1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

86

ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι Κύριον καὶ Χριστὸν ὁ Θεὸς αὐτὸν ἐποίησε, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε." 5.207 Σκοπητέον ἐνταῦθα, πῶς πᾶσαν τὴν ὑπόθεσιν τῶν εὐαγγελιστῶν εἰς ὀλίγους πάνυ στίχους περιέγραψεν, εἰπὼν περὶ αὐτοῦ καὶ τὴν θρεψαμένην ὡς ἀπὸ Ναζαρέτ, καὶ ὅτι ἀπὸ Θεοῦ ἀνὴρ τυγχάνει, ὡς δεύτερος Ἀδάμ, καὶ ὅτι δι' αὐτοῦ τὰ θαύματα εἰργάζετο ὁ Θεός, καὶ ὅτι συγχωρήσει θείᾳ ἀπεκτάνθη ὑπὸ τῶν ἀνόμων, καὶ ὅτι ὁ Θεὸς αὐτὸν ἀνέστησεν ἀθάνατον καὶ ἄτρεπτοντοῦτο γὰρ ἔφη "λύσας τὰς ὠδῖνας τοῦ θανάτου", καὶ ὅτι τῇ θείᾳ δυνάμει ὑπερυψωθεὶς εἰς οὐρανὸν ἀνελήλυθε κἀκεῖθεν κατέπεμψε τὸ Πνεῦμα τὸ ἅγιον· οὐ γὰρ ἕτερος ἀνῆλθεν εἰς τὸν οὐρανόν, ἢ ∆αυΐδ, ἀλλ' αὐτὸς ὁ Κύριος, περὶ οὗ καὶ ∆αυῒδ εἶπεν· "Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου", καί· "Ἀσφαλῶς Κύριον καὶ Χριστὸν ὁ Θεὸς αὐτὸν ἐποίησεν." 5.208 Ἔτι δὲ πάλιν λέγει πρὸς Κορνήλιον οὕτως· "Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει, ὡς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ' αὐτοῦ· καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ· ὃν καὶ ἀνεῖλαν κρεμάσαντες ἐπὶ ξύλου. Τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· καὶ παρήγγειλεν ἡμῖν κηρῦξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν." 5.209 Ὁμοίως πάλιν, ὅτε τὸν χωλὸν ἰάσατο, οὕτω φησί· "Μετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσι καιροὶ ἀναψύξεως, καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν Ἰησοῦν Χριστόν, ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος πάντων τῶν ἁγίων ἀπ' αἰῶνος αὐτοῦ προφητῶν." Καὶ μέμνηται τῆς χρήσεως Μωϋσέως, τό· "Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεός", καὶ πάλιν ἐπιφέρει· "Καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς, ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας· ὑμεῖς ἐστε υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης, ἧς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ὑμῶν λέγων πρὸς Ἀβραάμ· Καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. Ὑμῖν πρῶτον ὁ Θεὸς ἀναστήσας τὸν παῖδα αὐτοῦ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστραφῆναι ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν." 5.210 Τούτοις πᾶσι μαρτυρεῖ καὶ ὁ μακάριος Πέτρος, ὥσπερ καὶ οἱ εὐαγγελισταί, καὶ ὅτι πάντες οἱ προφῆται προκατήγγειλαν ταῦτα πάντα, ὅτι ὁ Θεὸς δευτέραν τινὰ κατάστασιν καινὴν πεποίηκε καὶ ποιεῖ, ἣν καὶ προκατήγγειλε διὰ στόματος πάντων τῶν προφητῶν, καὶ οὔτε πρὸ ταύτης τῆς καταστάσεως εἶπεν ἑτέραν εἶναι, οὔτε μετὰ τὴν μέλλουσαν ἑτέραν ἀπεφήνατο, ἀλλὰ μετὰ πάντων τῶν προφητῶν καὶ ἀποστόλων δύο μόνον ἐξεῖπε, ταύτην καὶ τὴν μέλλουσαν. Παραγραφή 5.211 Ἐπὶ τῆς πυργοποιΐας θεομαχοῦντές ποτε οἱ ἄνθρωποι ἠβούλοντο εἰς τὸν οὐρανὸν ἀνελθεῖν· τούτων τὰς γλώσσας σχίσας ὁ Θεὸς ἀπράκτους πεποίηκεν. Ἐπ' ἐσχάτου τῶν καιρῶν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων παραγεγονὼς καὶ τὴν ἡμετέραν φύσιν εἰς οὐρανὸν ἀναγαγών, ἐν ἡμέρᾳ τῆς Πεντηκοστῆς προμηνύων καὶ τῶν λοιπῶν τὴν ἄνοδον, διὰ Πνεύματος ἁγίου οὐρανόθεν πάλιν τὰς γλώσσας συνάξας τοῖς ἀποστόλοις δίδωσι. 5.212 Καὶ σταθεὶς ὁ τῆς Νέας ταύτης ∆ιαθήκης μέγας κῆρυξ Πέτρος ἐν μέσῳ δημηγορῶν, καὶ ἃς ἐπιστεύθη παρὰ Χριστοῦ κλεῖδας τῶν οὐρανῶν βαστάζων, ἐβόα μετὰ παρρησίας ἃ καὶ οἱ εὐαγγελισταὶ συνεγράψαντο, βάπτισμα, πολιτείαν, θάνατον, ἀνάστασιν,