1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

9

τοῖς οὐρανοῖς." 2.4 Ταῦτα καὶ τὰ τοιαῦτα ὑμῶν φασκόντων, καὶ ταῖς τῆς σῆς θεοσεβείας κελεύσεσι μὴ δυνάμενος ἀντειπεῖν καθῆκα ἐμαυτὸν εἰς τοῦτο, τὰς σὰς εὐχὰς συλλαβέσθαι μοι θαρρῶν, τήν τε θείαν χάριν ἡμῖν προσγενέσθαι δεόμενος ἐν ἀνοίξει τοῦ στόματος, ἧς ἄνευ οὐδὲν δυνάμεθα κατορθῶσαι, ὅπως δυνηθείημεν ἄνευ κεκομψευμένου καὶ τεχνικοῦ λόγου, ἐν ἰδιωτικοῖς τε καὶ ἀπλάστοις ῥήμασι, τὴν ἰδίαν ἰσχὺν τῆς χάριτος δεικνυούσης, διδάσκειν τε τοὺς αὐτῆς τροφίμους καὶ δογμάτων θείων εἴδησιν καὶ βίους ἀνδρῶν εὐαρέστων, καὶ σχήματα γενέσεως κόσμου λέγειν ἀδιστάκτως, καὶ συγγράφειν προθύμως καὶ μεταδιδόναι ἀφθόνως, ἅπερ καὶ ἡμεῖς παρὰ τοῦ Θεοῦ δωρεὰν ἐλάβομεν. 2.5 Τελέσαντες τοίνυν, ὦ θεόφιλε, τὸν πρῶτον λόγον περὶ τῶν πεπλασμένων χριστιανῶν, καὶ ἐλέγξαντες ὡς ἀδυνάτοις ἐπιχειροῦσιν, ὅσον ἐνῆν, ὡς ἔγωγε οἶμαι, οὐ τὴν κοσμιότητα τῶν λόγων ἀνατρέπειν ἐπιχειροῦντεςμὴ γένοιτο, ἀλλὰ τὰ πλάσματα καὶ τοὺς μύθους τῶν ἑλληνικῶν ὑποθέσεων ἀπωθούμενοι καὶ πέρας ἐπιτεθεικότες τῷ λόγῳ ἐφαπτόμεθα νυνὶ τῆς ὑμετέρας κελεύσεως ὑποθέσεις χριστιανικὰς ἐν τούτῳ πρῶτον τῷ δευτέρῳ λόγῳ διηγούμενοι περὶ σχημάτων καὶ τοποθεσίας τοῦ κόσμου· εἶθ' οὕτως ἐν τῷ τρίτῳ, ὅτι βεβαία ἐστὶ καὶ ἀξιόπιστος ἡ θεία Γραφή, Παλαιά τε καὶ Καινὴ ∆ιαθήκη, αὐτὴ καθ' ἑαυτήν, διηγουμένη καὶ ἀποφαινομένη καὶ τὸ χρήσιμον τῶν σχημάτων· ἔτι τε πάλιν ἐν τῷ τετάρτῳ ἀνακεφαλαίωσιν καὶ διαγραφὴν τῶν τοῦ κόσμου σχημάτων· ὁμοίως ἐν τῷ πέμπτῳ διαγραφὴν τῆς σκηνῆς τῆς ἐν τῇ ἐρήμῳ κατασκευασθείσης, καὶ τῶν προφητῶν καὶ ἀποστόλων τὴν συμφωνίαν. Ἔστω τοίνυν αὕτη ἡ βίβλος Χριστιανικὴ Τοπογραφία περιεκτικὴ παντὸς τοῦ κόσμου παρ' ἡμῶν ὠνομασμένη, ἀποδείξεις ἔχουσα ἐκ τῆς θείας ὄντως Γραφῆς, περὶ ἧς ἀμφισβητεῖν χριστιανοὺς οὐ δέον. Τῆς οὖν ἄνωθεν, ὡς εἴρηται, ῥοπῆς συνεργούσης ἡμῖν διὰ τῶν ὑμετέρων προσευχῶν, ἀρχόμεθα λέγειν τὰς ἡμετέρας ὑποθέσεις. 2.6 Λέγει τοίνυν ὁ θεῖος κοσμογράφος Μωϋσῆς· "Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν." Ὑποτιθέμεθα τοίνυν οὐρανὸν ἅμα καὶ γῆν περιεκτικὰ τοῦ παντὸς ὑπάρχειν, ὡς περιέχοντα τὸ πᾶν ἔνδον ἑαυτῶν. Ὅτι δὲ ταῦθ' οὕτως ἔχει, αὐτὸς πάλιν βοᾷ· "Ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς." Ὁμοίως πάλιν λέγει· "Καὶ συνετελέσθη ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν." Ἀνακεφαλαιούμενος δὲ πάλιν καὶ τὴν βίβλον ὀνομάζων φησὶν οὕτως· "Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς", ὡσανεὶ περιεκτικῶν αὐτῶν ὄντων καὶ συσσημαίνεσθαι ὀφειλόντων πάντων τῶν ἐν αὐτοῖς. 2.7 Εἰ γὰρ κατὰ τοὺς πεπλασμένους χριστιανοὺς ὁ οὐρανὸς μόνος περιέχει τὸ πᾶν, οὐκ ἂν ἔλεγε τὴν γῆν σὺν τῷ οὐρανῷ, ἀλλ'· "Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ." Ἀλλὰ μὴν τοῦτο οὐ φαίνεται πεποιηκώς, οὔτε ἕτερός τις τῶν προφητῶν· εὔδηλον ὡς ἀμφότερα οἶδε τοῦ παντὸς περιεκτικὰ τυγχάνειν, καὶ πᾶς δὲ ὁ χορὸς τῶν δικαίων καὶ προφητῶν τὸν οὐρανὸν ἀεὶ σὺν τῇ γῇ συσσημαίνουσι. Καὶ ἄκουσον ἑκάστου λέγοντος. Μελχισεδὲκ πρῶτος εὐλογῶν τὸν Ἀβραάμ φησιν οὕτως· "Εὐλογημένος Ἀβρὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν." ∆εύτερος Ἀβραάμ φησιν· "Ἐκτενῶ τὴν χεῖρά μου πρὸς Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν." Καὶ πάλιν· "Ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου καὶ ἐξορκίζω σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς." Καὶ πάλιν· "Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου." 2.8 Ἔτι ὁ ∆αυΐδ· "Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν." Καὶ πάλιν· "Πάντα ὅσα ἠθέλησεν, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ." Καὶ πάλιν· "Σὺ κατ' ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί." Ὁμοίως Ὠσηὲ οὕτως φησίν· "Ἐγὼ Κύριος ὁ Θεός σου ὁ στερεῶν τὸν οὐρανὸν καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ." Ζαχαρίας· "Ἐκτείνων τὸν οὐρανὸν καὶ θεμελιῶν τὴν γῆν καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ." 2.9 Ἠσαΐας οὕτως λέγει· "Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας