1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

137

καὶ ἀστραπῶν, ἄγγελοι ψύχους καὶ καύματος, χειμῶνος καὶ φθινοπώρου, καὶ πάντων τῶν πνευμάτων τῶν κτισμάτων αὐτοῦ, τῶν ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς καὶ τοῦ χάους, τὸ σκότος τὸ ἐπάνω τῆς ἀβύσσου τῶν ὑδάτων τῶν ποτὲ ἐπάνω τῆς γῆς, ἐξ οὗπερ σκότους ἑσπέρα καὶ νύξ, τὸ φῶς ἡμέρας τε καὶ ὄρθρου. 10.44 Ταῦτα τὰ ἑπτὰ μέγιστα σημεῖα ἐποίησεν ὁ Θεὸς ἐν τῇ πρώτῃ ἡμέρᾳ, τῇ δὲ δευτέρᾳ ἡμέρᾳ τὸ στερέωμα τὸ ἐν μέσῳ τῶν ὑδάτων· ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐμερίσθη τὰ ὕδατα· τὰ ἡμίση αὐτῶν ἀνέβη ἐπάνω τοῦ στερεώματος, καὶ τὰ ἡμίση αὐτῶν ὑποκάτω τοῦ στερεώματος ἐν μέσῳ, ἐπὶ πρόσωπον πάσης τῆς γῆς· τοῦτο μόνον τὸ ἔργον ἐποίησεν ὁ Θεὸς τῇ δευτέρᾳ ἡμέρᾳ. 10.45 Καὶ οὗτος ἡμῖν συμφωνεῖ μαρτυρῶν περὶ τοῦ σχήματος, ἀνώτερον οὐρανὸν εἰπὼν καὶ στερέωμα κατώτερον τὸ καὶ βαστάζον τὰ ὕδατα, καὶ περὶ τῶν ἀγγέλων δὲ διαρρήδην πάντα ὁμοίως ἡμῖν εἰπών, ὅτι καὶ πάντες ἐν τῷ κόσμῳ τούτῳ εἰσὶ καὶ πάντες πάντα κινοῦσι καὶ λειτουργοῦσι διὰ τὸν ἄνθρωπον, καὶ ὅτι καὶ αὐτοὶ τῇ πρώτῃ ἡμέρᾳ σὺν οὐρανῷ τῷ ἀνωτέρῳ καὶ τῇ γῇ ἐγένοντο. Καὶ τοῦτο ἀκούοντες, ἄνθρωποι, μὴ ἔριδι καὶ ζήλῳ κατεχόμενοι ἀγανακτήσητε, ἀλλὰ μᾶλλον φιλαλήθως ἐπίγνωτε τὴν συμφωνίαν τὴν ἐκκλησιαστικήν, ἤτοι καὶ τὴν ἀληθινήν. Μάτην γὰρ λοιδορεῖτε, ἀντοφθαλμεῖν τῇ ἀληθείᾳ μὴ δυνάμενοι. Ἐντράπητε τοίνυν τὸ πλῆθος τῶν μαρτύρων. Εἰ δὲ μηδέπω ἀρκεῖ ὑμῖν, ἔτι καὶ τοῦτον παρατρέχοντες ἐπὶ τὸν τῆς βασιλευούσης ἐπίσκοπον, τὸν θαυμάσιον Ἰωάννην, τὸν ἐκ τῶν τριῶν προλαβόντων ἀθετηθέντα παρελθόντες, δείξωμεν καὶ τοῦτον τὸν ἀοίδιμον ἀθλητὴν καὶ ἐλεήμονα, συμμαρτυροῦντα καὶ συμφωνοῦντα τῷ ἡμετέρῳ λόγῳ. Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ Περὶ ἐλεημοσύνης λόγου 10.46 Μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων. Μεγάλα τὰ πτερὰ τὰ τῆς ἐλεημοσύνης· τέμνει τὸν ἀέρα, παρέρχεται τὴν σελήνην, τέμνει τὰς ἀκτῖνας τοῦ ἡλίου, εἰς αὐτὰς ἀνέρχεται τὰς ἀψῖδας τοῦ οὐρανοῦ· ἀλλ' οὔτε ἐκεῖ ἵσταται, ἀλλὰ καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ παρατρέχει, καὶ τοὺς δήμους τῶν ἀγγέλων παρέρχεται καὶ τοὺς χοροὺς τῶν ἀρχαγγέλων καὶ τὰς ἀνωτέρας ὅλας ∆υνάμεις, καὶ αὐτῷ παρίσταται τῷ θρόνῳ τῷ βασιλικῷ. Καὶ ἐξ αὐτῆς διδάχθητι τῆς Γραφῆς· τοῦτό φησι· "Κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ." Τοῦ αὐτοῦ ἐκ τοῦ ὑπομνήματος τῆς πρὸς Ἐφεσίους Ἐπιστολῆσ 10.47 "Ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ", τουτέστι σοφοὺς καὶ φρονίμους ποιήσας τῇ ὄντως σοφίᾳ, τῇ ὄντως φρονήσει. Βαβαὶ πόση φιλία. Τὰ γὰρ μυστήρια αὐτοῦ ἡμῖν λέγει. "Τοῦ θελήματος αὐτοῦ" φησίν, ὡς ἂν εἴποι τις· Τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ ἡμῖν ἐγνώρισε. Τοῦτο γάρ ἐστι τὸ μυστήριον τὸ πάσης σοφίας γέμον καὶ φρονήσεως· τί γὰρ ταύτης τῆς σοφίας ἴσον ζητεῖς; Τοὺς οὐδενὸς ἀξίους ὄντας, τούτους εὗρεν ὅπως εἰς πλοῦτον ἀναγάγῃ. Τί ταύτης τῆς συμμαχίας ἴσον; Ὁ ἐχθρὸς ὁ μεμισημένος οὗτος ἐξαίφνης ἄνω γέγονε· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἐν τούτῳ τῷ καιρῷ καὶ τοῦτο σοφίας ἦν, καὶ τὸ διὰ τοῦ σταυροῦ. Μῆκος ἐνταῦθα ὁ λόγος δεῖξαι πῶς σοφίας ἦν τοῦτο, καὶ πῶς σοφοὺς ἡμᾶς εἰργάσατο. Πάλιν 10.48 "Κατὰ τὴν εὐδοκίαν αὐτοῦ, φησίν, ἣν προέθετο ἐν αὐτῷ", τουτέστι τοῦτο ἐπεθύμει, τοῦτο ὤδινεν, ὡς ἄν τις εἴποι, ἐξειπεῖν τὸ μυστήριον. Ποῖον δὴ τοῦτο; Ὅτι ἄνθρωπον ἄνω καθίσαι βούλεται· τοῦτο δὲ γέγονεν "εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς". Τοῦ αὐτοῦ ἐκ τοῦ ὑπομνήματος τῆς πρὸς Ἑβραΐους Ἐπιστολῆς, εἰς τὸ κεφάλαιον τὸ λέγον "κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις" 10.49 Ποῦ εἰσιν οἱ λέγοντες δονεῖσθαι τὸν οὐρανόν; Ποῦ εἰσιν οἱ σφαιροειδῆ αὐτὸν εἶναι ἀποφαινόμενοι; Ἀμφότερα γὰρ ταῦτα ἀνῄρηται ἐνταῦθα. Τοῦ αὐτοῦ ἐκ τοῦ ὑπομνήματος, εἰς τὸ κεφάλαιον τὸ λέγον "καὶ διὰ τοῦτο διαθήκης νέας μεσίτης ἐστί" 10.50 Καὶ πῶς ἐστιν ὑποδείγματα ταῦτα τῶν ἐν τοῖς οὐρανοῖς; Τίνα δὲ καλεῖ "τὰ ἐν τοῖς οὐρανοῖς"; Τὰ ἡμέτερα· καὶ ἐπου ράνια τὰ ἡμέτερα, κἂν ἐν τῇ γῇ ἐπιτελῆται,