1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

38

πεποίηκεν ὁ Θεός, ὡς τῶν δύο πλευρῶν πᾶν τὸ σῶμα συσφιγγουσῶν· οὔτε γὰρ ἐκ τῶν ἔμπροσθεν αὐτοῦ πεποίηκεν αὐτήν, ἵνα μὴ ὑπεραίρηται ἡ γυνὴ τοῦ ἀνδρός, οὔτε ἐκ τῶν ὄπισθεν, ἵνα μὴ ὁ ἀνὴρ ὑπεραίρηται τῆς γυναικός, ἀλλ' ἐκ τῆς πλευρᾶς, ὡς ἴσην οὖσαν κατὰ φύσιν· εἰ καὶ προτερεύει ὁ ἀνὴρ ὡς αἴτιος τῷ χρόνῳ, οὐ μέντοι κατ' αὐτὴν τὴν φύσιν. Ἔτι τε καὶ διὰ τὸ σκέπειν διαπαντὸς τὴν χεῖρα καὶ φυλάττειν τὴν ἰδίαν πλευράν, οὕτω τὸ θῆλυ ἐκ τοῦ ἄρρενος ἐργασάμενος καὶ τὸ ἄρρεν ἐκ τῆς γῆς, μίαν εἶναι σάρκα ἀμφοτέρους προσηγόρευσεν, ἐκ τῆς κατασκευῆς τῶν δύο πλευρῶν καὶ τῷ ἐκ τῆς συναφείας βλαστάνοντι καρπῷ. ∆ιὰ τοῦτο ὁ πορνεύων ἁμαρτάνει ἀλλοτριῶν τὴν ἰδίαν σάρκα καὶ ἄτακτον καρπὸν σπείρων, ὁ δὲ μοιχεύων μετὰ τοῦ φονέως τέτακται, ὡς διαιρῶν τὴν μίαν σάρκα καὶ φόνον ἐργαζόμενος. 3.48 Ἔτι. Ἴσως ἀπορήσειέ τις πάλιν λέγων· ∆ιατί πάντων μὲν τῶν ἀλόγων ἄρρεν καὶ θῆλυ ἅμα γενομένων παρὰ τοῦ Θεοῦ, μόνος ὁ ἄνθρωπος οὐχ ἅμα τοῦ θήλεος γέγονεν, ἀλλὰ μονώτατος, εἶθ' οὕτω καὶ τὸ θῆλυ ὕστερον ἐγένετο; Ἀκούσεται ὁ τοιοῦτος ὅτι πάντων τῶν γενομένων ζῴων παρὰ τοῦ Θεοῦ ἀλόγων ὄντων καὶ μὴ δυναμένων γνῶναί τι, πάντων δὲ τῶν ἀγγέλων ὑφ' ἓν γενομένων λογικῶν καὶ γινωσκόντων ἐν τοῖς κατὰ μέρος γεγονόσι, λέγω δὴ ἐν ταῖς ἓξ ἡμέραις, τὸν ποιητὴν τοῦ παντός, ἀνάγκη καὶ τὸν ἄνθρωπον λογικὸν δημιουργηθέντα παρὰ τοῦ Θεοῦ καὶ σύνδεσμον ὄντα πάσης τῆς κτίσεως διδαχθῆναι καὶ αὐτὸν τοῦ παντὸς τὸν δημιουργόν. 3.49 Ἐπειδὴ δὲ μὴ ὄντος αὐτοῦ τὸ πρότερον, ἀλλ' ὕστερον πάντων γενομένου, οὐκ ἠδύνατο οὔτε ἐκ τῶν πρὸ αὐτοῦ γενομένων, οὔτε ἐξ ἑαυτοῦ γνῶναι Θεόν, ηὐδόκησεν ὁ Θεὸς μὴ ἅμα αὐτῷ, ἀλλ' ὕστερον, τὸ θῆλυ ἐξ αὐτοῦ παραγαγεῖν, ἵνα γνῷ διὰ τούτου ὅτι ὁ τοῦτο τὸ ὅμοιον ἐξ αὐτοῦ παραγαγὼν καὶ αὐτὸν παρήγαγε. ∆ιὰ τοῦτο καὶ ἔκστασιν αὐτῷ ἐπέβαλε καὶ ὕπνωσεν, ἵνα ἀφαιρουμένης τῆς πλευρᾶς αὐτοῦ ἀπόνως καὶ ἀλύπως ὡς ἐν ὕπνῳ διὰ τῆς χάριτος τοῦ Θεοῦ αἴσθησιν τοῦ γινομένου δέξηται καὶ τὸν πεποιηκότα ἀνυμνήσειεν ὁμολογῶν καὶ λέγων· "Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη." Τῶν ἀγγέλων τοίνυν λογικῶν γεγονότων καὶ διὰ τῶν ἔργων τῶν ἐν ταῖς ἓξ ἡμέραις γενομένων παιδευθέντων τὸν αἴτιον, ἀναγκαίως καὶ ὁ ἄνθρωπος διὰ τοῦ θήλεος ἐπαιδεύθη καὶ ἔμαθεν ἑαυτοῦ τε καὶ τοῦ παντὸς εἶναι τὸν Θεὸν δημιουργόν, μάλιστα προακούσας τοῦ Θεοῦ λέγοντος· "Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν." Τὸ κείμενον 3.50 Εἶτα πάλιν καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ, μετὰ τὸ ἀποκαλύψαι τῷ Μωϋσῇ πᾶσαν τὴν κοσμοποιΐαν καὶ τοιούτων ὀπτασιῶν μυστικῶν ἀξιῶσαι, τότε ὡμίλει αὐτῷ, καὶ δοὺς αὐτῷ τὸν νόμον ἐν πλαξὶ λιθίναις γεγραμμένον δακτύλῳ Θεοῦ καὶ σοφίσας αὐτὸν τῶν γραμμάτων τὴν πεῖραν καὶ δοξάσας αὐτοῦ τὸ πρόσωπον ἀφίησι κατελθεῖν ἐκ τοῦ ὄρους. 3.51 Εἶτα μετὰ ταῦτα προστάττει αὐτῷ σκηνὴν ἐπιτελέσαι κατὰ τὸν τύπον, ὃν ἑωράκει ἐν τῷ ὄρει, ὡσανεὶ τύπον οὖσαν παντὸς τοῦ κόσμου. Ἐποίησεν οὖν τὴν σκηνὴν κατὰ τὸ δυνατὸν μιμήσασθαι θέλων τὸ σχῆμα τοῦ κόσμου οὕτως· τριάκοντα πηχέων τὸ μῆκος καὶ δέκα τὸ πλάτος, καὶ μεσολαβήσας καταπέτασμα μεσόθεν ποιεῖ αὐτὴν χώρους δύο, καὶ ἐλέγετο ἡ πρώτη Ἅγια, ἡ δευτέρα ἡ μετὰ τὸ καταπέτασμα Ἅγια ἁγίων. Τύπος δὲ ἦν ἡ ἐξωτέρα τούτου τοῦ κόσμου τοῦ ὁρωμένου, κατὰ τὸν θεῖον Ἀπόστολον, ἀπὸ τῆς γῆς ἕως τοῦ στερεώματος, ἐν ᾗ ὑπῆρχε τράπεζα κατὰ τὸ βόρειον μέρος καὶ ἐπάνω τῆς τραπέζης δώδεκα ἄρτοι, τύπον ἐπέχουσα τῆς γῆς, καρποὺς παντοδαποὺς ἔχουσα μηνιαῖον ἕνα, ὡσανεὶ τοῦ ἐνιαυτοῦ δώδεκα. 3.52 Πέριξ δὲ τῆς τραπέζης κύκλῳ κυμάτιον στρεπτὸν σημαῖνον τὴν θάλασσαν, τὸν λεγόμενον Ὠκεανόν, εἶτα καὶ πέριξ τούτου πάλιν κύκλῳ στεφάνην παλαιστοῦ σημαίνουσαν τὴν πέραν γῆν, ἔνθα ἐστὶ καὶ ὁ παράδεισος κατὰ ἀνατολάς, ἔνθα καὶ τὰ ἄκρα τοῦ οὐρανοῦ τοῦ πρώτου τοῦ καμαροειδοῦς τοῖς ἄκροις τῆς γῆς πάντοθεν ἐπερείδεται. Εἶτα καὶ τὴν λυχνίαν εἰς τὸ νότιον μέρος τέθεικε φαίνουσαν εἰς βορρᾶν τῇ γῇ ἀπὸ τοῦ νότου· ἑπτὰ δὲ λύχνους