1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

112

ὑπεράνω τῶν οὐρανῶν", ἵνα εἴπῃ τοῦ οὐρανοῦ· διαρρήδην νῦν τὰ ἐπάνω εἰρηκώς, εὔδηλός ἐστιν εἰδὼς τὰ πρότερα ὑποκάτω. 7.55 Εἶτα πάντα εἰπὼν τὰ ἐν τοῖς οὐρανοῖς αἰνεῖν τὸν Θεόν, τὴν αἰτίαν ἐπιφέρει, δι' ἣν αὐτὸν ὤφειλον ὑμνεῖν, καί φησιν· "Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν· ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται"· εἶτα λοιπὸν μετέρχεται καὶ περὶ τὴν γῆν καὶ λέγει πάντα τὰ ἐν τῷ ἀέρι καὶ τοῖς ὕδασι καὶ ἐν τῇ γῇ διαιτώμενα, ἐν ᾗ καὶ τὸν ἄνθρωπον ἔταξε, καὶ πάλιν ἐγκελεύεται λέγων· "Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου", δι' ἣν αἰτίαν φησίν· "Ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου"· λοιπὸν τὰ πάντα συνάπτει λέγων· "Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ", ἅμα δηλώσας ὅτι καὶ ἔσωθεν γῆς καὶ οὐρανοῦ εἰσι πάντα, ὁμοίως καὶ αὐτὸς τῷ Μωϋσῇ εἰρηκώς, ὃς ἔφησεν· "Ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς", ἔτι φανερώτερον δηλώσας πάντας τοὺς ἀγγέλους ἔσωθεν ὄντας οὐρανοῦ καὶ γῆς καὶ περιγραφομένους ὑπ' αὐτῶν. 7.56 Ἔτι πάλιν ἐν ἑτέρῳ λέγει ὁ ∆αυΐδ· "Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ", σαφῶς περὶ τοῦ στερεώματος εἰπὼν ὡς ἐν τάξει στέγης ἡμῶν ὑπάρχοντος, ἐν ᾧ εἰσιν ἐπὶ νώτου τὰ ὕδατα· δέρριδες γὰρ κυρίως καλοῦνται τὰ ἄνωθεν σκέποντα τὴν σκηνήν, εἴτε ἱμάτια εἶεν, εἴτε ἀπὸ τριχῶν. 7.57 Εἶτα ἐπισυνάπτει καί φησιν· "Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων, ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα"· πάλιν ἀπὸ τοῦ στερεώματος ἐπὶ τὰ κάτω νεφῶν καὶ ἀνέμων μνημονεύσας ἐπήγαγεν ὁμοῦ εἶναι καὶ τοὺς ἀγγέλους, τοὺς αὐτοὺς καὶ λειτουργοὺς καλέσας· καὶ ταῦτα μὲν ὁ ∆αυΐδ. Μετέλθωμεν δὴ καὶ ἐπὶ τὸν μεγαλοφυέστατον ∆ανιὴλ τὸν προφήτην. Τί φησιν ἐκ προσώπου τοῦ ὕμνου τῶν τριῶν παίδων; "Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον· εὐλογεῖτε, οὐρανοί, τὸν Κύριον· εὐλογεῖτε, ἄγγελοι Κυρίου, τὸν Κύριον· εὐλογεῖτε, ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ, τὸν Κύριον", καὶ αὐτὸς μετὰ τοὺς οὐρανοὺς τῶν ἀγγέλων μνημονεύσας, μὴ καταλιπὼν δὲ ἀμνημόνευτα καὶ τὰ ἐπάνω τοῦ οὐρανοῦ ὄντα ὕδατα. 7.58 Τῇ ἀκολουθίᾳ πάλιν χρησάμενος ἀνέλαβε τὸν λόγον, καὶ ἐκ τῶν ὑποκάτωθεν δευτερώσας τοὺς ἀγγέλους ∆υνάμεις αὐτοὺς ἐξεῖπεν, ἐν οἷς ἐπισυνῆψεν ἥλιον καὶ σελήνην καὶ ἄστρα καὶ ὄμβρους καὶ δρόσους καὶ ἀνέμους καὶ πῦρ καὶ ψῦχος καὶ καῦμα καὶ νεφέλας καὶ νιφετοὺς καὶ ἀστραπὰς καὶ πάντα τὰ περὶ τὸν ἀέρα καὶ τὰ ὕδατα καὶ τὴν γῆν· ἑπόμενος τῷ τε ∆αυῒδ καὶ τῷ Μωϋσῇ ὕστερον καὶ αὐτὸς τὰ περὶ τὸν ἄνθρωπον εἴρηκε, δι' ὃν τὰ πρότερα πάντα γεγόνασι· σύνδεσμος γάρ τις ὢν ὁ ἄνθρωπος πάσης τῆς κτίσεως καὶ ἐνέχυρον φιλίας παντὸς τοῦ κόσμου ἐξ ἀνάγκης πάντα τὰ προειρημένα περιέχει κατά τινα ἀναλογίαν. Εὖ γὰρ εἴρηται παρὰ τοῖς ἔξωθεν μικρὸς κόσμος ὁ ἄνθρωπος. 7.59 Πάντες τοίνυν οἱ θεοφόροι ἄνθρωποι, προφῆταί τε καὶ ἀπόστολοι, σεμνοτάτῳ βίῳ κατακεκοσμημένοι καὶ παραδεδωκότες ἑαυτοὺς ὑπὲρ τῆς εὐσεβείας μυρίοις παθήμασι καὶ θανάτοις, καθὰ γέγραπται, "ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος", ἔτι δὲ καὶ παράδοξα πάμπολλα λόγῳ μὴ ὑποβαλλόμενα καὶ δυνάμεις ποικίλας ἐργασάμενοι, καὶ παρὰ Θεοῦ ἱκανοὶ γενόμενοι εἰς τὸ διδάξαι καὶ πεῖσαι καὶ περινοστῆσαι τὴν ὑπ' οὐρανὸν καὶ ἑλκύσαι πάντα τὰ ἔθνη εἰς τὴν εὐσέβειαν, περὶ τῶν τοιούτων δύο καταστάσεων εἰρήκασιν ἑτέρας μὴ μνημονεύσαντες, καὶ πάντες ὁμοῦ τὸν χῶρον τοῦτον ἀγγέλων καὶ ἀνθρώπων ἐξεῖπον, καὶ τὸν ἀνώτερον χῶρον ὁμοίως ἀγγέλων καὶ ἀνθρώπων μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀπεφήναντο. 7.60 Ποίαν οὖν ἀπολογίαν ἔχουσιν οἱ πεπλασμένοι χριστιανοὶ οἱ τούτοις πᾶσιν ἀπιστοῦντες καὶ καταλύεσθαι λέγοντες τοὺς οὐρανούς, ἐν οἷς ἡ βεβαία καὶ μόνιμος καὶ ἀκατάλυτος ἡμῶν ἐλπὶς τυγχάνει, ἡ παρὰ τοῦ Θεοῦ ἡμῖν ἀποκειμένη; Περὶ ἧς βοᾷ ὁ Παῦλος· "Ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν", καὶ