μίξεως οὐδένα τολμᾶν ἀντιφθέγγεσθαι, κἂν εἴη τοῦ ψεύδους ἐραστής, μήτοι γε τῶν ἐν προεδρίᾳ ταττόντων ἀεὶ τὴν ἀλήθειαν. 1.8 Εἰ δὲ οὐκ ἐξ ἑνὸς ἰδίαν ἔχοντος κίνησιν τὴν κυκλοφορουμένην, ἀλλ' ἐκ τῆς τῶν τεσσάρων ἐδημιουργήθη μίξεως, οὐ περιφέρεται καλῶς. Εἴρηται γὰρ ὡς ἢ κάτω κινηθήσεται πλεονάζοντος ἐν αὐτῷ τοῦ βαρέως, ἢ τὴν ἄνω φορὰν ἀρθήσεται τοῦ ἐναντίου κατακρατοῦντος, ἢ στήσεται, εἰ μηδὲν ἐν αὐτῷ πλεονεκτοίη· τοῦτο δὴ καὶ παντὶ φανερόν. Οὐδὲ γὰρ ἄνω φερόμενον, οὐδὲ κάτω τις ὁμολογήσειεν ἑωρακέναι πώποτε. Λείπεται φάσκειν αὐτὸν ἐρηρεισμένον εἶναι. 1.9 Λεγόντων δὲ πόθεν ἐν ἁπλῷ καὶ ἀποίῳ στοιχείῳ διάφοροι κινήσεις; Εἴ γέ φασι τὴν ἐναντίαν ἑλίττεσθαι τῷ παντὶ τοὺς οὓς πλανήτας ὀνομάζουσιν, οὐ ψευσθέντες· ὡσαύτως εἴ γε κατά τινας, οὓς ὁ δημιουργὸς ὥρισε χρόνους, ἐμφανῶς ὡς μηδ' αὐτοὺς ἀρνεῖσθαι τὴν ἀπὸ ἀνατολῶν ἐπὶ δύσιν ὁρῶνται ποιούμενοι πορείαν. Εἶτα πάλιν ἰλιγγιῶντες ἀπορούμενοι, ὅπερ εἴωθε παρέπεσθαι τοῖς τ' ἀληθὲς ἀποφυγγάνουσι, καὶ μηδεμίαν διέξοδον εὑρίσκοντες ἀναποδισμοὺς καὶ στηριγμοὺς ποιεῖσθαί φασι τοὺς ἀστέρας. 1.10 Ἀλλ', ὦ τὰ πάντα δεινοὶ τοῦ πλέκειν τε καὶ λύειν, εἰ κατὰ φύσιν αὐτοῖς τὸ κινεῖσθαι, πόθεν ἡ στάσις; Οὐ γάρ ἐστιν αὐτοῖς ἐναντίον, ὃ τῆς φυσικῆς αὐτοὺς ὁρμῆς ἐφέξει. Τίς δὲ τούτους ἐπὶ τὸν ἐναντίον δρόμον ἀνάγκη βιάζεται μετιέναι; Μή μοι δέ τις ἀπάτην εἶναι λεγέτω τῆς ὄψεως· οὐ γάρ ἐστι μικρὸν ὃ προτρέχουσι μῆκος· ἐξ ἑπομένου δὲ ζωδίου πολλάκις ὁρῶνται μεθιστάμενοι εἰς προηγούμενον. 1.11 Τί δὲ δεῖ λέγειν, ὅπου γε αὐτοὶ μεταβάντες ἐπὶ τὰς αὐτῶν τῶν ἀστέρων ἐνεργείας, ἐν οἷς εἰς ἄκρον ὀκέλλοντες ἀτοπίας, οὐ συνίασι στηρίζοντας ἤτοι ἀναποδίζοντας αὐτοὺς ἀδρανεῖς τε καὶ φαύλους εἶναι; Καὶ τὸν ἐν Κριῷ πρώην, ἐν Ἰχθύσι δὲ νῦν ὁρώμενον, οὐκ ἐν οἴκῳ τις Ἄρεως, ἀλλ' ἐν ∆ιὸς ἂν εἴποι, καὶ ποιεῖν αὐτόν, οὐχ ἅσπερ εἰώθασι ληρωδεῖν ἐνυπάρχοντος αὐτοῦ τῷ Κριῷ, ἀλλ' ὅσας αὐτῷ χαρίζονται διατρέχοντι τοὺς Ἰχθύας. 1.12 Εἰ δ' οὐ συνᾴδουσι τῇ φαινομένῃ κατὰ τὸ ἔμπαλιν ἀναδρομῇ, πόθεν οὖν ἢ τίνος ἕνεκεν αὐτοῖς ἡ ἐπ' ἀμφότερα πορεία; Τάχα δὲ πάλιν αἰτιάσονται τούτου τοὺς οὐχ ὁρωμένους ἐπικύκλους, οὓς ὑπέθηκαν αὐτοῖς ὀχήματα, καὶ ἐπὶ τούτων αὐτοὺς φέρεσθαι διισχυρίζονται· ἀλλ' οὐδὲν ἔσται περισσὸν ἔκ γε τούτου τοῦ μηχανήματος· ἀπαιτήσομεν γὰρ αὐτούς, δι' ἣν αἰτίαν ὀχημάτων ἐδέησεν αὐτοῖς. Ὡς μὴ δυναμένοις ἆρα κινεῖσθαι; Καὶ πῶς ἐψυχωμένους ἂν εἴποιτε καὶ θειοτέραις ψυχαῖς; Ἀλλ' ὡς δυναμένοις; Καταγέλαστον οἶμαί γε καὶ τὸ ἐννοεῖν. ∆ιατί δὲ ἡ σελήνη καὶ ὁ ἥλιος ἐπικύκλων οὐκ ἔτυχον; Ὡς οὐκ ἄξιοι διὰ τὴν ὕφεσιν; Ἀλλ' οὐ νηφόντων ὁ λόγος. Ἀλλὰ σπάνει τῆς ἐπιτηδείας ὕλης οὐκ ἠδυνήθη τούτοις ὁ δημιουργὸς ὀχήματα πλάσαι; Εἰς κεφαλὴν ὑμῶν ἡ δυσφημία τράποιτο. 1.13