1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

30

ἐπὶ τὰ ἔξω εὗραν πεδίον ἐν γῇ Σενναάρ. Μιᾶς δὲ γλώττης ὄντες οἱ πάντες ὁμοθυμαδὸν διελογίζοντο λέγοντες ὅτι· Τοὺς πρὸ ἡμῶν ἀνθρώπους ὁ Θεὸς κατακλυσμῷ διέφθειρεν· εἰ δοκήσει αὐτῷ πάλιν ὀργισθῆναι καὶ ἡμῖν καὶ κατακλυσμῷ διαφθεῖραι, ἀπολλόμεθα πάντες. Ἀλλὰ δεῦτε, πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί, ἵνα τοῖς ὕδασιν ἀντέχωσι, καὶ ἀσφάλτῳ οἰκοδομήσαντες ποιήσωμεν πύργον ὑψηλόν, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ, ἵνα τοῦ μὲν κατακλυσμοῦ ῥυσθέντες σωθῶμεν ἐν τῷ πύργῳ. Εὐχερῶς δὲ πρὸς αὐτὸν παραταξώμεθα εἰς πόλεμον, ἐγγύτατοι αὐτοῦ ὄντες, ἕως ἐσμὲν ὁμοῦ πάντες, πρὶν ἢ διασκορπισθῶμεν. Τοῦτο γὰρ δηλοῖ τὸ λέγειν· "Καὶ ποιήσωμεν ἑαυτῶν ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ προσώπου πάσης τῆς γῆς." 3.3 Ἀρξάμενοι τοίνυν οἰκοδομεῖν καὶ τυραννικῷ τρόπῳ βουλόμενοι εἰς τὸν οὐρανὸν ἀνελθεῖν, ὁ φιλάνθρωπος καὶ εὔσπλαγχνος Θεός, εἰδὼς καὶ προειδὼς ὃν ἔκτισεν αὐθαίρετον καὶ αὐτεξούσιον ἄνθρωπον, τὴν δύναμιν μὲν τοῦ ἐν αὐτῷ λογικοῦ, τὴν ἀσθένειαν δὲ τῆς αὐτοῦ σαρκός, σπλαγχνισθεὶς μᾶλλον ἤπερ ὀργισθείς, πεποίηκε πάλιν οἰκονομίαν μεγάλην, μὴ ἐάσας αὐτοὺς ἀνόνητα κάμνειν καὶ μοχθεῖν. Μετὰ τοῦ γὰρ συντρίβεσθαι τῷ καμάτῳ διεφθείροντο παντελῶς ἐφ' ὕψους γινόμενοι ἔκ τε τῆς σφοδρότητος τῶν ἀνέμων ἄνωθεν καταβαλλόμενοι καὶ τῇ ἐγγύτητι τοῦ ἡλίου κατακαυματούμενοι καὶ τῇ ἐκπλήξει τοῦ ὕψους σκοτούμενοι πάλιν καὶ καταφερόμενοι. ∆ιαιρεῖ οὖν αὐτῶν καὶ συγχεῖ τὴν γλῶτταν εἰς πολλὰς καὶ παύει μὲν τῆς ἀθέου μανίας, διασκορπίζει δὲ αὐτοὺς καὶ κατοικίζει εἰς πᾶσαν τὴν γῆν. Αὕτη ἡ αἰτία τοῦ διαμερισμοῦ τῶν ἐθνῶν καὶ τῆς κατοικίας τῆς ἐπὶ τῆς γῆς. 3.4 Ἐπ' ἐσχάτων οὖν τῶν ἡμερῶν εὐδοκήσας ὁ Θεὸς ἐν τοῖς ἀνθρώποις, καθὰ γέγραπται· "Ἐν ἀνθρώποις εὐδοκία", ἰδίᾳ βουλῇ καὶ ἀγαθότητι ἀναγαγεῖν αὐτοὺς εἰς τὸν οὐρανόν, τὴν ἡμετέραν ἀπαρχὴν μετὰ τεσσαράκοντα ἡμέρας τῆς ἀναστάσεως ἀνήγαγεν εἰς τὸν οὐρανόν. Προμηνύων δὲ πάλιν καὶ τῶν λοιπῶν ἀνθρώπων τὴν ἄνοδον, ἐν τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς διὰ Πνεύματος ἁγίου συνάξας, ἅς ποτε διεῖλε γλώσσας, οὐρανόθεν τοῖς ἀποστόλοις δίδωσι, καὶ ἐλάλουν γλώσσαις "τὰ μεγαλεῖα τοῦ Θεοῦ", "καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι", ὥστε τοὺς παρισταμένους πάντας ἐκ πάντων τῶν ἐθνῶν συνηγμένους ἀκούειν ἕκαστον τῇ ἰδίᾳ διαλέκτῳ "τὰ μεγαλεῖα τοῦ Θεοῦ" καὶ γνῶναι τὴν εὐδοκίαν τοῦ Θεοῦ, ἣν ηὐδόκησεν ἐν τοῖς ἀνθρώποις, ὅτι ποτὲ οἱ τυραννοῦντες καὶ βουλόμενοι ἄνθρωποι εἰς τὸν οὐρανὸν ἀνελθεῖν ἄπρακτοι μεμενήκασιν, εὐδοκίᾳ δὲ Θεοῦ νῦν εἰς οὐρανὸν οἱ πιστοὶ ἀναφέρονται. Παραγραφή 3.5 Ἐνταῦθα ἐφ' ὑψηλοῦ γενόμενοι οἱ πρῶτοι ἄνθρωποι τὸν πύργον ᾠκοδόμουν, καὶ συχνῶς τοῖς ἄστροις ὑπονοοῦντες καὶ ὁρῶντες τὰ μὲν τῶν ἄστρων ἀνερχόμενα, τὰ δὲ κατερχόμενα, τρόπον τινὰ ὡς ἐπὶ μηχανῆς στρεφόμενον ὑπώπτευσαν πρὸς τὸ σφαιροειδῆ εἶναι τὸν οὐρανόν. Ἠγνόησαν γὰρ καὶ τὸ σχῆμα τῆς γῆς καὶ ὅτι ὑπὸ ἀγγέλων κινοῦνται ἐν τῷ ἀέρι. ∆ιὰ τοῦτο τὴν ὑπόνοιαν ταύτην ἔσχον. Τὰς πύλας ταύτας τὰς διαπερώσας τὸν πύργον ἐποίησαν, μηχανώμενοι πάντοθεν, ἵνα μὴ δῆθεν ἐκ τῶν ὑδάτων τοῦ κατακλυσμοῦ καταβληθῇ ὁ πύργος· ὁμοίως καὶ τὴν πλίνθον ᾠκοδόμουν, ἵνα τοῖς ὕδασι δῆθεν ἀντέχῃ. Οὗτος γάρ ἐστιν ὁ πύργος οἰκοδομούμενος. Φασὶ δὲ κατέχειν τοῦ πλάτους τὸ διάστημα τῶν θεμελίων τρία ἐπὶ τρία μίλια. Λέγουσι δὲ καὶ τὴν ἄνοδον ἔξωθεν αὐτὸν κύκλῳ ἔχειν, ἵνα διὰ τῶν θυρίδων φῶτα δέχηται ἡ ἄνοδος. Τὸ κείμενον 3.6 Ἔτι δὲ διατριβόντων τῶν Ἰσραηλιτῶν ἐν τῇ Αἰγύπτῳ, γεννηθεὶς ὁ Μωϋσῆς καὶ ἀνατραφεὶς ἐν τοῖς βασιλείοις Αἰγύπτου ἐπεπαίδευτο πᾶσαν τὴν σοφίαν τῶν Αἰγυπτίων, παραλαβὼν διὰ τῆς ὄψεως καὶ αὐτὸς τὴν σφαῖραν καὶ τὴν ἀστρονομίαν, ἢ καὶ μαγείαν, καὶ τὰ ἱερογλυφικὰ γράμματα, μᾶλλον δὲ σύμβολα γραμμάτωνγράμματα γὰρ οὔπω ἦν, καὶ ἁπλῶς εἰπεῖν, πάσης αὐτῶν τῆς σοφίας μέτοχος γεγονώς. Καθὰ διηγεῖται ἡ θεία Γραφή, ἀνδρωθεὶς καὶ ζηλωτὴς ὑπάρχων μᾶλλον τοῦ πατρίου ἔθνους φονεύει τὸν Αἰγύπτιον, καὶ φοβηθεὶς