1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

12

αὐτοῦ", σαφῶς περὶ αὐτοῦ τοῦ στερεώματος ἐξειπών. 2.21 Πολλάκις δὲ καὶ τοὺς δύο συμπεριλαμβάνουσα ἡ Γραφὴ ὡς ἐφ' ἑνὸς ἑνικῶς ἐκφωνεῖ λέγουσα διὰ Ἠσαΐου· "Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν", τὸ μὲν "ὡς καμάραν" ἐπὶ τοῦ πρώτου οὐρανοῦ, τὸ δὲ "διατείνας ὡς σκηνὴν" περὶ τοῦ στερεώματος εἰποῦσα, ὡς συνδεδεμένους καὶ ὁμοίους τῷ εἴδει ἀμφοτέρους ἑνικῶς ἐκφωνήσασα. Ὁ δὲ ∆αυΐδ οὕτως λέγει· "Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα", δυϊκῶς μὲν ἀρξάμενος, ἑνικῶς δὲ καταλήξας. Ἐπειδὴ γὰρ κατὰ τὸ τῆς ἑβραΐδος γλώττης ἰδίωμα οὐρανοὶ καὶ οὐρανὸς ὁμοίως ἐκφωνεῖται, συνδέδενται δὲ καὶ ἀμφότεροι ὡς εἷς καὶ ὅμοιοί εἰσι κατ' αὐτὸ τὸ εἶδος καὶ τὴν πρόσοψιν, ἀδιαφόρως ἡ θεία Γραφὴ καὶ πληθυντικῶς καὶ ἑνικῶς καλεῖ ἐπὶ τοῦ οὐρανοῦ. 2.22 Τούτῳ γὰρ τῷ ἰδιώματι κεχρημένος ὁ μακάριος ∆αυῒδ βοᾷ· "Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν", ἵνα εἴπῃ ἑνικώτερον "ὁ οὐρανὸς τοῦ οὐρανοῦ", ἐπιφέρει γάρ· "Καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν", σαφῶς καὶ ἐνταῦθα πληθυντικῶς μὲν εἰπὼν "οὐρανῶν", περὶ δὲ τοῦ στερεώματος δηλώσας τοῦ ἔχοντος ἐπάνω τὰ ὕδατα. Ἑπόμενος γὰρ τῷ ἰδιώματι, ἀντὶ τοῦ εἰπεῖν "ὁ οὐρανὸς τοῦ οὐρανοῦ", εἶπεν "οἱ οὐρανοὶ τῶν οὐρανῶν." Αὐτὸς γὰρ πάλιν καὶ ἑτέρωθί φησιν· "Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων", "οὐρανὸν οὐρανοῦ" καλέσας τὸν πρῶτον τὸν καμαροειδῆ, ὃς οὐρανός ἐστι τοῦ στερεώματος, ὡς ἀνώτερος καὶ ὑψηλότερος αὐτοῦ ὑπάρχων. 2.23 Καὶ ὁ ἱεροφάντης δὲ Μωϋσῆς ἐν τῷ ∆ευτερονομίῳ φησὶν οὕτως· "Ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ." Ἀλλὰ καὶ ὁ μέγας Ἀπόστολος κέχρηται τούτῳ τῷ ἰδιώματι βοῶν· "Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα", ἀρξάμενος μὲν πληθυντικῶς, ἐπὶ τὸ ἑνικὸν δὲ λήξας "ἐξ οὗ" ἑνικῶς εἰπών. Πολλάκις δὲ καὶ ὁ ∆αυῒδ κατακέχρηται τῷ τοιούτῳ ἰδιώματι βοῶν· "Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν", καὶ μετὰ τὸ εἰπεῖν ὅτι καὶ "Ἐκ τῆς γῆς αἰνεῖτε αὐτόν", συντελῶν λέγει· "Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ", ἀλλὰ καί· "Τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει", καὶ ὅσα κατὰ τὸ μέρος τοῦτο διηγεῖται. 2.24 Τὸ δὲ σχῆμα τῆς γῆς εἴπαμεν ἐπίμηκες ἀπὸ ἀνατολῶν ἐπὶ δυσμάς, καὶ εὖρος ἀπὸ ἄρκτου ἐπὶ μεσημβρίαν· διαιρεῖσθαι δὲ ταύτην εἰς δύο, μεσαζούσης κυκλόθεν τῆς θαλάσσης, τοῦ λεγομένου παρὰ τοῖς ἔξω Ὠκεανοῦ, καὶ κυκλούσης ταύτην τὴν γῆν, ἣν νῦν οἰκοῦμεν οἱ ἄνθρωποι, κἀκείνην, ἧς τὰ ἄκρα τοῦ οὐρανοῦ τοῖς ἄκροις αὐτῆς συνδέδενται, ἣ καὶ κυκλοῖ τὸν Ὠκεανόν, ἥν ποτε ᾠκοῦμεν οἱ ἄνθρωποι κατὰ ἀνατολάς, πρὶν γενέσθαι ἐπὶ Νῶε τὸν κατακλυσμόν, ἔνθα καὶ ὁ παράδεισός ἐστι. 2.25 Περάσαντες ἐπὶ τοῦ κατακλυσμοῦ εἰς ταύτην τὴν γῆν διὰ τῆς κιβωτοῦ παραδόξως τὸν Ὠκεανὸν ἐπὶ τὰ μέρη τῆς Περσίδος, ἔνθα καὶ ἐκάθισεν ἡ κιβωτὸς εἰς τὰ ὄρη Ἀραρὰτ διασώσασα τόν τε Νῶε καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ σὺν ταῖς γυναιξὶν αὐτῶν, ὡς εἶναι ζυγὰς τέσσαρας, καὶ τὰ ἄλογα πάντα, τὰ μὲν καθαρὰ ἀπὸ ζυγῶν τριῶν, τὰ δὲ θηριώδη ἀπὸ ἑνὸς ζευγαρίου, ἐπειδὴ τὸ περισσὸν ἓν ἀπὸ πάντων τῶν καθαρῶν θυσίαν τῷ Θεῷ ἀνενέγκας φαίνεται ὁ Νῶε· ὥστε οἱ μὲν ἄνθρωποι ζυγαὶ τέσσαρες ἦσαν, τὰ δὲ καθαρὰ ἄλογα ἀπὸ ζυγῶν τριῶν καὶ τὰ ἄγρια ἀπὸ ἑνὸς ζευγαρίου. 2.26 Καὶ περάσασα εἰς τὴν γῆν ταύτην, εἰς ἣν νῦν ἐκ τότε οἰκοῦμεν, διαμεμερισμένοι τὴν γῆν υἱοὶ τοῦ Νῶε οἱ τρεῖς, ὅ τε Σὴμ καὶ οἱ ἐκ τούτου ἀπὸ Ἀσίας ἕως ἔσω ἀνατολῶν τοῦ Ὠκεανοῦ, καὶ ὁ Χὰμ καὶ οἱ ἐκ τούτου ἀπὸ τῆς δύσεως τῶν λεγομένων Γαδείρων ἕως τοῦ Ὠκεανοῦ τῆς Αἰθιοπίας τῆς καλουμένης Βαρβαρίας, πέραν τι πέρα τοῦ Ἀραβίου κόλπου, παρατεί νοντες ἕως τῆς ἡμετέρας θαλάσσης, Παλαιστίνης λέγω καὶ Φοινίκης, πάντα τὰ νότια μέρη, καὶ πᾶσαν τὴν Ἀραβίαν, τὴν καθ' ἡμᾶς καὶ τὴν καλουμένην Εὐδαίμονα, καὶ ὁ Ἰάφετ καὶ οἱ ἐκ τούτου ἀπὸ τῶν βορειοτέρων μερῶν, τῶν Μηδικῶν λέγω καὶ Σκυθῶν, μέχρι τοῦ Ὠκεανοῦ κατὰ τὴν δύσιν, ἕως ἔξω Γαδείρων, καθὰ καὶ ἐν τῇ Γενέσει γέγραπται παρὰ