1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

49

ὑπάρχοντος, πῶς αὐτήν φατε κινεῖσθαι; Εἴπατε, μὴ φθονήσητε ἡμῖν. Χωρὶς γὰρ τόπου, ἤτοι εὐρυχωρίας, ἀδύνατον κινεῖσθαι αὐτήν. ∆είξατε οὖν ἡμῖν δι' οἱουδήποτε θέλετε ὀργάνου ὅτι δυνατὸν αὐτὴν κινεῖσθαι ἄνευ τόπου ἢ σώματος ἢ στοιχείου ἢ εὐρυχωρίας. Καὶ μὴ λόγοις κενοῖς μόνον κομπάσητε, ὅτι φυσικοὶ τυγχάνετε· Ἐπειδὴ δὲ καὶ ἔνιοι ὡς ὁ τόρνος βούλονται ὑπὸ κλώτακος στρέφεσθαι ἢ ὑπὸ ἄξονος ἢ ὡς ἅμαξα ἢ ὡς μηχανή, δειξάτωσαν καὶ αὐτοὶ ἐν τίνι ἐρηρεισμένα τυγχάνει ἢ ὁ κλῶταξ ἢ ὁ ἄξων, κἀκεῖνο πάλιν ἐπὶ τίνος, καὶ ἐπ' ἄπειρον. Πῶς οὖν φυσικὰ διαλέγεσθε; Πῶς δὲ καὶ τὴν γῆν οὐ διήκει μέσην οὖσαν ὁ ἄξων καὶ περιστρέφει; 4.20 Πάλιν δὲ λέξατε οἱ τούτοις ἑπόμενοι καὶ χριστιανίζειν ἐθέλοντες εἰς ποῖον χῶρον τῶν ὀκτὼ σφαιρῶν ἢ τῆς ἐνάτης, τῆς λεγομένης παρά τισιν ἀνάστρου, εἰσελήλυθεν ὁ Χριστός, ἢ καὶ ἡμεῖς μέλλομεν εἰσιέναι; Ἢ πῶς ὕδατα δύνανται εἶναι εἰς σφαῖραν στρεφομένην; Ἢ πῶς ἐν τῇ συντελείᾳ πιπτόντων τῶν ἄστρων ἔτι σῴζονται αἱ τοσαῦται ὑμῶν σφαῖραι; Καὶ τί τὸ χρειῶδες αὐτῶν; Ἆρ' οὐ πρόδηλον ὅτι ἀνέλπιστα χριστιανικῆς δόξης διαλέγεσθε; Ταῦτα γὰρ εἰ μὴ τοῖς ἀνελπίστοις Ἕλλησι τοῖς μὴ ἐλπίζουσιν ἑτέραν κρείττονα κατάστασιν οὐχ ἁρμόζει, οἵτινες ἀκολούθως ἑαυτοῖς τὸν κόσμον ἀϊδίως ὑποτίθενται, ἵνα σῴζηται αὐτοῖς ἡ τῶν σφαιρῶν πλουσία πληθύς, ἐν αἷς ἀεὶ οἱ πλάνητες τὸν ἑαυτῶν δρόμον ἐκτελοῦσιν, ἐν ἄλλῃ δὲ καὶ οἱ ἀπλανεῖς, καὶ ἔχει πιθανότητα λόγου ἡ παρ' αὐτῶν προφερομένη πλάνη. Ὑμεῖς δὲ παντελῶς ἀπίθανα διαλέγεσθε, καὶ πλῆθος σφαιρῶν θέλετε, καὶ συντέλειαν κόσμου θέλετε, τὸ χρειῶδες τούτων οὐ δυνάμενοι λέγειν. 4.21 Ὁμοίως καὶ ὕδατα ἐπάνω σφαιρῶν στρεφομένων βούλεσθε, ἅπερ καταγέλαστα καὶ πάσης ἀνοίας ἀνάμεστα βούλεσθαι, καὶ ἐναντία ἑαυτοῖς καὶ τῇ φύσει τῶν πραγμάτων διαλέγεσθε. Καὶ ἐν ἓξ ἡμέραις θέλετε γεγενῆσθαι τὸ πᾶν καὶ ποίησιν τρίτου οὐρανοῦ ἐν αὐταῖς μὴ εὑρίσκοντες ὀκτὼ καὶ ἐννέα τολμᾶτε λέγειν. Πόση παρ' ὑμῖν ἐπιστήμη, πόση παρ' ὑμῖν σοφία, πόση σύνεσις, πόση ἐναντιότης· "Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν", καλῶς τῷ Κυρίῳ λέλεκται, ἀλλ' ἢ τῷ Θεῷ, τῷ Θεῷ, ἢ τῷ μαμωνᾷ, τῷ μαμωνᾷ. Καὶ πάλιν αὐτὸς διὰ Παύλου βοᾷ· "Οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων", καὶ πάλιν· "Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Τίς γὰρ μετοχὴ δικαιοσύνης καὶ ἀνομίας; Ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; Τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ; Ἢ τίς μερὶς πιστοῦ μετὰ ἀπίστων; Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;" 4.22 Πῶς γὰρ πάλιν δυνατὸν τὴν γῆν, καθ' ὑμᾶς μεσοτάτην τοῦ παντὸς οὖσαν, τὸν ἐπὶ τοῦ Νῶε ὑπομεῖναι κατακλυσμόν; Ἢ πιστεύεσθαι πρώτην καὶ δευτέραν ἡμέραν πάλιν πᾶσαν καλύπτεσθαι ὑπὸ ὑδάτων καὶ τῇ τρίτῃ μετὰ τὸ συναχθῆναι τὸ ὕδωρ φανῆναι αὐτήν, καθὰ γέγραπται ἐν τῇ Γενέσει; 4.23 Ἀλλὰ καὶ τὸ σοφώτερον, ἀντίποδας ὑποτίθεσθε τοὺς ἀνθρώπους ἐν ὅλῃ τῇ γῇ περιπατοῦντας. ∆ιαγράφομεν τοίνυν καθ' ὑμᾶς τὴν γῆν καὶ τοὺς ἀντίποδας· καὶ πᾶς τις ἐν ὑμῖν ἔχων ὄψεις ὑγιεῖς καὶ λογισμοὺς σώφρονας περιστρέψει ὡς ἂν βούληται τὴν γῆν καὶ εἰπάτω, εἰ πάντες οἱ ἀντίποδες δύνανται ὄρθιοι κατὰ ταὐτὸν εἶναι· ἀλλ' οὐκ ἂν δείξωσιν, εἰ καὶ ἀναισχύντως ἐροῦσιν. 4.24 Οὕτως οὖν πρὸς τὰς ὑμετέρας πλαστὰς καὶ οὐκ ἀληθεῖς ὑποθέσεις καὶ τὰ συμπεράσματα τῶν ὑμετέρων λόγων ἀνώμαλα καὶ ἀκατάλληλα καὶ ἀσύστατα καὶ κλόνον οὐ τὸν τυχόντα ὑπομένοντα καὶ περιφορὰν πλείονα τῆς ἀστάτου καὶ περιφερομένης παρ' ὑμῖν μυθικῆς σφαίρας. 4.25 ∆ιό, φιλόχριστε πάτερ, τοῦτο γὰρ τοῦ λόγου τοῦ τετάρτου τέλος ποιησάμενος ἄρξομαι, μετὰ τὴν διαγραφὴν τῶν ἀντιπόδων, καὶ τοῦ πέμπτου λόγου, ὡς ἐπήγγελμαι τῇ σῇ φιλοθέῳ ψυχῇ τῆς σκηνῆς τὴν διαγραφὴν τῆς ἐν τῇ ἐρήμῳ ὑπὸ Μωϋσέως κατασκευασθείσης ποιήσασθαι, βουλήσει τοῦ πάντων ἡμῶν Σωτῆρος Θεοῦ. 5.τ ΛΟΓΟΣ Εʹ Ἐν ᾧ ἐστι τῆς σκηνῆς ἡ διαγραφή, καὶ τῶν προφητῶν καὶ ἀποστόλων ἡ συμφωνία. 5.1 Περὶ δὲ τῆς σκηνῆς, τῆς ἐν τῇ ἐρήμῳ διὰ Μωϋσέως κατασκευασθείσης, καιρὸς λοιπὸν καὶ αὐτῆς τὴν διαγραφὴν ποιήσασθαι, καθὰ καὶ παρελάβομεν ἐκ τοῦ