1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

78

ὅπως καὶ αἰχμάλωτοι εἰς Βαβυλῶνα ὑπὸ Ναβουχοδονόσορ ἀπαχθήσονται καὶ πάλιν ἐνδόξως ἐπανήξουσι, καὶ πάλιν πείσονται κακὰ ὑπὸ Ἀντιόχου καὶ τῶν πέριξ ἐθνῶν, καὶ ὅπως καὶ τούτων δυνάμει θείᾳ περιγενήσονται, καὶ τότε ὁ προσδοκώμενος ἐκ τοῦ σπέρματος Ἀβραὰμ ἥξει ἐπὶ σωτηρίᾳ παντὸς τοῦ κόσμου κατὰ τὰς ἄνωθεν ἐπαγγελίας. Τοῦτο τὸ ἔργον τῶν προφητῶν. 5.163 Τινὲς μὲν οὖν ἐξ αὐτῶν ἑαυτοῖς συνέγραψαν τὰς ἰδίας βίβλους, οἷον ὁ ∆αυῒδ συνθεὶς τὴν βίβλον τῶν ψαλμῶν, καὶ ∆ανιὴλ ἐν τῇ αἰχμαλωσίᾳ κελευσθεὶς γράψαι ἅπερ αὐτῷ δι' ὁράσεων ἀπεκαλύφθη, ἢ καὶ ἄλλοι τινές. Οἱ δὲ λοιποὶ οὐχ ἑαυτοῖς συνέγραφον, ἀλλὰ γραμματεῖς ἦσαν ἐν τῷ ἱερῷ, οἳ ἔγραφον ἑκάστου προφήτου, ὡς ἐπὶ ἡμερολογίου, λόγον. Καὶ ἡνίκα ἀπεστέλλετο ὑπὸ Θεοῦ προφήτης κηρῦξαι ἢ περὶ Ἱερουσαλὴμ ὅτι μέλλει αἰχμαλωτίζεσθαι, ἢ περὶ Σαμαρείας, ἢ περὶ ἑτέρων τόπων, ἢ περὶ τῆς ἐπανόδου, ἢ περὶ Ἀντιόχου, ἢ περὶ τῶν πέριξ ἐθνῶν, ἢ περὶ αὐτοῦ τοῦ ∆εσπότου Χριστοῦ, καθ' ἣν ἡμέραν προεφήτευεν, ἔγραφον ἐν τῷ λόγῳ τοῦ προφήτου ἐκείνου ὃ ἐκήρυττε περὶ ἑνὸς πράγματος· καὶ πάλιν μετὰ καιρόν, εἰ ἐκήρυξε περὶ ἑτέρου πράγματος, πάλιν ἔγραφον ὑποτάσσοντες εἰς τὸν αὐτοῦ λόγον, ὡς ἀρχὴν κεφαλαίου ποιούμενοι ὃ ἐκήρυττε, καὶ οὕτως πᾶσαν τὴν βίβλον αὐτοῦ συνετίθεσαν. 5.164 Ὅθεν ἔστιν εὑρεῖν ἐν ταῖς αὐτῶν βίβλοις κεφάλαιον ἁρμόζον εἰς τὴν αἰχμαλωσίαν Βαβυλῶνος, ἢ εἰς τὴν ἐπάνοδον, καὶ εὐθέως περὶ Χριστοῦ ἕτερον, καὶ αὖθις πάλιν περὶ τῆς αἰχμαλωσίας καὶ τῆς ἐπανόδου λέγοντα, καὶ ἁπλῶς εἰπεῖν, ἐὰν μὴ παρατετηρημένως τις ἀναγνῷ, συγκεχυμένα τὰ πλεῖστα εὑρήσει. Οὐ μόνον δέ, ἀλλὰ καὶ αἱ Βασιλεῖαι τούτῳ τῷ τρόπῳ ἐν τῷ ἱερῷ ἐγράφησαν κατὰ μέρος, ἐν τῷ καιρῷ τοῦ Σαοὺλ τὰ ἕως τοῦ Σαούλ, ἐν τῷ καιρῷ τοῦ ∆αυῒδ τὰ ἕως τοῦ ∆αυΐδ, ὁμοίως καὶ τὰ ἑκάστου βασιλέως κατὰ τὸν ἴδιον καιρὸν ἐγράφοντο. Ὁμοίως ἔγραφον καὶ ἐν τοῖς σκρινίοις τῶν βασιλέων, ἃς καλοῦμεν Παραλειπομένας. Τὴν δὲ Πεντάτευχον Μωϋσῆς ἔγραψεν, ἱστορίαν προγεγονότων καὶ γινομένων καὶ ἐσομένων. Ἰησοῦς πάλιν τὴν ἰδίαν βίβλον· τοὺς Κριτὰς πάλιν ἐν τῷ ἱερῷ, ἤγουν ἐν τῇ σκηνῇ· ὁμοίως καὶ τὴν Ῥούθ. Σολομῶν πάλιν τὰ ἴδια ἔγραψε, τάς τε Παροιμίας καὶ τὰ Ἄισματα καὶ τὸν Ἐκκλησιαστήν· σοφίας γὰρ χάριν εἰληφὼς παρὰ Θεοῦ, καὶ πάντα ἄνθρωπον νουθετῶν σοφῶς ἀναστρέφεσθαι ἐν τῷδε τῷ βίῳ, προφητείας χάριν οὐκ εἰλήφει. 5.165 Ὅσους οὖν εὕρομεν προφητείας ἀξιωθέντας εἰπεῖν περὶ τοῦ ∆εσπότου Χριστοῦ, ἐτάξαμεν. Ἔτι δὲ γράφομεν καὶ περὶ τῶν ἄλλων τεσσάρων προφητῶν, ὅσα ἠξιώθησαν προειπεῖν περὶ τῆς κατὰ τὸν ∆εσπότην Χριστὸν οἰκονομίας, ἐν ᾗ ἀφορᾷ πᾶς ὁ σκοπὸς τῆς θείας Γραφῆς. Προφέρομεν τοίνυν πρῶτον τὸν μεγαλοφωνότατον Ἠσαΐαν, ὃς καὶ τύπῳ καὶ λόγῳ ἠξιώθη ἰδεῖν καὶ προειπεῖν περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου. ΗΣΑΙΑΣ 5.166 Οὗτος ὁ μέγας Ἠσαΐας, ὁ υἱὸς τοῦ Ἀμώς, ὃς τύπῳ μὲν προεῖδε τὰ κατὰ τὸ μυστήριον τοῦ Χριστοῦ, ὅτε εἶδε "τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ Σεραφεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί", ἑαυτὰ κατακαλύπτοντα, "καὶ ἔκραζον ἕτερος πρὸς τὸν ἕτερον· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ." Ἐπὶ τούτοις ἀπεστάλη ἓν τῶν Σεραφεὶμ καὶ ἔλαβε τῇ λαβίδι ἄνθρακα ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἥψατο τῶν χειλέων αὐτοῦ λέγων· "Τοῦτο ἀφελεῖ τὰς ἀνομίας σου", σαφῶς διὰ τῆς ὄψεως τῆς δειχθείσης καὶ τοῦ ὕμνου καὶ τοῦ τύπου διδαχθεὶς προμηνῦσαι τὸ κατὰ Χριστὸν μυστήριον. 5.167 Ἔτι δὲ πάλιν καὶ λόγῳ φησὶν οὕτως· "Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος." Ταύτην τὴν χρῆσιν ὁ εὐνοῦχος Αἰθίοψ ἀναγνοὺς τὸν Φίλιππον παρεκάλει ἑρμηνευθῆναι αὐτῷ αὐτήν, ὃς τάχιστα περὶ τοῦ ∆εσπότου Χριστοῦ αὐτῷ αὐτὴν ἑρμήνευσεν εἰρῆσθαι ὑπὸ τοῦ προφήτου. Εἶτα πάλιν λέγει· "Ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν". Καὶ πάλιν· "Ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· καὶ Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς