1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

119

ὁρᾶν ἤτοι γινώσκειν πάντα λέγουσιν, οἱ δὲ καὶ μετενσωμάτωσιν βούλονται, ἄλλοι καὶ προβιοτὴν ἀσπάζονται· οἷς καὶ ἕπεται λέγειν ἐξ ἀκολουθίας καταλύεσθαι τὴν σφαῖραν, ἤτοι πάσας, καὶ πᾶσαν σωματικὴν φύσιν ἀπόλλυσθαι καὶ ὑποστρέφειν εἰς τὴν ἀρχαίαν τάξιν τὰς ψυχάς, ὥσπερ καὶ οἱ περὶ τὸν θαυμάσιον Ὠριγένην δοξάζουσι· ἕτεροι δὲ ἀεὶ ἄναρχον καὶ ἀτελεύτητον αὐτὸν τὸν οὐρανόν φασιν εἶναι καὶ ἐν γενέσει καὶ ἐν φθορᾷ ἀεὶ διάγειν τὸν κόσμον, οἷς συνάγεται χαιρεσίκακον μᾶλλον ἢ ἀδύναμον ἢ φθονερὸν τὸν Θεὸν λέγειν, ἤγουν παντελῶς ἀθεΐαν δοξάζειν· ἀνοίκειον γὰρ τὸ οὕτως πάντοτε μένειν τὸν κόσμον ἐν γενέσει καὶ φθορᾷ, καὶ ἕτερα πάμπολλα ἄπορα αὐτοῖς πᾶσιν ἀνακύπτει. 7.94 Μόνοι δὲ τέλειοι χριστιανοὶ ὑπάρχουσιν ὡς στάχυες εὐσεβείας μέσον ἀκανθῶν καὶ ζιζανίων ὄντες, οἱ πιστεύοντες πάσῃ τῇ θείᾳ Γραφῇ, Παλαιᾷ τε καὶ Καινῇ ∆ιαθήκῃ, καὶ μήτε πρὸ ταύτης τῆς καταστάσεως εἶναι ἑτέραν λέγοντες, μήτε μετὰ τὴν μέλλουσαν ἑτέραν ἀποφαινόμενοι, ἀλλὰ τὰς δύο μόνας, ἃς καὶ ἡ καταγραφὴ ἁρμοδίως δείκνυσιν, ὅτι ἐκ ταύτης τῆς καταστάσεως ἐπὶ τὴν μέλλουσαν καὶ οὐράνιον μετερχόμεθα καὶ πάλιν τότε σὺν Κυρίῳ διάγομεν, καθάπερ πᾶσα ἡ θεία Γραφὴ διαλέγεται, ἀρξάμενον μὲν τὸν Θεὸν δημιουργεῖν, ποιήσαντα δὲ τοὺς δύο χώρους, καὶ παυσάμενον τῆς δημιουργίας κατὰ τὸν ἄνωθεν αὐτοῦ καὶ ἐξ ἀρχῆς σκοπόν. 7.95 Ἀλλόκοτα τοίνυν συνέγραψεν, ὦ βέλτιστε, ὃν εἴρηκας πεπλασμένον μᾶλλον χριστιανόν, τοὺς οὐρανοὺς καταλύεσθαι λέγων, οὓς καὶ σφαιροειδεῖς δοξάζει κατὰ τὴν ὑποθήκην τῶν ἔξωθεν, καὶ τούτους ἀεὶ περιστρέφεσθαι, μύθους μᾶλλον γραώδεις ἀναγραψάμενος ἢ χριστιανικὰ δόγματα, οὐδενὶ τὸ σύνολον ἀκολουθήσας, εἰ μὴ ἐκ μέρους τῷ χρηστῷ Ὠριγένῃ· τῆς γὰρ δόξης τῶν χριστιανῶν παντελῶς ἠλλοτρίωνται τὰ παρ' αὐτοῦ συγγραφέντα. Ὑμέτερον δὲ ἂν εἴη λοιπὸν κρῖναι καὶ συγκρῖναι ἕκαστον δόγμα καὶ σχῆμα καὶ σκοπῆσαι ποίῳ δόγματι καὶ σχήματι χρὴ τὸν ἀληθῶς χριστιανὸν τὸν εὐσεβεῖν βουλόμενον προστεθῆναι. Πολλὴν γὰρ ἀπάτην ὁρῶ καὶ δόλον τοῦ συγγραψαμένου τοὺς μύθους, καὶ τῷ οὐρανῷ τὸ σφαιρικὸν σχῆμα δωρουμένου καὶ πάλιν τοῦτον καταλύεσθαι λέγοντος. 7.96 Ἐγὼ γάρ, ὦ προσφιλέστατε, οὕτως κατὰ τὴν θείαν Γραφὴν φρονῶ, θαρρῶ δὲ καὶ σὲ τοιοῦτον εἶναι οἷος κἀγώ, χριστιανὸν ἑπόμενον ταῖς θείαις Γραφαῖς καὶ τῇ παραδόσει τῆς ἁγίας Ἐκκλησίας φασκούσῃ· Πιστεύω εἰς ἕνα Θεόν, τουτέστι Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον, καὶ εἰς σαρκὸς ἀνάστασιν, εἰς μίαν ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν, ὡς καὶ αὐτὸ τὸ Σύμβολον λέγει· πιστεύω ἀνάστασιν ἔσεσθαι νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. 7.97 Καὶ ὡς οἱ ἱερεῖς ὁμοίως εὔχονται περὶ μὲν τῶν προσφερόντων οὕτως λέγοντες· Τὸ εὐχαριστήριον τῶν δούλων σου πρόσδεξαι εἰς τὸ οὐράνιον καὶ ἐλλόγιμόν σου θυσιαστήριον, εἰς τὰ μεγέθη σου τῶν οὐρανῶν, ἀποδιδοὺς αὐτοῖς ἀντὶ φθαρτῶν ἄφθαρτα, ἀντὶ προσκαίρων αἰώνια, ἀντὶ ἐπιγείων οὐράνια, περὶ δὲ τῶν κεκοιμημένων οὕτως· Τὴν ψυχὴν τοῦδε ἀνάπαυσον συνανεγείρων καὶ τὴν σάρκα αὐτοῦ ἐν ᾗ ἂν ἡμέρᾳ ὥρισας κατὰ τὰς ἀληθεῖς καὶ ἀψευδεῖς σου ἐπαγγελίας, οἷς κἀγὼ ἐπισυνάπτω ἐπευχόμενος ἅμα αὐτοῖς τὸ ὑπόλοιπον λέγων· Ἡμῖν δὲ χριστιανὰ τὰ τέλη καὶ εὐάρεστα ἐνώπιόν σου χάρισαι, εἰς τοὺς αἰῶνας. Ἀμήν. Χριστιανοῦ πρὸς Ἀναστάσιον περὶ οὐρανοῦ, τοῦ γραμματικοῦ αἰτησαμένου Ἀνατολίου 8.τ ΛΟΓΟΣ Ηʹ Εἰς τὴν ᾠδὴν Ἐζεκίου, βασιλέως τῆς Ἰουδαίας,καὶ εἰς τὸν ἀναποδισμὸν τοῦ ἡλίου 8.1 Εὖ εἰδώς, ὦ φίλε Πέτρε, τὸ δυσάρεστον τῶν ἀνθρώπων γένος ὄκνῳ πολλῷ κατειχόμην ἐπὶ τῇ ὑμετέρᾳ κελεύσει. Οἱ μὲν γὰρ τῶν ἀνθρώπων αὐτὸ τοῦτο τοὺς συγγράφειν τι ἐθέλοντας ψέγουσιν ὡς εἰς πράγματα καθιέντας ἑαυτούς, ἐξὸν αὐτοῖς ἀπηλλάχθαι καμάτου καὶ ἡσύχου διατριβῆς ἀπολαύειν· οἱ δὲ καὶ τὰ ἐπίπονα, ὡς μηδὲν λογιζόμενοι τὴν γραφήν, ἐν κρυπτῷ θέντες ἠρεμοῦσιν· ἕτεροι δὲ πόθῳ μὲν ἄρχονται τῆς ἀναγνώσεως, εἶτα κατολιγωρήσαντες τῶν τετραπόδων τὸ μέτρον ποιοῦνται· οἱ δὲ καὶ ἐν λόγῳ ὄντες τὸ