1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

106

τῶν Ἑλλήνων πιστεύσαντας, λέγω δὴ Κορινθίους, ἀνθρώπους φιλολόγους ὄντας καὶ φιλοσόφους, πιστεύσαντας μὲν ἤδη περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ἔτι δὲ ἀμφιβάλλοντας περὶ τῆς κοινῆς ἀναστάσεως τῶν ἀνθρώπων, πάλιν τοῖς αὐτοῖς ἐνθυμήμασιν ἐχρήσατο καί φησιν· "Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ἡμῶν", ὡσανεί· Ἀνωφελὴς ὑμῖν ἐστιν ἡ εἰς Χριστὸν πίστις, μὴ καὶ τῆς ἡμετέρας ἀναστάσεως πιστευομένης παρ' ὑμῶν. 7.24 Εἰ γὰρ περὶ ἑνὸς ἐπιστεύσατε ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, πῶς οὐ πιστευτέον ὅτι δυνατὸν καὶ πάντας τοὺς λοιποὺς ἐγείρεσθαι; Ὁ γὰρ δυνάμενος ἕνα ἐγεῖραι καὶ πάντας δύναται ἐγεῖραι. Εἶτα ἐπιφέρει· "Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρε τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται"· καὶ ἡμεῖς δέ, φησίν, οἱ μαρτυρήσαντες ὑμῖν ὅτι ὁ Θεὸς ἤγειρε τὸν Χριστόν, ψευδεῖς καὶ πλάνοι εὑρεθησόμεθα. 7.25 Καὶ πάλιν δεύτερόν φησιν· "Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν", ἐκ τοῦ παρ' αὐτῶν ὡμολογημένου καὶ πιστευθέντος αὐτοὺς ἐλέγχων καὶ λέγων· Εἰ γὰρ ἐκεῖνος, φησί, περὶ οὗ ἐπιστεύσατε, νεκρὸς ὑπάρχων ἀνέστη, πῶς ἀπιστεῖτε καὶ περὶ τῆς τῶν λοιπῶν νεκρῶν ἀναστάσεως, ὡς φαίνεσθαι ὑμᾶς μᾶλλον μάτην πεπιστευκότας καὶ περὶ τοῦ ἑνός; Ὁ γὰρ δυνάμενος ἕνα νεκρὸν ἐγεῖραι καὶ πάντας τοὺς λοιποὺς νεκροὺς δυνατὸς ἀναστῆσαι, ὥστε ἀπιστοῦντες τῇ τῶν νεκρῶν ἀνθρώπων ἀναστάσει εἰς τὴν προτέραν ὑμῶν δεισιδαιμονίαν πάλιν ὑποστρέψαντες ἐξωλισθήσατε· τοῦτο γὰρ λέγει "ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν". 7.26 Εἶτα μετ' ὀλίγα καὶ τὴν αἰτίαν ἐπιφέρει λέγων· "Ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν", καὶ δηλῶν ὅστις ἐστὶν ὁ πρῶτος ἄνθρωπος, δι' οὗ θάνατος παρεισήχθη, καὶ ὁ δεύτερος ἄνθρωπος, δι' οὗ ἡ ἀνάστασις ἀνεδείχθη, ἐπάγει· "Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται." 7.27 Εἶτα πάλιν μετ' ὀλίγα λέγει· "Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται; Τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν; Τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;" ἵνα εἴπῃ· Ἐπειδὴ βαπτιζόμεθα μυστικώτερον ὑπὲρ τῶν ἡμετέρων νεκρῶν σωμάτων, καταδύνοντες ἐν τῷ ἁγίῳ ὕδατι καὶ ἀναδύνοντες, ἀπεντεῦθεν μιμούμενοι θάνατον καὶ ἀνάστασιν ἐλπίδι καὶ ἐπαγγελίᾳ τῆς ἐκ νεκρῶν ἀναστάσεως, τί μάτην, φησί, ταῦτα ποιοῦμεν μὴ στοιχοῦντες οἷς ποιοῦμεν; "Τί δὲ καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν" ταῦτα κηρύττοντες τοσούτῳ πλήθει καὶ προλήψει κοσμικῇ μαχόμενοι; 7.28 Λοιπὸν πειρᾶται πάλιν μετ' ὀλίγα ἐξ ἀντιθέσεως φυσικώτερον διὰ παραδείγματος πείθειν καί φησιν· "Ἀλλ' ἐρεῖ τις, πῶς ἐγείρονται οἱ νεκροί; Ποίῳ δὲ σώματι ἔρχον ται;" Ἀποκρίνεται δῆθεν καὶ λέγει· "Ἄφρον, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ πρῶτον ἀποθάνῃ· καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γεννησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι σίτου, ἤ τινος τῶν λοιπῶν· ὁ δὲ Θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα", τοῦτο λέγων· Ἀναλογίσασθε, ὦ ἄνθρωποι, ὅτι γυμνὸς κόκκος σπειρόμενος ἐν τῇ γῇ πρῶτον μὲν διαλύεται· τοῦτο γὰρ λέγει "ἐὰν μὴ πρῶτον ἀποθάνῃ". 7.29 Ἔπειτα ἀναδιδόμενος τῇ τοῦ Θεοῦ δυνάμει τε καὶ προνοίᾳ μετὰ πολλῆς δωρεᾶς τε καὶ τέχνης καὶ ὡραιότητος ἀναφαίνεται, ἀντὶ ἑνὸς κόκκου πολλοστός, ἀντὶ γυμνοῦ ἐνδεδυμένος καὶ θήκας ἔχων, ἀντὶ εὐαλώτου καὶ εὐεπηρεάστου ἐστηριγμένος καὶ βεβοηθημένος, ἔχων ἀνθέρικας, ἵν' ἀβλαβὴς διαμείνῃ ἀπὸ τῶν ἀδικῆσαι δυναμένων. Αὐτὸ οὖν τοῦτο τὸ φθαρὲν καὶ μεταβληθὲν εἰς γῆν σῶμα, καὶ πάλιν ἐν ἀριθμῷ πλείονι καὶ θαυμαστῷ κάλλει φυόμενον ἐκ τῆς γῆς, ἔργον σοφὸν καὶ κάλλιστον καὶ ἔντεχνον τῆς προνοίας