1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

132

εὐλογημένοι τοῦ Πατρός μου, κατακληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου"; Τοῦ αὐτοῦ ἐκ τῆς μεʹ ἑορταστικῆσ 10.12 Ἄρωμεν πάντες τὰς θυσίας ἑαυτῶν τὴν πρὸς τοὺς πτωχοὺς κοινωνίαν ἐπιγινώσκοντες, καὶ εἰσπορευώμεθα εἰς τὰ ἅγια, ὡς γέγραπται, ἔνθα καὶ "πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς αἰωνίαν λύτρωσιν εὑράμενος". Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆσ 10.13 Τοῦτο δὲ μέγα τεκμήριον τὸ ξένους ἡμᾶς ὄντας ἀκοῦσαι οἰκείους, καὶ ἀλλοτρίους ποτὲ ὄντας γενέσθαι συμπολίτας τῶν ἁγίων καὶ τέκνα χρηματίσαι τῆς ἄνω Ἱερουσαλήμ, ἧς τύπος ἦν ἣν ᾠκοδόμησε Σολομών. Εἰ γὰρ κατὰ τὸν τύπον τὸν δειχθέντα ἐν τῷ ὄρει πάντα πεποίηκε Μωϋσῆς, τύπος ἦν δηλονότι ἡ ἐν τῇ σκηνῇ λατρεία τῶν ἐν οὐρανοῖς μυστηρίων, εἰς ἃ θέλων καὶ ἡμᾶς εἰσελθεῖν ὁ Κύριος ὡδοποίησεν "ἡμῖν τὴν ὁδὸν πρόσφατον" καὶ μένουσαν. Ὡς δὲ πάντα τύπος ἦν τὰ πάλαι τῶν νέων, οὕτω τύπος τῆς ἄνω χαρᾶς καὶ ἡ νῦν ἐστιν ἑορτή, εἰς ἣν ἐρχόμενοι μετὰ ψαλμῶν καὶ ᾠδῶν πνευματικῶν ἀρχόμεθα τῶν νηστειῶν. 10.14 Κατανόει τὸν μέγαν τοῦτον διδάσκαλον πῶς πᾶν τὸ σχῆμα τοῦ κόσμου σὺν τῷ δόγματι ὁμοίως ἡμῖν συνεχῶς καταλέγει, τὴν βασιλείαν τῶν οὐρανῶν ἀνάγαιον μέγα καὶ ὑπερκόσμιον διαρκοῦν τῇ κτίσει εἰπών, καὶ πρόδρομον ὑπὲρ ἡμῶν γενόμενον ἐν αὐτῷ τὸν ∆εσπότην Χριστὸν κηρύττει, καὶ ἡμᾶς συνεισέρχεσθαι αὐτῷ ἐν τῇ δευτέρᾳ παρουσίᾳ βοᾷ, καὶ τὸ "εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου" εἰς αὐτὸ τὸ ἀνάγαιον λέγει, τουτέστι τὸν οὐρανὸν τοῦ οὐρανοῦ, ἤτοι τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ὅτι ἀπὸ καταβολῆς κόσμου ἡτοίμασται τοῖς ἀνθρώποις ὑπὸ τοῦ Θεοῦ, καὶ ὅτι τύπος ἐστὶν ἡ κατὰ Μωϋσῆν σκηνὴ τῶν οὐρανίων. Εἰπάτωσαν οἱ φιλόνεικοι πῶς οὐ συμφωνεῖ ἡμῖν ὁ μέγας οὗτος διδάσκαλος; Ἢ πῶς ξένην ὁδὸν παρὰ τὴν ἐκκλησιαστικὴν ἐβαδίσαμεν; Ἀλλ' ἄπαγε τῆς τούτων ματαιοπονίας, καὶ προσθήσωμεν τούτῳ καὶ τὸν κατ' ἐκεῖνον καιρὸν Γρηγόριον τὸν Ναζιανζηνὸν ὑπ' αὐτῶν μάλιστα διαβοώμενον, τὰ αὐτὰ τῷ πρὸ αὐτοῦ καὶ ἡμῖν ἐξαγγέλλοντα. Γρηγορίου Ναζιανζηνοῦ ἐκ τοῦ δευτέρου λόγου τοῦ εἰς τὸ Πάσχα 10.15 Ἀλλὰ θύσωμεν τῷ Θεῷ θυσίαν αἰνέσεως ἐπὶ τὸ ἄνω θυσιαστήριον μετὰ τῆς ἄνω χοροστασίας, διασχίσωμεν τὸ πρῶτον καταπέτασμα, τῷ δευτέρῳ προσέλθωμεν, εἰς τὰ Ἅγια τῶν ἁγίων παρακύψωμεν· εἴπω τὸ μεῖζον, ἡμᾶς αὐτοὺς θύσωμεν τῷ Θεῷ. 10.16 Καὶ οὗτος τὰ ὅμοια τῷ πρὸ αὐτοῦ ἐξεῖπε περὶ τοῦ σχήματος πρῶτον καὶ δεύτερον μόνον καταπέτασμα καὶ θυσιαστήριον εἰπών, καὶ περὶ τῶν ἀγγέλων ὡς καὶ αὐτῶν καὶ ἡμῶν ἐν τῷ πρώτῳ καταπετάσματι ἔτι ὄντων, ἐπιθυμούντων δὲ ἅμα ἡμῖν ἐν τῷ δευτέρῳ παρακύψαι. Πῶς οὐ πρόδηλον ὅτι ξένην ὁδὸν ἢ ἀλλοτρίαν οὐκ ἐβαδίσαμεν παρὰ τὴν ἐκκλησιαστικήν; Αἰσχυνέσθωσαν οὖν οἱ φιλόνεικοι τὴν συμφωνίαν τῆς Ἐκκλησίας ὁρῶντες, καὶ μὴ δυσπετείτωσαν εἰς ἡμᾶς· σκληρὸν γὰρ αὐτοῖς πρὸς κέντρα λακτίζειν. Ἀλλὰ καὶ τὸν τρίτον παραγάγωμεν μετὰ τοῦτον γεγονότα κατ' ἐκεῖνο καιροῦ, τὸν τῆς Ἀλεξανδρέων ἐπίσκοπον Θεόφιλον, καὶ αὐτὸν μαρτυροῦντα τοῖς ἡμετέροις, μᾶλλον δὲ τῇ ἀληθείᾳ. Θεοφίλου ἐκ τῆς αʹ ἑορταστικῆσ 10.17 Ἵνα τῶν γηΐνων ἄνω γενόμενοι πράξεων εἰς τὸν ὑψηλὸν τῆς ἀρετῆς οἶκον, καθάπερ οἱ μαθηταί, φάγωμεν ἐν τῷ ἀναγαίῳ τὸ πάσχα, ἔχοντες μεθ' ἑαυτῶν τὸν ὑπὲρ ἡμῶν τυθέντα Χριστόν, ὅλον αὐτὸν ὡς ζωὴν ἐσθίοντες. Τοῦ αὐτοῦ ἐκ τῆς ιʹ ἑορταστικῆσ 10.18 Ἵνα πάλιν τὸ παραπέτασμα καὶ κάλυμμα τῆς λέξεως ἀναστείλαντες, ἀνακεκαλυμμένῳ προσώπῳ, τὴν διαβατήριον τοῦ θείου Πάσχα πανήγυριν κατοπτρίζωνται, βοῶντες τῷ Ἰησοῦ· "Ποῦ θέλεις ἑτοιμάσωμέν σοι τὸ πάσχα;" Ὅτε καὶ μαθόντες παρ' αὐτοῦ ἐν ἀναγαίῳ δεῖν ἐπιτελεῖν τοῦτο, ἄνω τῶν γεωδεστέρων πραγμάτων ἐγίνοντο, εἰς τὰ Ἅγια τῶν ἁγίων δρομαῖοι τῇ γνώμῃ βαδίζοντες, ἔνθα ὁ Χριστὸς αὐτὸς ὑπὲρ ἡμῶν εἰσῆλθε, τοῦ κατὰ τὸν τύπον ἀρχιερέως πέπαυκε τὴν χρείαν, ἡμῖν αἰωνίαν λύτρωσιν εὑράμενος καὶ ὑπὲρ ἡμῶν ἐμφανισθεὶς τῷ προσώπῳ τοῦ Θεοῦ· τότε μὲν γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς εἰσήρχετο εἰς τὰ Ἅγια τῶν ἁγίων, ἔξω τοῦ λαοῦ μένοντος διὰ τὸ μικρὸν τῆς δυνάμεως, ὁ δὲ