1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

103

ἑβραίᾳ γλώττῃ καὶ γράμμασιν αὐτὴν γεγράφθαι. Ἡ γλῶττα οὖν ἡ ἑβραία τὸν οὐρανὸν καὶ τοὺς οὐρανοὺς μιᾷ ἐκφωνήσει ὁμοίως ἐκφωνεῖ, ὥστε καὶ ἀδιαφορεῖν περὶ τούτου, εὑρίσκεσθαι δὲ τὸ ἑνικὸν ἐπιφερόμενον πληθυντικῷ καὶ τὸ πληθυντικὸν ἑνικῷ, ὡς ὅταν λέγῃ· "Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν", ἀντὶ τοῦ εἰπεῖν "ὁ οὐρανὸς τοῦ οὐρανοῦ"· ἐπιφέρει γάρ· "Καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν", ἵνα εἴπῃ "τοῦ οὐρανοῦ τούτου τοῦ ὁρωμένου", τουτέστι τοῦ στερεώματος· ἐπάνω γὰρ μόνου τοῦ στερεώματός εἰσι τὰ ὕδατα κατὰ τὸν ἱεροφάντην Μωϋσέα. 7.7 Ὁμοίως λέγει· "Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα", πληθυντικῶς μὲν ἀρξάμενος, ἑνικῶς δὲ καταλήξας, ἵνα δι' ἑκατέρου τὸ αὐτὸ σημάνῃ, ὅτι αὐτὴ ἡ πρόσοψις τοῦ οὐρανοῦ, τουτέστι τούτου τοῦ ὁρωμένου στερεώματος, καὶ τὴν δόξαν καὶ τὴν δημιουργίαν τοῦ Θεοῦ ἐξαγγέλλει διὰ τῆς ἐνούσης αὐτῷ τάξεως καὶ μεγαλοπρεπείας· ὁμοίως πάλιν· "Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων", "οὐρανὸν οὐρανοῦ" καλέσας τὸν πρῶτον καὶ ἀνώτερον οὐρανόν, ὃς οὐρανός ἐστι τούτου τοῦ ὁρωμένου οὐρανοῦ ὑπεράνω αὐτοῦ κείμενος, ὥσπερ ἡμῶν οὐρανός ἐστιν οὗτος ὁ ὁρώμενος ὑπεράνω ἡμῶν κείμενος. 7.8 Ὁμοίως πάλιν ὁ μέγας Μωϋσῆς φησιν· "Ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ", ὡσανεὶ οὗτος ὁ ὁρώμενος ἡμῖν οὐρανὸς καὶ ὁ οὐρανὸς αὐτοῦ, τουτέστιν ὁ ὑπεράνω αὐτοῦ. Κέχρηται δὲ καὶ ὁ Παῦλος τούτῳ τῷ ἰδιώματι βοῶν· "Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα"· ἀρξάμενος μὲν δυϊκῶς, ἑνικῶς δὲ καταλήξας, ἀντὶ τοῦ εἰπεῖν "ἐξ ὧν", "ἐξ οὗ" εἴρηκε. ∆ύο γὰρ οὐρανῶν γενομένων παρὰ τοῦ Θεοῦ, ὡς διηγεῖται ὁ μακαρίτης Μωϋσῆς, καὶ συνδουμένων ἀλλήλοις, ποτὲ μὲν πληθυντικῶς ἡ θεία Γραφὴ περὶ αὐτῶν ποιεῖ τὸν λόγον, ποτὲ δὲ ἑνικῶς, καθὰ εἴρηται, διὰ τὸ ἰδίωμα τῆς γλώττης· καὶ ὅτι κατά τι συνάπτονται ἀλλήλοις συνδούμενοι, καὶ ὡς εἷς ἀποτελοῦνται, λέλεκται. 7.9 Μὴ οὖν πλάνην ὑπομείνῃς ἀκούων τοῦ μακαρίου Παύλου ἡρπάχθαι "ἕως τρίτου οὐρανοῦ"· οὐκ εἰσὶ γὰρ τρεῖς οὐρανοί, οὔτε πλείους, οὔτε τοῦτο βούλεται λέγειν, οὔτε ἐναντιοῦται τῷ Μωϋσῇ, ἀλλ' ὅτι ἡρπάχθαι λέγει ἀπὸ τῆς γῆς ὅλον τὸ διάστημα τοῦ ὕψους τοῦ οὐρανοῦ παρὰ τὸ τρίτον αὐτοῦ, ἵνα εἴπῃ· Τοσοῦτον ἐπήρθην ἀπὸ τῆς γῆς, ὡς περιλείπεσθαί μοι τὸ τρίτον τοῦ διαστήματος τοῦ ὕψους τοῦ οὐρανοῦ. 7.10 Τούτων οὖν οὕτως ἐχόντων καιρὸς νῦν ἡμᾶς εἰπεῖν ὡς ἀδιάλυτον αὐτόν, ἤτοι αὐτούς, κηρύττει πᾶσα ἡ θεία Γραφή. Λέγει τοίνυν ὁ θεῖος Ἀπόστολος οὕτως· "Οἴδαμεν γὰρ ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἔχομεν ἐκ Θεοῦ, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς", ἵνα δηλώσῃ τὴν ἐνταῦθα μὲν ἐπίγειον κατάστασιν καταλυομένην, τὴν δὲ μέλλουσαν, ἥτις καὶ οὐράνιός ἐστιν, ἀκατάλυτον καὶ αἰώνιον· καὶ πάλιν· "Τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος", ἵνα εἴπῃ τὸν ∆εσπότην Χριστὸν ἀναληφθέντα ἐν τοῖς οὐρανοῖς, ἐν τῇ σκηνῇ τῇ ἀληθινῇ, τουτέστι τῇ ἀεὶ μονίμῃ καὶ ἀκαταλύτῳ. Τῷ γὰρ εἰπεῖν "ἀληθινὴν" ἐσήμανεν ὡς ἀκατάλυτός ἐστιν, ἐπειδήπερ ἡ διὰ Μωϋσέως κατασκευασθεῖσα κατελύθη· ταύτην ὡς ἀκατάλυτον κατὰ ἀντιδιαστολὴν ἐκείνης "ἀληθινὴν" ἐξεῖπεν, ὡσανεὶ μονίμην καὶ βεβαίαν καὶ ἀκατάλυτον. 7.11 Καὶ πάλιν λέγει· "Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὔτε δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος." Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐπειδήπερ ὁ Θεὸς τῷ Μωϋσῇ προσέταξε ποιῆσαι τὴν σκηνὴν κατὰ μίμησιν παντὸς τοῦ κόσμου, ἐποίησέ τε αὐτὴν διελὼν καταμεσόθεν τῷ καταπετάσματι καὶ ποιήσας τὴν μίαν σκηνὴν εἰς δύο, ἐξωτέραν καὶ ἐσωτέραν, ὥσπερ