1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

138

ἐπεὶ καὶ ἄγγελοι ἐν τῇ γῇ εἰσιν, ἀλλ' ἐπουράνιοι λέγονται, καὶ Χερουβὶμ ἐπὶ τῆς γῆς ἐφάνη, ἀλλ' ἐπουράνιά εἰσι. Καὶ τί λέγω, ἐφάνη; Ἐπὶ τῆς γῆς μὲν οὖν διάγει, ὥσπερ οὖν ἐν τῷ παραδείσῳ; Ἀλλ' οὐδὲν τοῦτο. Ἐπουράνια γάρ εἰσι, καὶ ἡμῶν τὸ πολίτευμά ἐστιν ἐν τοῖς οὐρανοῖς, κἂν τοῖς ἐνταῦθα πολιτευώμεθα. Καὶ μεθ' ἕτερα 10.51 Ἐγὼ δείκνυμι διὰ τῶν ἔργων τοὺς εἰς ἐκεῖνο τὸ ὕψος φθάσαντας. Τίνας δὴ τούτους; Τοὺς περὶ Παῦλον λέγω, οἵτινες ἐν τῇ γῇ ὄντες ἐν τῷ οὐρανῷ διέτριβον. Καὶ τί λέγω, ἐν τῷ οὐρανῷ; Ὑψηλότεροι ἦσαν καὶ τοῦ οὐρανοῦ καὶ εἰς τὸν ἄλλον οὐρανὸν πρὸς αὐτὸν ἀνῆλθον τὸν Θεόν. 10.52 Καὶ οὗτος πάλιν ὁ σοφὸς καὶ μέγας διδάσκαλος συνῳδὰ ἡμῖν καὶ τοῖς καθ' ἡμᾶς περί τε τοῦ σχήματος θαυμασίως ἐξεῖπε, περὶ μὲν τοῦ σχήματος, ἀπὸ τῶν περὶ τὴν γῆν τόπων κατὰ πρόσβασιν ἀνιὼν ἕως τοῦ θρόνου τοῦ βασιλικοῦ τὴν ἄνοδον καλῶς καὶ κατὰ τάξιν ἐξηγησάμενος, πρῶτον θεὶς τὸν ἀέρα, εἶτα τὴν σελήνην, ἔπειτα τὸν ἥλιον, αὖθις τὸ στερέωμα, εἶθ' οὕτως πάλιν τὸν οὐρανὸν τοῦ οὐρανοῦ, πλέον δύο οὐρανῶν μὴ εἰπὼν καὶ κωμῳδῶν τοὺς σφαῖραν αὐτὸν λέγοντας καὶ κινεῖσθαι αὐτὸν ἀποφαινομένους, καὶ περὶ τῶν ἀγγέλων καὶ τῶν Χερουβίμ, ἐν τῷ κόσμῳ τούτῳ ἅμα ἡμῖν πάντας εἰρηκώς, ὅτι οὐδὲ εἷς αὐτῶν τέως τὸν κόσμον τοῦτον ὑπερέπτη, 10.53 περὶ δὲ τοῦ δόγματος, πάλιν ἀσφαλῶς χρησάμενος σὺν τῷ σχήματι καὶ τὸ ἁρμόζον τῷ σχήματι δόγμα τρανῶς διηγησάμενος. Τί γάρ, φησίν, ὁ ἐχθρὸς ὁ μεμισημένος οὗτος ἐξαίφνης ἄνω γέγονε, καὶ πάλιν ὅτι ὁ Θεὸς ἄνθρωπον ἄνω καθίσαι βούλεται εἰς οἰκονομίαν τῶν καιρῶν καὶ ἀνακεφαλαίωσιν ἐπουρανίων καὶ ἐπιγείων; Οὕτω γὰρ καὶ "μυστήριον τοῦ θελήματος" τοῦ Θεοῦ τοῦτο ἐξεῖπε. Ποιήσας γὰρ ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τῇ δευτέρᾳ ἡμέρᾳ πάλιν τὸ στερέωμα πεποίηκε καὶ θεὶς καταμέσοθεν τοῦ ὕψους διεῖλε τὸν ἕνα κόσμον εἰς δύο κόσμους, τοῦτον καὶ τὸν ἀνώτερον. 10.54 Τῇ δὲ ἕκτῃ ἡμέρᾳ τελέσας πάντα τὸν κόσμον τοῦτον εἰς ὕστερον πάντων, ὥσπερ τινὰ σύνδεσμον τοῦ παντὸς κόσμου, ὁρατῶν καὶ ἀοράτων, τὸν ἄνθρωπον ἐξ ἁπασῶν τῶν φύσεων ἓν ζῷον πεποίηκεν. Ἐπ' ἐσχάτου τοίνυν τῶν ἡμερῶν, ὅτε περ ἔδει καὶ τὸν δεύτερον κόσμον ἀναδειχθῆναι, αὐτὸν πάλιν τὸν σύνδεσμον τοῦ παντὸς κόσμου, ὁρατῶν καὶ ἀοράτων, τουτέστι τὸν ἄνθρωπον, λαβὼν καὶ ἐξ ἀναστάσεως νεκρῶν ἀνακαινίσας καὶ κρείττονα ποιήσας εἰς οὐρανόν, τουτέστιν εἰς τὸν δεύτερον χῶρον ἤτοι κόσμον, πρὸ πάντων εἰσήγαγεν. Ἀνακεφαλαίωσις γὰρ καὶ ἀνάκτισίς τις ᾠκονομεῖτο παρὰ τοῦ Θεοῦ ἐν τῷ ἀνθρώπῳ ὡς συνδέσμῳ ὄντι ἐπουρανίων καὶ ἐπιγείων, τουτέστιν ὁρατῶν τε πάντων καὶ ἀοράτων. 10.55 Ταῦτα τοίνυν καὶ οὗτος ὁ πατὴρ ἐπιστάμενος καὶ "μυστήριον τοῦ θελήματος" τοῦ Θεοῦ αὐτὰ ἐξεῖπε καὶ "εὐδοκίαν", καὶ τὸν ἐκ τοῦ παραδείσου διωχθέντα, ὡς μεμισημένον διὰ τὴν παρακοήν, ἐξαίφνης οὐράνιον δι' εὐδοκίαν Θεοῦ γεγονότα ἐκήρυξεν ἐπὶ ἀνακεφαλαιώσει τοῦ παντός. Βαβαὶ συμφωνία τῆς Ἐκκλησίας. Βαβαὶ ὁμοφωνία μυστηρίων Θεοῦ. Βαβαὶ διδασκάλων ὁμόνοια πνευματική. Πῶς οὐ κατάκριτος ὁ τούτοις ἐναντιούμενος; Θεὲ τῶν ὅλων Κύριε, βεβαίωσον ἡμᾶς ἐν τοῖς μυστηρίοις σου διὰ παντός. Ἀμήν. 10.56 Παυσάσθωσαν οἱ φιλόνεικοι καὶ μᾶλλον ὑποκυψάτωσαν τὸν αὐχένα τῇ Ἐκκλησίᾳ. Τοιαύτην γὰρ συνήθειαν καὶ ἡμεῖς σὺν τῇ Ἐκκλησίᾳ ἀποστρεφόμεθα. Ἀλλὰ καὶ τούτῳ πέρας δόντες ἕβδομον μάρτυρα παραγάγωμεν συμπληροῦντα τῆς θείας ∆ιαθήκης, Παλαιᾶς τε καὶ Καινῆς, τὰ σύμβολα. Εἰ γὰρ "ἐπὶ δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα", εἴρηται ἐν τῇ θείᾳ Γραφῇ, πόσῳ μᾶλλον ἐπὶ τοῖς ἑπτά· τῆς γὰρ τελείας διαθήκης σύμβολα δείκνυσιν ὁ τῶν ἑπτὰ μαρτύρων χορός. Ἔστιν οὖν ὁ τῆς Καρπάθου ἐπίσκοπος Φίλων τὰ ὅμοια τοῖς ἄλλοις ἓξ μαρτυρῶν. Φίλωνος, ἐπισκόπου Καρπάθου, ἐκ τοῦ ὑπομνήματος τῶν Ἀσμάτων, εἰς τὸ ῥητὸν τὸ λέγον "εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ" 10.57 Τοῦ δὲ ἐπουρανίου βασιλέως τὸ ταμιεῖον, δῆλον ὅτι τὸ σῶμα ὃ ἑαυτῷ ᾠκοδόμησεν οἶκον, ἔπειτα δὲ καὶ ἡ τῶν οὐρανῶν βασιλεία. Τοῦ αὐτοῦ εἰς τὸ "φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ"