1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

40

ἀναπλαττομένοις, οὐ παλαιοῖς μάλιστα ἀλλὰ νέοις τισίν, οἳ πρὸς τὰς ἀπορίας τῶν οἰκείων δογμάτων ματαιοτέρας ἀπολογίας ἐπινενοήκασι; Πῶς δὲ δύνανται οἱ τούτοις προσέχοντες λέγειν ὕδατα εἶναι ἐπάνω τοῦ οὐρανοῦ κατὰ τὴν Γραφήν, ἢ πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν ἄνευ δρόμου ἡλίου καὶ σελήνης καὶ ἄστρων γενέσθαι; Ἢ καὶ τὸν ἐπὶ τοῦ Νῶε κατακλυσμὸν πῶς ἐκάλυψε πᾶσαν τὴν γῆν καὶ πάλιν ὑπεχώρησαν τὰ ὕδατα; 3.58 Ἢ πῶς δύνανται πάλιν λέγειν συντέλειαν κόσμου, καὶ παύεσθαι τὸν δρόμον τῶν ἄστρων πιπτόντων, καὶ μηκέτι ἐκ διαδοχῆς ποιεῖν ἡμέρας καὶ νύκτας, καὶ παύεσθαι μὲν καθόλου ταύτην τὴν κατάστασιν, ἀναδείκνυσθαι δὲ ἑτέραν ἀπεξενωμένην καὶ ὑπερβαίνουσαν ταύτην, καὶ εἰσέρχεσθαι τοὺς δικαίους εἰς τὸν ἀνώτερον οὐρανὸν ἐσώτερον τούτου τοῦ ὁρωμένου οὐρανοῦ, ἔνθα ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ἡ δευτέρα σκηνὴ ἡ λεγομένη Ἅγια ἁγίων, ἧς τύπος ἦν ὁ ἐν τῇ σκηνῇ ἐσώτερος χῶρος, ἔνθα καὶ εἰσῆλθεν ὁ ∆εσπότης Χριστὸς ἀναληφθεὶς εἰς τὸν οὐρανὸν ὑπεράνω τοῦ στερεώματος, γενόμενος πρόδρομος ὑπὲρ ἡμῶν, ἐγκαινίσας ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν; Ἢ πῶς δύνανται πάλιν λέγειν μετὰ τὴν συντέλειαν ἑπτὰ ἢ ὀκτὼ ἢ ἐννέα οὐρανούς, ἢ κυκλεύειν πάλιν τὸν οὐρανόν, τὴν παρ' αὐτῶν λεγομένην σφαῖραν; Εἰς τί χρήσιμον; Λεγέτωσαν, μὴ φθονησάτωσαν ἡμῖν. 3.59 Ἢ πῶς δύνανται οἱ τοιοῦτοι πιστεύειν καὶ περὶ τῶν παραδόξων θαυμάτων τῶν πολλάκις ἡμῖν εἰρημένων, τῶν ἐπὶ τοῦ μεγάλου Μωϋσέως; Ὁμοίως καὶ ἐπὶ τοῦ Ἰησοῦ τοῦ Ναυὴ τὸ στῆσαι τὸν ἥλιον καὶ τὴν σελήνην καὶ ποιῆσαι μεγάλην πάνυ ἡμέραν, μέχρις οὗ τροπώσηται τοὺς ἐναντίους; Ἐπὶ τοῦ Ἐζεκίου τὸν ἀναποδισμὸν τοῦ ἡλίου ἐπὶ δέκα κλιμάκων ἀναποδίσαντα, ὃ καὶ τὸν Βαβυλώνιον ἐκπλῆξαν δῶρα παρεσκεύασεν ἐκπέμψαι τῷ Ἐζεκίᾳ; Τὸ παμφάγον πῦρ ἐπὶ τοῦ Ναβοχοδονόσορ τὰ μὲν δεσμὰ τῶν τριῶν παίδων καῦσαν, αὐτοὺς δὲ ἕως τριχὸς ἢ ἱματίων μὴ διαφθεῖραν; Ἠλίαν τὸν τηλικοῦτον ἅρματι πυρίνῳ τὸν οὐρανὸν διατρέχοντα καὶ νεκρὸν ἐγείραντα καὶ τὸν ὑετὸν τῇ γλώσσῃ ἐπὶ τεσσαράκοντα καὶ δύο μῆνας κατασχόντα; Τὸν τούτου μαθητὴν Ἐλισσαῖον, τὸν ῥίψαντα εἰς τὸ ὕδωρ τὸ ξύλον καὶ τὸν σίδηρον ἀνασπάσαντα, οὗ καὶ ἡ κόνις νεκρὸν ἀνέστησεν; 3.60 Ὁμοίως καὶ τὰ ἐπὶ τοῦ ∆εσπότου τῶν ὅλων Χριστοῦ γενόμενα θαύματα, τὴν παράδοξον ἐκ Παρθένου γένεσιν, τὴν τοῦ φανέντος ἀστέρος μαρτυρίαν, τῶν μάγων τὴν προσκύνησιν, τῶν ποιμένων τὸν ὑπὸ τοῦ ἀγγέλου μετὰ χαρᾶς εὐαγγελισμόν, τοῦ πλήθους τῆς στρατιᾶς τῶν ἀγγέλων τὴν δοξολογίαν, τοῦ Συμεῶνος τὴν μετ' εὐχαριστίας προσευχήν, τῆς Ἄννης τὴν ἐξομολόγησιν, αὐτοῦ τοῦ Κυρίου τὸ πρῶτον θαῦμα ἐν Κανᾷ τῆς Γαλιλαίας, ὡς ἐν γάμῳ παράδοξον οἰνοποσίαν φιλοτίμως ἐχορήγησε, τοῦ ἐκ γενετῆς τυφλοῦ τὸν ἀπὸ πηλοῦ διὰ πτύσματος ὀφθαλμῶν ἀναπλασμόν, τὴν τοῦ Λαζάρου τεταρταίαν καὶ πεπορθμευμένην καὶ ὄζουσαν ἤδη σπλάγχνων ἀναχάλκευσιν, τὸ πλῆθος τῶν ἀντικειμένων δαιμόνων τρεμόντων τὴν παρουσίαν καὶ βοώντων· "Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς", τὴν πρόσταξιν καὶ τὸν φιμὸν τῆς μαινομένης θαλάσσης, τὴν πορείαν τὴν ἐπὶ νώτου τῶν ὑδάτων, ὡς καὶ τὸν Πέτρον συμβαδίζειν ἐκέλευσε, κἀκείνου ἀπιστίᾳ κατασχεθέντος καὶ καταποντουμένου καὶ βοῶντος· "Κύριε, βοήθει μοι", καὶ τοῦ βυθοῦ ἀνασπάσαντος αὖθις συμβαδίσας ὑγιῆ ἐπὶ τὸ πλοῖον ἀποκατέστησε; Τὴν γενομένην ἔκλειψιν ἡλίου ἐπὶ ὥρας τρεῖς ἐν καιρῷ τοῦ πάθους, ἐν τεσσαρεσκαιδεκαταίᾳ τῆς σελήνης; Τὸν κλόνον τῆς γῆς καὶ τῶν πετρῶν καὶ τοῦ ναοῦ τὸ καταπέτασμα διαρραγέν; 3.61 Καὶ τὰ ἄλλα πάντα, ἅπερ νῦν καταλέγειν οὐκ εὐχερές, παραλείψας ἐπ' αὐτὴν τὴν ἀνάστασιν λοιπὸν δραμοῦμαι, τὸν τῶν ἀνθρώπων καὶ παντὸς τοῦ κόσμου ἀνακαινισμόν, τὴν δωρεὰν τῆς ἀφθαρσίας καὶ τῆς ἀθανασίας καὶ τῆς ἀτρεπτότητος τῆς δωρουμένης παρὰ τοῦ Θεοῦ παντὶ τῷ κόσμῳ, τὴν ἄνοδον αὐτῶν πάλιν τὴν εἰς τὸν οὐρανόν, ἔνθα καὶ πρῶτος εἰσελήλυθε κατὰ σάρκα ὁ ∆εσπότης Χριστός, τῶν ἀποστόλων τὰς σκιάς, αἳ τοὺς ἀρρώστους ἀνερρώννυον, τοῦ ἀποστόλου Παύλου τὴν