1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

140

καὶ ψυχῆς ταραχή, τὰ τῆς ἀνθρωπίνης φύσεως σύμβολα. 10.66 Βαβαὶ τοῦ θαύματος. Τοιαῦτα λέγουσι καὶ φιλονεικοῦσι μεθ' ἡμῶν, ἀποσχίζοντες τὰς Ἐκκλησίας καὶ τυραννοῦντες. Ποῦ γὰρ γέγραπται ὅτι ἠγωνία καὶ ἵδρωσεν, εἰ μὴ ἐν τῷ Λουκᾷ ἔνθα λέγει· "Καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες εἰς τὴν γῆν· καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐνισχύων αὐτόν"; Πῶς τολμῶσιν αὐτὰ λέγειν καὶ πάλιν καταγινώσκειν τῶν τολμώντων αὐτὰ διηγεῖσθαι; Ἆρ' οὐκ ἔστι πρόδηλος φιλονεικία τῶν τοιούτων; 10.67 Παραδραμόντες δὲ καὶ τοῦτον ἐπὶ τὸν πρὸ αὐτοῦ νῦν τετελευτηκότα νέον Τιμόθεον μετέλθωμεν, δεικνύοντες καὶ τοῦτον ἄκοντα συγκατατιθέμενον τῇ ἡμετέρᾳ γραφῇ. Γράφει τοίνυν εἰς τὸ αὐτὸ ῥητὸν ἐξηγούμενος ἐν τῇ περιόδῳ εἰς τὸ Πάσχα ἐν τῷ Ἁγίῳ Βίκτορι ἀναγνωσθέντος Ἠσαΐου τοῦπροφήτου καὶ λέγοντος· "Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος", καὶ μνησθέντες ἐν τῇ ἐξηγήσει τὸ "Πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο", λέγων οὕτως. Τιμοθέου εἰς τὸ "Πάτερ, εἰ δυνατόν, παρελθέτω" 10.68 Φύσις γὰρ ἀεὶ ἐμφιλοχωρεῖν τὴν ψυχὴν ἐν τῷ σώματι καὶ δυσχεραίνειν πρὸς ἀποβίωσιν. Καὶ πάλιν, ἐν τῷ Ἁγίῳ Σαραπάμμωνι ἐβόα· Καὶ μείζονα δὲ τούτων δοθήσεταί μοι παρὰ τοῦ Πατρός, ἐκ νεκρῶν ἀνάστασις, φύσεως ἀνακαινισμὸς καὶ ἀντὶ φθορᾶς ζωοποίησις. Τοῦ αὐτοῦ εἰς τὰ Ἅγια Θεοφάνια, εἰς τὴν γενέθλιον τοῦ Χριστοῦ ἡμέραν, Χοιὰκ λʹ, ἰνδ. ιʹ 10.69 Ἔτεκεν ἡ Παρθένος ἄνθρωπον τέλειον, ἀναμάρτητον. Καὶ μετ' ὀλίγα Συμπεριτμηθῶμεν Χριστῷ, ἵνα συγκαθαρθῶμεν αὐτῷ. Καὶ πάλιν, ἐν τῷ Ἁγίῳ Θεοδώρῳ, Τυβὶ ηʹ, ἰνδ. ιʹ ∆ιὰ γὰρ τοῦ φαινομένου ἔδειξε τὴν δύναμιν τοῦ κρυπτομένου. Τοῦ αὐτοῦ ἐν τῇ Κυρίνου ἐκκλησίᾳ, Κυριακῆς οὔσης, Παχῶν κβʹ, ἰνδ. εʹ, ἀναγνωσθέντος τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου "ὁ δὲ Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο" 10.70 Τοιγαροῦν ἐπειδὴ Θεός ἐστιν ἅμα καὶ ἄνθρωπος ὁ αὐτός, πιστοῦται διὰ τῶν ἔργων ἀμφότερα καὶ λανθάνειν τοὺς ὁρῶντας οὐκ ἀνέχεται. Ὅτι μὲν γὰρ φύσει Θεός τέ ἐστι διὰ τῶν σημείων ἐπιδείκνυται, λεπροὺς καθαιρῶν, φωτίζων τυφλοὺς καὶ παρειμένους ῥωννὺς καὶ τεθνηκόσι διδοὺς ζωήν, καὶ τὸ δὴ μέγιστονταῦτα γὰρ ἴσως καὶ προφῆται κατώρθωσαν, διαρρήδην παρρησιαζόμενος καὶ λέγων· "Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν"· ἀλλὰ τοῖς μέν, ὡς ἔφην, πιστοῦται τὸ μεγαλοφυὲς τῆς θεότητος. 10.71 Ὅτι γε μὴν καὶ ἄνθρωπός ἐστιν ἀληθῶς ὁ αὐτός, οὐδὲ τοῦτο βούλεται λαθεῖν, προανακόπτων τοὺς τὴν φαντασίαν νοσοῦντας, δεικνὺς ἐναργῶς πάθεσιν ὑπουργῶν· καὶ ποίοις πάθεσιν; Ὅσα δι' ἀσθένειαν, οὐ δι' ἁμαρτίαν τῇ σαρκὶ προσῳκείωται, τὸ πεινῆν λέγω καὶ διψῆν καὶ ὑπνοῦν καὶ κοποῦσθαι· ταῦτα γὰρ φύσει καὶ οὐ προαιρέσει συμβαίνοντα ἁμαρτίαν τοῖς ὑπομένουσιν οὐ προστρίβεται. Τούτοις οὖν ὁ Κύριος τοῖς ἀναμαρτήτοις πάθεσιν ἔφησε τὴν ἑαυτοῦ σάρκα πειθαρχεῖν, δεικνὺς σαφῶς ὡς φύσει καὶ ἀληθείᾳ καὶ οὐ δοκήσει γέγονεν ἄνθρωπος. Τοῦ αὐτοῦ ἐν τῷ ἱερῷ, ἐν τῇ ἑορτῇ τῶν Παχῶν 10.72 Θεοῦ μὲν ἴδιον τὸ θαυματουργεῖν καὶ τοῖς στοιχείοις ἐπιτάττειν καὶ τῶν μελλόντων ποιεῖσθαι τὴν προαγόρευσιν, ἀνθρώπου δὲ ἡμέρου καὶ κοινωνικοῦ ἡ πρὸς τοὺς γονεῖς τιμή, ἡ πρὸς τοὺς ἀδελφοὺς συνουσία, ἡ πρὸς τοὺς μαθητὰς καὶ γνωρίμους ὁμιλία. ∆ιά τοι ταῦτα ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, καὶ Θεὸς ὢν ἐκ Θεοῦ καὶ δι' ἡμᾶς γεγονὼς ἄνθρωπος, καὶ τὴν τῆς θεότητος ἐπιδείκνυται δύναμιν καὶ τῆς ἀνθρωπότητος φυλάττει τοὺς νόμους, ὅπερ ἦν τε καὶ ἔστι διὰ τῶν σημείων πιστούμενος, καὶ ὃ γενέσθαι κατηξίωσε διὰ τῶν ἔργων ἐπιδεικνύμενος. Τοῦ αὐτοῦ ἐν τῇ τεσσαρακοστῇ τῆς ἀναλήψεως τοῦ Κυρίου ἡμέρᾳ, Παχῶν κεʹ, ἰνδ. θʹ, εἰς τὸ ῥητὸν τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου τὸ λέγον "συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω" 10.73 Ἀλλ' οἷα καὶ νῦν τὰ παρ' αὐτοῦ πρὸς τοὺς ἀοιδίμους μαθητὰς εἰρημένα κατανοήσωμεν· "Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω." ∆ιὰ τὴν ὑμῶν σωτηρίαν ἐπὶ τῆς γῆς παραγέγονα, διὰ τὴν ὑμῶν ὠφέλειαν πρὸς τὸν οὐρανὸν ἀνιέναι καλόν.