1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

136

Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου." Ἐκ τοῦ τρίτου λόγου 10.38 Λοιπὸν ζητητέον διὰ τί πεπληρωμένην ὁ Θεὸς ἐποίησε τὴν σελήνην. Πρόσεχε, τὸ γὰρ νόημα βαθύ· ἐχρῆν γὰρ αὐτὴν τῇ τετάρτῃ ἡμέρᾳ γενομένην ὡς τεταρταίαν φαίνεσθαι· ἀλλὰ πάλιν, εἰ ἦν τεταρταία, τὸ ἄκρον τῆς δύσεως οὐ κατεῖχεν· εὑρέθη οὖν πλεονεκτοῦσα ἕνδεκα ἡμέρας· τεταρταία γὰρ ἐφαίνετο ὡς πεντεκαιδεκαταία. Ἕνδεκα ἡμέρας λοιπὸν πλεονεκτεῖ ἡ σελήνη τὸν ἥλιον, οὐ τῇ ποιήσει, ἀλλὰ τῇ φαύσει· διὰ τοῦτο ἃ τότε ἐπλεονέκτησεν, ἀποδίδωσι τῷ ἡλίῳ. Ὁ γὰρ κατὰ σελήνην ἀριθμὸς καθ' ἕκαστον μῆνα ἀπὸ εἰκοσιεννέα ἥμισυ ἡμερῶν γινόμενος, ὁ ἐνιαυτὸς ποιεῖ ἐν τοῖς δεκαδύο μησὶν ἡμέρας τριακοσίας πεντήκοντα τέσσαρας· ἐὰν γὰρ οὕτω ψηφίσῃς ἀπὸ εἰκοσιεννέα ἥμισυ ἡμερῶν τὸν μῆνα, γίνονται τοῦ ἐνιαυτοῦ ἡμέραι τριακόσιαι πεντήκοντα τέσσαρες, ἵνα ἃς ἐπλεονέκτησε τότε ἡμέρας ἡ σελήνη κατ' ἐνιαυτὸν ἀποδίδωσι τῷ ἡλίῳ. Ὁ ψηφιστὴς ψηφιζέτω. 10.39 Τί ἂν ἐροῦσι καὶ περὶ τούτου οἱ τῆς φιλονεικίας φίλοι ἀκούοντες παρ' αὐτοῦ τὴν τοσαύτην συμφωνίαν τὴν πρὸς ἡμᾶς, περὶ τοῦ σχήματος τοῦ οὐρανοῦ τοῦ τε προτέρου καὶ τοῦ δευτέρου καὶ τῶν δύο χώρων, οὓς τὸ στερέωμα μεσολαβοῦν ἐποίησε, καὶ ὅτι οὐ σφαῖρα, ἀλλὰ καμάρα ἐστὶν ὁ οὐρανὸς ὁ πρῶτος κατὰ τὴν θείαν Γραφήν, καὶ ὁ δεύτερος οὗτος ὁ ὁρώμενος οὐρανὸς ἐξ ὑδάτων ἐπάγη καὶ βαστάζει τὰ ὕδατα διὰ τὸ μὴ διαλύεσθαι τῇ θέρμῃ τῶν ἄστρων, ἀλλὰ συντηρεῖσθαι τῇ ψύξει τῶν ὑδάτων, καὶ ὅτι ἡ δρόσος ἐκ τοῦ στερεώματός ἐστι, καὶ περὶ τοῦ δρόμου δὲ τῶν ἄστρων ὡς διὰ τῶν βορείων μερῶν τὴν νύκτα διατρεχόντων, καὶ περὶ τῶν ἀγγέλων ὡς σὺν τῷ οὐρανῷ γενομένων καὶ θεωρῶν ὄντων τῆς ἑξαημέρου δημιουργίας τοῦ Θεοῦ καὶ διδασκομένων καὶ ἐκπληττομένων, καὶ περὶ ψυχῶν δὲ φιλοσοφοῦντα ὡς ἐν τοῖς σώμασι περικλειομένων καὶ ἐν σώμασιν ἐνεργουσῶν. 10.40 Πῶς οὐκ ἐμφραγήσεται πᾶν στόμα λαλοῦν ἄδικα κατὰ τοῦ Θεοῦ καὶ καθ' ἡμῶν τῶν τὴν θείαν Γραφὴν κατὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν μελετώντων καὶ ἐξ αὐτῆς διαλεγομένων; Ἰδοὺ γὰρ ἐδείχθη ὅτι καὶ οἱ προφῆται καὶ οἱ ἀπόστολοι καὶ εὐαγγελισταὶ καὶ αὐτὸς ὁ Κύριος καὶ πᾶσα ἡ θεία Γραφή, ἔτι δὲ καὶ οἱ παρ' αὐτοῖς, εἴτε ἀληθείᾳ εἴτε προφάσει, θρυλλούμενοι πατέρες τε καὶ διδάσκαλοι μὴ διαφωνοῦντες τοῖς ἡμετέροις, ἀλλὰ πάντες μαρτυροῦσι τῷ ἡμετέρῳ λόγῳ, ὅτι οὐ ξένην οὔτε ἄγνωστον τῆς ἐκκλησίας ὁδὸν ἐβαδίσαμεν, ἀλλὰ κατὰ τὴν ἔννοιαν τῆς θείας Γραφῆς εἰρήκαμεν πάντα καὶ κατεγράψαμεν. 10.41 Οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν ἔξωθεν παλαιῶν τεθείκαμεν μαρτυρίας συμφωνούσας τῷ ἡμετέρῳ λόγῳ ὡς παραδόσεως γέννημα. Θεὸς μάρτυς, εἶτα ἀπόστολοι, προφῆται, ἁγίων πατέρων πολυώνυμος χορός, ἀποσχιστῶν ἔνιοι καὶ τῶν ἔξωθεν οὐκ ἄσημοι ἀρχαῖοι ἄνθρωποι, αὐτὴ ἡ φύσις τῶν πραγμάτων τὴν ἀληθείαν προδήλως κηρύττουσα. Ἀλλὰ τούτων ἅλις. Λοιπόν, ὦ προσφιλέστατε, ἀσφαλῶς ἀποδείξας πάντας τοὺς προειρημένους μάρτυρας τῆς ἡμετέρας συγγραφῆς, τῷ πάντων Σωτῆρι Θεῷ τὴν εὐχαριστίαν ἀναπέμψωμεν, δόξαν τε καὶ τιμὴν καὶ κράτος τῷ Πατρὶ καὶ τῷ μονογενεῖ αὐτοῦ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς σύμπαντας καὶ ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν. 10.42 ...ὅπως ἂν ἐκ πάντων τὸ βέβαιον ἔχοι, καὶ φραγῇ πᾶν στόμα λαλοῦν ἄδικα. Ἀλλὰ καὶ τοῦτον παρελθόντες ἐπὶ τὸν τούτου συλλειτουργὸν πέμπτον, Ἐπιφάνιον ἐπίσκοπον, μεταβῶμεν, δεικνύοντες καὶ τοῦτον μαρτυροῦντα καὶ συμφωνοῦντα τῷ ἡμετέρῳ λόγῳ. Ἐπιφανίου, ἐπισκόπου Κύπρου, ἐκ τοῦ λόγου τοῦ Περὶ μέτρων καὶ σταθμῶν 10.43 Εἴκοσι γὰρ καὶ δύο ἔργα, ὦ φιλόκαλε, ὁ Θεὸς ἐποίησεν ἀπ' ἀρχῆς ἄχρι τῆς ἑβδόμης ἡμέρας, ἅτινά ἐστι τάδε· τῇ πρώτῃ ἡμέρᾳ τὸν οὐρανὸν τὸν ἀνώτερον, τὴν γῆν, τὰ ὕδατα, ἐξ ὧν ἐστι χιών, κρύσταλλος καὶ χάλαζα, πάγος καὶ δρόσος, τὰ πνεύματα τὰ λειτουργοῦντα ἐνώπιον αὐτοῦ, ἅτινά ἐστι τάδε· ἄγγελοι πρὸ προσώπου καὶ ἄγγελοι τῆς δόξης, καὶ ἄγγελοι νεφελῶν καὶ γνόφων καὶ χιόνων καὶ χαλάζης καὶ πάγου, ἄγγελοι φωνῶν, βροντῶν