1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

14

οὐκ εἰς βάθος, ἀλλ' ἴσον. Καὶ ἐξ αὐτῶν δὲ τῶν πραγμάτων ἔνεστιν ἰδεῖν ὅτι οἱ πλέοντες τὰ βόρεια καὶ δυτικὰ μέρη "ἀναβολεῖς" καλοῦνται, ὡς ἄνω που ἀνερχόμενοι καὶ βραδυπλοοῦντες ἐν τῷ ἀνέρχεσθαι, ἐν δὲ τῷ ὑποστρέφειν, ὡς ἐξ ὕψους ἐπὶ τὰ κάτω ἐρχόμενοι, ταχυπλοοῦντες καὶ δι' ὀλίγων ἡμερῶν τὸν πλοῦν ἀνύοντες. 2.32 Καὶ οἱ δύο δὲ ποταμοί, Τίγρης καὶ Εὐφράτης, ἀπὸ τῶν βορείων, τουτέστι Περσαρμενίας, ἐπὶ τὰ νότια κατερχόμενοι πολλὰ πάνυ ῥεύματα ἔχουσι, πλείω πολὺ τοῦ παρ' ἡμῖν Νείλου ποταμοῦ, τουτέστι τοῦ Γηῶν. Ὁ γὰρ Νεῖλος οὗτος ποταμὸς ἀπὸ τῶν χθαμαλῶν καὶ νοτίων τόπων ἐπὶ τὰ ὑψηλότερα καὶ βόρεια μέρη ὠθούμενος καὶ ἄνω που τρέχων ὁμαλώτερα πάνυ ῥεύματα ἔχει. 2.33 Τὰ δὲ ἀνατολικὰ καὶ νότια μέρη, ὡς χθαμαλὰ καὶ ἐκ τοῦ ἡλίου περιθαλπόμενα, θερμότερα τυγχάνει, ὅθεν καὶ τὰ σώματα τῶν οἰκούντων τοὺς τόπους μελανώτερα τυγχάνει. Τὰ δὲ βόρεια καὶ δυτικά, ὡς ὑψηλότερα καὶ μακρὰν τοῦ ἡλίου τυγχάνοντα, ψυχρότερα τυγχάνει, ὅθεν καὶ τὰ σώματα τῶν οἰκούντων λευκότερα τυγχάνει, ἑαυτοὺς περιθάλποντες διὰ τὸ κρύος. Οὔτε δὲ πᾶσα ἡ γῆ αὕτη οἰκεῖται· τὰ ὑπερβόρεια γὰρ μέρη εἰς ἄκρον ψυχόμενα ἀοίκητα διαμένει, καὶ τὰ ὑπερνότια ἐκ τῆς ἄγαν θέρμης ἀοίκητα διαμένει· οὕτως γὰρ λέγει ὁ ∆αυΐδ· "Ὅτι οὔτε ἐξ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων", ἐξόδους καλῶν τὴν ἀνατολήν, δυσμὰς δὲ τὰς δυσμάς, ἐρήμους τὰ λοιπὰ δύο κλίματα, ὡσανεὶ τὰ ὑπερβόρεια καὶ τὰ ὑπερνότια. Ταῦτα δὲ καὶ οἱ ἔξωθεν ἱστοροῦντες ἀληθεύουσιν. 2.34 Τούτων οὖν οὕτως ἐχόντων, ἐροῦμεν, λαμβάνοντες μὲν κατὰ τὴν θείαν Γραφήν, ἐξ ἀνατολῶν τὸν ἥλιον πορευόμενον διὰ τοῦ ἀέρος τὰ νότια μέρη, ὑψούμενον καὶ φαίνοντα ἐπὶ τὸν βορρᾶν πάσῃ τῇ οἰκουμένῃ. Τὸ δὲ ὕψος τῆς γῆς τὸ βόρειον καὶ δυτικὸν μεσολαβοῦν, ποιεῖ νύκτα περαιτέρω τῆς γῆς ταύτης, κατὰ τὸν Ὠκεανὸν καὶ τὴν γῆν τὴν πέραν τοῦ Ὠκεανοῦ κατ' αὐτὰ τὰ μέρη· εἶτα λοιπὸν περὶ δυσμὰς γινόμενος ὁ ἥλιος ὑπὸ τὸ ὕψος τῆς γῆς καὶ διατρέχων ἐπάνω τοῦ Ὠκεανοῦ διὰ τῶν βορείων μερῶν, ποιεῖ ἐνταῦθα νύκτα, ἄχρι κυκλῶν ἔλθῃ πάλιν εἰς ἀνατολὰς καὶ ὑψούμενος πάλιν κατὰ τὸ νότιον μέρος καταλάμψει ταύτην τὴν οἰκουμένην, καθὰ καὶ ἡ θεία Γραφὴ λέγει διὰ τοῦ σοφοῦ Σολομῶντος· "Ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει· ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν· κυκλοῖ κυκλῶν, καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα." Τὸ "πνεῦμα" ἐνταῦθα τὸν ἀέρα καλεῖ, ὅτι ἐν τῷ ἀέρι κυκλῶν, φησίν, ἀπὸ ἀνατολῶν ἐπὶ νότον καὶ ἀπὸ νότου εἰς δυσμὰς καὶ ἀπὸ δυσμῶν ἐπὶ βορρᾶν καὶ ἀπὸ βορρᾶ πάλιν ἐπὶ ἀνατολάς, νύκτας καὶ ἡμέρας ἀπεργάζεται καὶ τὰς τροπάς. Τῷ γὰρ "κυκλοῖ κυκλῶν, καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει" μετὰ τοῦ δρόμου καὶ τὰς τροπὰς ἐσήμανε, πληθυντικῶς αὐτὰ ἐξειπών· οὐ γὰρ τὸ πνεῦμα "κυκλοῦν" λέγει, ἀλλὰ τὸν ἥλιον διὰ τοῦ πνεύματος, τουτέστι τοῦ ἀέρος. 2.35 Ἀλλὰ καὶ ὁ μακάριος Μωϋσῆς κελευσθεὶς ποιῆσαι τὴν σκηνὴν ἐν τῷ ὄρει τῷ Σιναίῳ κατὰ τὸν τύπον, ὃν ἑωράκει, θεόθεν τὴν ἐξωτέραν σκηνὴν τύπον τούτου τοῦ ὁρωμένου κόσμου γενέσθαι ἔφησεν. Ἑρμηνεύων ὁ θεῖος Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ καὶ τὴν ἐσωτέραν τοῦ καταπετάσματος σκηνὴν τύπον τῶν οὐρανίων, τουτέστι τῆς βασιλείας τῶν οὐρανῶν, ὡσανεὶ τῆς μελλούσης καταστάσεως, τὸ καταπέτασμα ἀντὶ τοῦ στερεώματος λαβών, ὃ καὶ μεσάζει τὴν σκηνὴν εἰς δύο σκηνάς, ὥσπερ καὶ τῷ οὐρανῷ καὶ τῇ γῇ μεσολαβοῦν τὸ στερέωμα ἐποίησε δύο κόσμους, τοῦτον καὶ τὸν μέλλοντα, ἐν ᾧ μέλλοντι κόσμῳ εἰσῆλθε πρῶτος πρόδρομος ὑπὲρ ἡμῶν Χριστὸς ἐγκαινίσας ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν. 2.36 Εἰς δὲ τὴν πρώτην σκηνὴν διαγράφει ἐν μὲν τῷ νότῳ τὴν λυχνίαν ἑπτὰ λύχνους ἔχουσαν κατὰ τὸν ἀριθμὸν τῆς ἑβδομάδος, τύπον ὑπάρχουσαν τῶν φωστήρων, φαίνοντας κατὰ τὴν τράπεζαν τὴν κειμένην ἐν τῷ βορρᾷ, τουτέστι τῆς γῆς, ἐν ᾗ κελεύει δώδεκα ἄρτους προθέσεως ἐφημερινοὺς τίθεσθαι κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα μηνῶν, εἰς ἑκάστην γωνίαν τῆς τραπέζης τρεῖς ἄρτους, ὃ γίνεται τροπαὶ