1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

117

κρίσεως τὸ τέλειον οὐκ ἐπιστάμεθα, τῷ Θεῷ τὸ δοκοῦν πάντως καλὸν καὶ σοφὸν λογιζόμενοι, ὁμολογοῦντες ἐν τούτῳ τὴν ἡδίστην ἧτταν καὶ στεφανηφοροῦντες ἐπὶ τῇ τοιαύτῃ ἀγνοίᾳ κατὰ τὸν μέγαν ἀπόστολον Παῦλον· "Ἐκ μέρους γινώσκομεν, φήσαντος, καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται", τελείως τότε γινωσκόντων ἡμῶν, καθὼς δεῖ γνῶναι, καὶ τελείων πάντων ἀνισταμένων, καθάπερ πάλιν λέγει ὁ Ἀπόστολος· "Μέχρις οὗ καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ." 7.81 Πάλιν δὲ ἀπορήσουσιν ἡμῖν ἐν τούτῳ, πῶς ὁ μικρὸς τῷ σώματι τέλειος ἀνίσταται, καὶ πῶς ὁ πηρὸς καὶ ὁ χωλός, ἢ ὁ ἀποκεκομμένος ἓν τῶν μελῶν, σῶος καὶ πληρέστατος ἀνίσταται· ἀκουσάτω παρ' ἡμῶν καὶ γραφικῶς καὶ φυσικῶς ὅτι ὥσπερ ὁ Θεὸς λαβὼν τὴν πλευρὰν τοῦ Ἀδὰμ σμικρότατον αὐτοῦ μέλος οὖσαν καὶ ᾠκοδόμησεν αὐτὴν εἰς τελείαν γυναῖκα, τὸ περισσὸν ἀπορρήτῳ λόγῳ ἀναπληρώσας, καὶ ὥσπερ συνάπτεται τὸ ἀνδρόγυνον πολλάκις τυφλὸν ὂν ἢ ἀποκεκομμένον καὶ τὸ τικτόμενον ἐξ αὐτῶν σῶον καὶ ὑγιὲς τίκτεται, οὕτω πιστευτέον, ἤτοι καὶ νοητέον, ἐπὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ὡς ἀναγεννωμένων ἡμῶν ἐκ τῶν τάφων κρείττονα γέννησιν ἤπερ ἐκ μήτρας. 7.82 ∆ιαγράψω δέ σοι, προσφιλέστατε, καὶ τὸ σχῆμα τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τοῦ κατὰ μεσόθεν στερεώματος, καὶ τὴν σκηνὴν τὴν διὰ Μωϋσέως κατασκευασθεῖσαν, ἣ καὶ ἐκτύπωμα τυγχάνει παντὸς τοῦ κόσμου, ἔτι δὲ καὶ τῶν ἔξωθεν τὴν πολύφημον σφαῖραν, ἵνα γνῷς καὶ δι' αὐτῆς τῆς ὄψεως ὡς ἁρμοδίως τῷ σχήματι καὶ ἡ θεία Γραφὴ καὶ τὸ χριστιανικὸν κήρυγμα διαλέγεται, τῆς δὲ ἔξωθεν σφαίρας παντελῶς ἀπηλλοτρίωται. Παραγραφαὶ ἁρμόζουσαι ἐκ τῆς θείας Γραφῆς περὶ τοῦ σχήματος τοῦ οὐρανοῦ καὶ τῆς γῆσ 7.83 "Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν"· τούτων ὡς περιεκτικῶν ἐμνημόνευσε συνσημάνας καὶ ἔσωθεν τούτων τὰ ἅμα αὐτοῖς γενόμενα, καὶ πάλιν· "Καὶ συνετελέσθη ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν", ὡσανεὶ πάλιν περιεκτικῶν αὐτῶν ὄντων καὶ παντὸς τοῦ κόσμου αὐτῶν ἔνδον αὐτῶν ὑπάρχοντος, καὶ πάλιν· "Ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς", ὡσανεὶ πάλιν ἔνδον αὐτῶν πάντων ὑπαρχόντων καὶ περιεκτικῶν αὐτῶν ὄντων, καὶ πάλιν· "Καὶ κατέπαυσεν ὁ Θεὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι", ὡσανεὶ ὅτι καὶ ἤρξατο δημιουργεῖν καὶ ἔληξε δημιουργῶν, καὶ πάλιν· "Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς", ὡσανεί· Αὕτη ἡ βίβλος διηγεῖται τὴν γένεσιν τοῦ παντὸς κόσμου, ἥτις περιγράφεται ἐν οὐρανῷ καὶ γῇ. 7.84 Καὶ πάλιν περὶ τοῦ σχήματός φησιν Ἠσαΐας· "Ὁ στήσας τὸν οὐρανὸν ὡς καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν"· τὸ μὲν "ὡς καμάραν" περὶ τοῦ πρώτου, τὸ δὲ "διατείνας ὡς σκηνὴν" περὶ τοῦ δευτέρου εἰρηκὼς δηλονότι ὡς οἶκον λέγει, ἔνθα οἰκοῦσιν, ἤγουν κατασκηνοῦσί τινες. Καὶ πάλιν ὁ ∆αυΐδ· "Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν" περὶ τοῦ στερεώματος λέγων· "ὡσεὶ δέρριν" δὲ λέγει, ὡσανεὶ τὰ σκεπάσματα τὰ ἄνωθεν σκέποντα τὴν σκηνήν, οἷα δ' ἂν εἶεν, εἴτε τρίχινα εἴτε ἱμάτια· δέρριδες γὰρ κυρίως καλοῦνται τὰ ἄνωθεν σκεπάσματα τὰ σκέποντα τὴν σκηνήν, ἀμέλει ἐπιφέρει· "Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ", σαφέστερον καὶ στέγην καὶ περὶ αὐτοῦ τοῦ στερεώματος ἐξειπών. 7.85 Περὶ τοῦ κεκολλῆσθαι τὸν οὐρανὸν τῇ γῇ οὕτω φησὶν ἐν τῷ Ἰώβ· "Οὐρανὸν δὲ εἰς γῆν ἔκλινε· κέχυται δὲ ὥσπερ γῆ κονία· κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθον κύβον", σημαίνων ὅτι κέκλιται εἰς γῆν καὶ κεκόλληται ὡς κύβος κάτωθεν, ὡσανεὶ τετράγωνος. 7.86 Περὶ τοῦ μηδὲν εἶναι ὑποκάτω τῆς γῆς οὕτως φησὶν ἐν τῷ Ἰώβ· "Ὁ κρεμνῶν τὴν γῆν ἐπ' οὐδενός", ὡσανεὶ μὴ ἔχουσαν ὑποκάτω τι, ὁμοίως πάλιν ἐν αὐτῷ· "Ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν;" ὡσανεὶ οὐκ ἔστι τι ὑποκάτω, ἐν ᾧ πέπηγεν. Ἐν δὲ τῷ ∆αυῒδ οὕτως λέγει· "Ἐθεμελίωσας τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς", ἵνα εἴπῃ αὐτὴν ἐφ' ἑαυτὴν