1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

39

ἐπ' αὐτῆς τέθεικε τὴν ἑβδομάδα σημαίνων· οἱ δὲ λύχνοι τοὺς φωστῆρας πάντας σημαίνουσι. 3.53 Μετὰ δὲ τὸ καταπέτασμα ἡ δευτέρα σκηνή, ἡ λεγομένη Ἅγια ἁγίων, καὶ ἡ κιβωτὸς τοῦ μαρτυρίου καὶ τὸ ἱλαστήριον καὶ ὑπεράνω Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον, τύπος ἐστὶ κατὰ τὸν Ἀπόστολον τῶν οὐρανίων ἀπὸ τοῦ στερεώματος ἐπὶ τὸν ἀνώτερον οὐρανόν, ὥσπερ ἀπὸ τοῦ καταπετάσματος ἕως τοῦ τοίχου τῆς ἐσωτέρας σκηνῆς ποιοῦσα τὸν ἐσώτερον χῶρον. 3.54 Σοφισθεὶς οὖν ὑπὸ τοῦ Θεοῦ γράμματά τε καὶ τῶν πάντων τὴν γένεσιν αὐταῖς ὄψεσιν ἐξ ἀποκαλύψεως δεξάμενος καὶ δοξασθεὶς τὸ πρόσωπον, μὴ δυνάμενος ὁραθῆναι τοῖς συγγενεῦσιν ἄνευ καλύμματος, τότε πρῶτος ἀνθρώπων ὡς ἀξιόπιστος καὶ δεδοξασμένος ὑπὸ Θεοῦ συγγράφει τὴν βίβλον τῆς Γενέσεως λέγων· "Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν", ἀρχὴν γενέσεως κόσμου παρὰ Θεοῦ γινομένην, ὡς περιεκτικῶν πάντων ὑπαρχόντων καὶ ἔνδοθεν ὄντων πάντων τῶν λοιπῶν κτισμάτων, ὧνπερ ἅμα αὐτοῖς καὶ ὧν μετὰ ταῦτα κατὰ μέρος πεποίηκεν, ἀποφηνάμενος· εἶτα, ἀρξάμενος ἀπὸ τῆς πρώτης καὶ ἕως τῆς ἕκτης τελέσας, πάντα τὰ ἔνδον ὑπάρχοντα οὐρανοῦ καὶ γῆς, καὶ τῇ ἑβδόμῃ καταπαύσαντα τὸν Θεὸν εἰρηκὼς καὶ μηδὲν ἐργασάμενον διὰ τὸ πεπληρῶσθαι πᾶσαν τὴν κτίσιν καὶ μὴ λείπειν τι τῇ καλλίστῃ ἁρμονίᾳ τοῦ κόσμου, τότε πάλιν ἐπιφέρει· "Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς", ἀρκετὸν ἡγησάμενος πάντα συσσημαίνεσθαι ἔσωθεν ὄντα οὐρανοῦ καὶ γῆς. 3.55 Καὶ πάλιν ἑτέρωθι· "Ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς, καὶ τῇ ἑβδομῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι", διὰ πάντων τὸν αὐτὸν νοῦν εἰρηκὼς ὅτι καὶ ἔνδον εἰσὶ πάντα τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καὶ ὅτι πρὸ τῶν ἑπτὰ ἡμερῶν ἐκείνων τίποτε τὸ σύνολον οὐ πεποιήκει, ἀλλὰ καὶ ἤρξατο ἀπὸ τῆς πρώτης ἡμέρας καὶ ἐτέλεσε τῇ ἕκτῃ καὶ τῇ ἑβδόμῃ κατέπαυσε, μηδὲν ἕτερον ποιήσας, καὶ ὅτι δύο μόνους οὐρανοὺς πεποίηκε, τὸν πρῶτον ἅμα τῇ γῇ καὶ τὸν δεύτερον μέσον θέμενος καὶ ποιήσας τὰς δύο καταστάσεις, ταύτην τε καὶ τὴν μέλλουσαν, καθάπερ καὶ ἐν τῇ σκηνῇ προσέταξε γενέσθαι δύο χώρους κατὰ μίμησιν τοῦ κόσμου. "Κατὰ τὸν τύπον" γάρ, λέγει, "τὸν δειχθέντα σοι ἐν τῷ ὄρει"· ἣν ὁ Ἀπόστολος ἑρμηνεύων, πρὸς Ἑβραίους ἐπιστέλλων, ἔφη τύπον τοῦ κόσμου τούτου τὴν ἐξωτέραν σκηνὴν καὶ τὴν ἐσωτέραν τῶν οὐρανίων. 3.56 Τοῦ οὖν τοιούτου μεγάλου καὶ θείου κοσμογράφου Μωϋσέως μαρτυρουμένου καὶ δοξασθέντος, ἐν μὲν τῇ Παλαιᾷ ὑπὸ τοῦ Θεοῦ, ἐν δὲ τῇ Νέᾳ ὑπὸ τοῦ Χριστοῦ, καὶ ἑτέρων δὲ θεοφόρων προφητῶν καὶ ἀποστόλων συμμαρτυρούντων αὐτῷ περὶ πάντων, περί τε τῶν σχημάτων τῆς κτίσεως ἁπάσης, καθάπερ ἐν τῷ πρὸ τούτου λόγῳ παρεθήκαμεν, καὶ περὶ αὐτῆς τῆς κτίσεως, καὶ κατὰ πάντα συμφωνούντων αὐτῷ, τίς οὕτω σκαιὸς καὶ ἠλίθιος καὶ πεπλασμένος, μάλιστα καὶ ὀνομάζων ἑαυτὸν χριστιανόν, ἀπιστήσειε τῇ τοσαύτῃ ἀληθείᾳ καὶ ἱερᾷ μαρτυρίᾳ, καὶ οὐχὶ μᾶλλον κύψας εἰς γῆν ἐντραπήσεται τὸν ὄχλον τῶν μαρτυριῶν, τὴν ἐκλογήν, τὰς ἀποκαλύψεις, τὴν σοφίαν, τὴν δόξαν, τὰς προρρήσεις, τὰ σημεῖα τὰ παράδοξα, τὰ μεγάλα θαύματα, τὰς ἐκβάσεις τῶν προφητειῶν, αὐτοῦ τοῦ Θεοῦ τὴν μαρτυρίαν ὡς φίλος πρὸς φίλον κατὰ πρόσωπον ὁμιλοῦντος καὶ ἐνωπίως, καὶ ἐν τῇ Νέᾳ τοῦ ∆εσπότου Χριστοῦ πολλάκις αὐτῷ μαρτυρήσαντος; Ὄντως, ἵν' οὕτως κἀγὼ θερμότερον εἴπω, εἰ μή τις θεομάχος εἴη, τούτῳ ἀντειπεῖν οὐ δυνήσεται· μεταμελόμενος γὰρ πάλιν λέξει· "∆άκτυλος Θεοῦ ἐστιν ἐν αὐτῷ", καὶ τὴν ἧτταν ὁμολογήσει, καθάπερ οἱ αἰγύπτιοι ἐπαοιδοὶ καὶ φαρμακοί, Ἰαννῆς καὶ Ἰαμβρῆς, ἔλεγον περὶ αὐτοῦ. 3.57 Κατὰ τὸν μέγαν οὖν καὶ θεῖον κοσμογράφον Μωϋσέα καὶ κατὰ τὸν θειότατον καὶ ἐν ἑαυτῷ ἔχοντα λαλοῦντα τὸν ∆εσπότην Χριστόν, τὸν διδάσκαλον τῆς Ἐκκλησίας Παῦλον, δύο καὶ μόνων οὐρανῶν γεγονότων παρὰ Θεοῦ, καὶ οὐχὶ ἑπτὰ ἢ ὀκτὼ ἢ ἐννέα, πῶς οἷόν τέ ἐστι τοῖς ἔξω προσέχειν ἐκ στοχασμῶν καὶ σοφισμάτων καὶ γνάθων διαλεγομένοις καὶ μύθους