1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

122

πελειάσι μελετᾶν. Τὸ δὲ "φωνήσω" καὶ "μελετήσω" ἀντὶ τοῦ ἐφώνησα καὶ ἐμελέτησα κεῖται, χρόνος ἀντὶ χρόνου, ὥσπερ καὶ πολλαχοῦ ἐν τῇ θείᾳ Γραφῇ κεῖται τὸ τοιοῦτον ἰδίωμα, ὡς ὅταν ὁ Ἠσαΐας λέγῃ περὶ τοῦ ∆εσπότου Χριστοῦ "ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη", ἀντὶ τοῦ ἀχθήσεται. 8.12 "Ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ ἀπὸ τοῦ βλέπειν με εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν Κύριον, ὃς ἐξείλετό με καὶ ἀφείλετό μου τὴν ὀδύνην τῆς ψυχῆς. Κύριε, καὶ περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι", ἵνα εἴπῃ· Καὶ τοσοῦτον ἀνέτεινον τὸ ὄμμα τῆς διανοίας ἀποβλέπων εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, πρὸς σὲ τὸν τῶν ὅλων Σωτῆρα Θεὸν ἀνατιθέμενος τὴν τῆς ἐμῆς ψυχῆς ὀδύνην, ἣν καὶ ἀφείλου παρ' ἐμοῦ ἀντιστρέψας τὸ τῆς ὑπερηφανίας εἶδος εἰς ταπείνωσιν καὶ ὑπακοὴν θεοσεβείας, ὑπὲρ ἧς καὶ διαπαντός, ὦ ∆έσποτα, εὐχαριστῶ σοι. "Καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα· εἵλου γάρ μου τὴν ψυχήν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου", ἵνα εἴπῃ· Ἐξήγειρας γάρ μου τὴν πνοὴν τῇ σῇ παρακλήσει καὶ ἔζησα, ἐπέστρεψάς μου τὴν ψυχὴν ἀπολλυμένην, ἧς τὰς ἁμαρτίας εἰς τοὐπίσω ἀπέστρεψας, μὴ ἐάσας ἔτι ταύτας ἐπεκτείνεσθαι ἔμπροσθέν μου. 8.13 "Οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου· οἱ ζῶντες εὐλογήσουσί σε, ὃν τρόπον κἀγώ", ἵνα εἴπῃ· Εἰ γὰρ οὐ συνεχώρησάς με τοῦ ζῆν ἔτι, πῶς ἂν εἶχον ἐπιστρέψαι, ἢ μετανοῆσαι καὶ σωθῆναι, ἢ ἐλπίσαι τὸ παρὰ σοῦ ἔλεος, τῶν ἐν ᾅδου νεκρῶν οὐ δυναμένων τοιοῦτό τι ποιῆσαι; Ἀλλά σου μᾶλλον τῇ σῇ εὐσπλαγχνίᾳ χαρισαμένου μοι τὸ ζῆν εὐλογήσω καὶ δοξάσω σε διὰ παντός, ὥσπερ καὶ πᾶς ζῶν ὀφειλέτης ἐστὶ ταῦτα ποιεῖν. "Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελεῖ τὴν δικαιοσύνην σου, Κύριε τῆς σωτηρίας μου." Ἀλλὰ καὶ ἀπὸ τοῦ νῦν, φησίν, οὐκέτι ἐμαυτὸν ἀπατήσω τὰ ὑπὲρ ἐμὲ φανταζόμενος. Λαμβάνω γὰρ σύμβιον καὶ ποιήσω τέκνα καὶ ταῦτα διδάξω τοῖς σοῖς δικαιώμασιν ἕπεσθαι. "Καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ Θεοῦ", ἵνα εἴπῃ· Οὐ μόνον δὲ τὰ τέκνα διδάξω τοῖς σοῖς προστάγμασιν ἕπεσθαι, ἀλλὰ καὶ ἐμαυτὸν κανονίσω παρ' ὅλον τὸν τῆς ζωῆς μου χρόνον εἰς σὴν αἴνεσιν σπεύδειν καὶ κολλᾶσθαι διὰ παντὸς τῷ σῷ ναῷ, μὴ ἀφιστάμενος ἢ ἀμελῶν ἔτι ἐν τοῖς αὐτόθι παραγίνεσθαι. 8.14 Ταῦτα εἰπὼν ἐν τῇ ᾠδῇ ὁ Ἐζεκίας καὶ διεγερθεὶς ἐκ τῆς ἀρρωστίας, λαβὼν καὶ τῶν δεκαπέντε ἐτῶν τὴν προσθήκην τῆς ζωῆς ἔγημεν εὐθέως καὶ ἐγέννησε τὸν Μανασσῆν, ὃν δώδεκα ἐτῶν ἐάσας πλήρη διάδοχον τὸν βίον ὑπεξῆλθε κατὰ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ, πληρώσας ἐν τῇ βασιλείᾳ μετὰ τὴν ἀρρωστίαν τὰ τῆς προσθήκης τοῦ Θεοῦ ἔτη δεκαπέντε. Καὶ ταῦτα μὲν περὶ τῆς ᾠδῆς· ἅπερ καὶ δῆλα τυγχάνουσι τὰ προειρημένα ἐν τῷ προοιμίῳ ἐκ τῆς κατὰ μέρος ἑρμηνείας, ὡς τὸν προειρημένον λογισμὸν ἀπέσῳζεν ὁ Ἐζεκίας. 8.15 Ἀρκτέον δὲ λέγειν, ὡς ἐπήγγελμαι, περὶ τοῦ ἀναποδισμοῦ τοῦ ἡλίου, τῆς θείας χάριτος καὶ ἐν τούτῳ ὁδηγούσης ἡμᾶς. Πρῶτον μὲν πῶς συμβέβηκεν εἶναι τὸν οἶκον Ἐζεκίου, καὶ ὅτι δείλης ὀψία ἦν, ὡς ὥρα ἐνάτη, ὅτε τὸ σημεῖον ἐγένετο, καὶ τίς ἡ αἰτία τοῦ τοιούτου σημείου καὶ τί τὸ ἐξ αὐτοῦ κέρδος γενόμενον. Ἡ θύρα τοίνυν τοῦ οἴκου Ἐζεκίου ἔνθα ἦσαν οἱ δέκα ἀναβαθμοὶ ἐπὶ τὴν ἀνατολὴν προσεῖχε· κλίναντος οὖν τοῦ ἡλίου ἐπὶ δυσμὰς περὶ ὥραν ἐνάτην τῆς ἡμέρας, ἀνάγκῃ κατῆλθεν ἡ σκιά, τοῦ οἴκου δυτικωτέρου ὑπάρχοντος τῶν ἀναβαθμῶν, ἕως τοῦ ἐσχάτου τῶν δέκα ἀναβαθμῶν. Τοῦ προφήτου οὖν Ἠσαΐου διὰ στόματος τοῦ Θεοῦ εἰπόντος τῷ Ἐζεκίᾳ τὸ μεσημβρινὸν αἰτήσασθαι σημεῖον, ἢ προβῆναι εἰς τὰ ἔμπροσθεν τὴν σκιὰν δέκα ἀναβαθμοὺς ἢ ὑποστρέψαι τὴν σκιὰν δέκα ἀναβαθμούς, ἀπεκρίνατο Ἐζεκίας λέγων· "Κοῦφον τὴν σκιὰν κλῖναι δέκα ἀναβαθμούς· οὐχί, ἀλλὰ ἐπιστρα φήτω ἡ σκιὰ δέκα ἀναβαθμοὺς εἰς τὰ ὀπίσω." 8.16 Μετὰ τὸ κλῖναι οὖν τὴν σκιὰν προβάντος τοῦ ἡλίου τοὺς δέκα ἀναβαθμούς, τότε δυνάμει θείᾳ διὰ τῆς εὐχῆς τοῦ προφήτου ἀπεστράφη εἰς τοὐπίσω ὁ ἥλιος, καὶ γέγονε πάλιν μεσουράνιος, καὶ εὑρέθη ἀναδραμοῦσα ἡ σκιὰ