1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

116

εἴτε δι' ἑαυτοῦ εἴτε διὰ τῶν προφητῶν, τοῦτο θέλων σημᾶναι ὡς πανταχόθεν ὁ Θεὸς ἔκ τε τῶν ὄντων, ἔκ τε τῶν ὀπτασιῶν, οὐκ ἠμέλησε διδάξαι προθέμενος τοὺς λογικοὺς περὶ τῆς αὑτοῦ γνώσεως, ποτὲ μὲν διὰ τῶν προφητῶν, νυνὶ δὲ διὰ τοῦ ἰδίου Υἱοῦ. 7.75 Εἶθ' οὕτω λοιπὸν πεπειραμένοις ἡτοίμασε καὶ τὴν μέλλουσαν κατάστασιν, ἐν ᾗ ἀφθάρτους καὶ ἀθανάτους ἡμᾶς ἐργασάμενος καταστήσειεν, ἐμπιπλῶν ἡμᾶς ὡς ἐμπείρους καὶ τῆς τελείας αὑτοῦ γνώσεως, καθὼς δεῖ γνῶναι ἡμᾶς. ∆ιὰ τοῦτο τὰς δύο καταστάσεις ἐξ ἀρχῆς πεποίηκεν, οὐ δυναμένων ἡμῶν, ὡς προείρηται, ὑφ' ἓν ἀθρόως πᾶσαν τὴν γνῶσιν δέξασθαι ἄνευ μαθήσεως· αὐτοδίδακτον γὰρ μόνον τὸ θεῖόν ἐστι καὶ πηγὴ γνώσεως, παρ' ἑτέρου μὴ προσλαβόν, ἀλλὰ δυνάμενον καὶ ἑτέροις χορηγῆσαι, ἡμᾶς δὲ διδαχθῆναι πάλιν, θνητοὺς ὄντας καὶ τρεπτούς, ἐκ τῶν δυσχερῶν, ἐπειδήπερ, φησὶν ὁ Ἀπόστολος· "Πᾶσα παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης"· χωρὶς γὰρ παιδείας καὶ λυπηρῶν ἀδύνατον μάθησιν γενέσθαι. 7.76 Παιδείας οὖν ἕνεκα τοῦτον τὸν κόσμον πεποίηκε θνητὸν καὶ τρεπτὸν καὶ ποικίλον, ἵνα τῇ συντριβῇ τῆς μαθήσεως καὶ τῇ ποικιλίᾳ τοῦ παντὸς διὰ πείρας δυνηθῶμεν ἀνελθεῖν ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν. Εἰ γὰρ ἐξ ἀρχῆς ἀθανάτους καὶ ἀτρέπτους ἡμᾶς εἰργάσατο, οὐδὲν διεφέρομεν τῶν ἀλόγων τῶν φυσικῶς μὲν ἐχόντων τι χρήσιμον, ἀγνοούντων δὲ τί κέκτηνται, οἷον ἡ μέλιττα τὸ κηρίον σοφῶς ἐργαζομένη, καὶ ἡ ἀράχνη εὐτέχνως ἱστουργοῦσα, καὶ ὁ μύρμηξ θέρους ἑτοιμαζόμενος τὴν τροφήν, οὐκ ἐπιστήμῃ λογικῇ τινι ποιοῦσιν, ἢ ὡς ὁ χρυσὸς καὶ ὁ μαργαρίτης καλοὶ μέν, ἀλλ' οὐκ αἰσθάνονται τοῦ οἰκείου κάλλους. 7.77 Σοφῶς οὖν καὶ πάνυ σοφῶς ὁ Θεὸς τὰς δύο καταστάσεις ἀνέκαθεν πεποίηκεν, ἵνα πεπειραμένοι ἀπεντεῦθεν ἡδέων καὶ λυπηρῶν γνῶμεν τελείως ἐν τῇ δευτέρᾳ καταστάσει τὴν δύναμιν τῆς αὐτοῦ ἀγαθότητος, διὰ τῶν παρεχομένων ἡμῖν ἀνεκλαλήτων καὶ αἰωνίων ἀγαθῶν, καὶ ἐξ οἵων εἰς οἷα μετερχόμεθα. Ταῦτα καὶ τὰ τοιαῦτα κηρύττει πᾶσα ἡ θεία Γραφή, καὶ οὗτος αὐτῆς ἅπας ὁ σκοπός. Ἀγνοοῦσι γὰρ οἱ βέλτιστοι τὸν σκοπὸν τῶν θείων Γραφῶν, οἱ τοὺς οὐρανοὺς ἀπόλλοντες καὶ ἑτέρους ἡμῖν καινοὺς εἰσάγοντες. Οὐ γὰρ ἠγνόησέ ποτε ὁ Θεός, νῦν δὲ κρεῖττον ἐπέγνω ποιῆσαι ἑτέρους οὐρανοὺς καὶ κρείττονα κατάστασιν, κατὰ τὸν μῦθον τῶν ἀνοήτων καὶ πεπλασμένων χριστιανῶν, ἀλλ' ἀεὶ ὁ αὐτὸς ὑπάρχει, ὡσαύτως καὶ κατὰ τὸ αὐτὸ ὤν, γινώσκων πῶς τε καὶ πότε καὶ πόσον καὶ ποῦ καὶ οἷον ποιήσειε τὸν σύμπαντα κόσμον. 7.78 Ἀλλ' ὅμως προβάλλονται ἡμῖν δῆθεν εὐλόγως τὸ ἀνακύπτον ἐκ τούτου ἄπορον λέγοντες· Τί οὖν τὰ ἔμβρυα τελευτῶντα εἰς γνῶσιν Θεοῦ προκόπτουσι, μὴ πεπειραμένα ἡδέων καὶ λυπηρῶν καὶ ἀπεντεῦθεν διδαχθέντα περὶ Θεοῦ; Πρὸς οὓς ἐροῦμεν ὅτι τὸ ἔμβρυον τὸ λογικὸν γευσάμενον, ὡς ἔπος εἰπεῖν, τῆς μητρῴας γαστρόςἀμυδρῶς πως ὡς σύμβολον οὖσα τούτου τοῦ κόσμου ἡ μητρῴα γαστήρ, ἐν ᾗ καὶ θερμότης καὶ ψυχρότης καὶ ξηρότης καὶ ὑγρότης ὑπάρχει, λαμβάνον γνῶσιν ἐν τῇ μελλούσῃ καταστάσει ὑπομιμνῄσκεται καὶ εἰς αἴσθησιν ἔρχεται τῆς μητρῴας γαστρός, ἐν ᾗ πεπείραται μερικῶς καὶ αὐτὸ τῆς τοιαύτης καταστάσεως. 7.79 Ἔτι δὲ ὁρᾷ καὶ τὰ στοιχεῖα καὶ τὸν σύμπαντα κόσμον ἱστάμενον ὡς διδάσκαλον, καὶ διὰ τῆς τελείας γνώσεως ἀναλογιζόμενον εὐθέως εἰς ἐπίγνωσιν καὶ αὐτὸ ἔρχεται τοῦ παρεληλυθότος βίου, ἐν ταὐτῷ καὶ τῆς ἐπιγνώσεως τοῦ Θεοῦ τοῦ δημιουργήσαντος τὰ πάντα. 7.80 Περὶ δὲ τῆς κρίσεως αὐτῶν, αὐτῷ τῷ Θεῷ παραχωροῦμεν· οὐ γὰρ ἐνδέχεται ἡμᾶς εἰδέναι πάντα ἐν τῷδε τῷ βίῳ. Μόνον δὲ λέγομεν, ὡς ἔστι λέγειν, ὅτι μέσα τινά εἰσι, μήτε στεφάνους ληψόμενα, μήτε τιμωρίας ὑπομένοντα, τῆς μὲν γὰρ τιμωρίας ἐλευθερούμενα διὰ τὸ μὴ ἀπολαῦσαι τῶν ἀγαθῶν τοῦ βίου τούτου, τῶν δὲ στεφάνων στερισκόμενα ὡς μὴ καμόντα ἐν τῷδε τῷ βίῳ. Εἰ δὲ καὶ τοῦτο εἴποι τις ὅτι ἑκάστου αὐτῶν ὡς ἂν ἐπίσταται ὁ Θεός, εἰ ἐπέμενον ζῶντα, τὴν διαγωγὴν καὶ τὴν πολιτείαν, οὕτως αὐτὰ κρινεῖ, οὐκ ἀποβαλλόμεθα τὸν νοῦν, ἀλλὰ παραχωροῦμεν τοῖς πλέον τι εἰδόσιν. Ἡμεῖς γὰρ περὶ