1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

37

τις· ∆ιατί μὴ ἐν μιᾷ ἡμέρᾳ ἢ δύο ἢ τρισὶν ἢ τέτρασιν ἢ πέντε, ἀλλ' ἐν ἓξ πεποίηκε πᾶσαν τὴν κτίσιν; Ἀκούσεται φιλαλήθως ὅτι τῶν ἀγγέλων λογικῶν ὄντων καὶ τρεπτῶν, οὐκ ἂν ἡ μία ἡμέρα ἤρκεσε πρὸς διδασκαλίαν αὐτῶν, εἴπερ ἐν μιᾷ ἡμέρᾳ ἐγεγόνει τὸ πᾶν· ἢ γὰρ ἂν ἐλογίζοντο χύδην ὡς φάσματά τινα γεγενῆσθαι καὶ ἀτάκτως πως παρῆχθαι. Ἀλλ' ὁ παντοδύναμος Θεὸς εὐτάκτως κατὰ μέρος ἑνὸς ἑκάστου ἔργου ἡμέραν ἀφορίσας πρὸς διάκρισιν καὶ διδασκαλίαν τῶν ἀγγέλων, οὕτως τὸ πᾶν εἰργάσατο· πρῶτον πάντων ἐν τῇ πρώτῃ ἡμέρᾳ, μετὰ τὸ παραχθῆναι αὐτοὺς σὺν τῷ οὐρανῷ καὶ τῇ γῇ καὶ τοῖς στοιχείοις, τὸ φῶς ἐπ' ὄψεσιν αὐτῶν πεποίηκε, τῇ δευτέρᾳ ἡμέρᾳ τὸ στερέωμα, τῇ τρίτῃ συνάξας τὰ ὕδατα ἐξήγαγε τὰ ἐκ τῆς γῆς ξύλα καὶ χλωρά, τῇ τετάρτῃ τοὺς φωστῆρας, τὸν οὐρανὸν κατακοσμήσας, τῇ πέμπτῃ τὰ νηκτὰ καὶ πτηνὰ ἐκ τῶν ὑδάτων, τῇ ἕκτῃ τὰ ἐκ τῆς γῆς ἔμψυχα ζῷα καὶ τὸν ἄνθρωπον, τὰ ἓξ ταῦτα καθολικὰ ἔργα ἐν ταῖς ἓξ ἡμέραις ἐργασάμενος. ∆ιὰ τοῦτο οὖν κατὰ μέρος ἐν ταῖς ἓξ ἡμέραις πεποίηκε πάντα τὸν κόσμον πρὸς διάκρισιν καὶ διδασκαλίαν τῶν ἀγγέλων, καθὼς ἠδύναντο διακρῖναι ὡς ὀξύτεροι ἐν ἑκάστῃ τῇ ἡμέρᾳ τοῦ ἔργου τὴν διάκρισιν καὶ τούτου τὸν ποιητήν. 3.42 Ἔνεστι δὲ μαθεῖν τῷ βουλομένῳ ὡς σὺν τῷ οὐρανῷ καὶ τῇ γῇ παρήχθησαν καὶ οἱ ἄγγελοι, ὅτι ὄντων μὲν αὐτῶν ἐπὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ, ὁ Θεὸς φωνὴν προκατεβάλλετο ἐπ' ὄψεσιν αὐτῶν πρὸς παιδείαν αὐτῶν λέγων· Γενηθήτω τόδε καὶ τόδε καὶ ποιήσωμεν τόδε· ἐπὶ δὲ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἐπειδήπερ οὐ προϋπῆρχον, ὅλως φωνὴν οὐ προκατεβάλετο λέγων· Γενηθήτω οὐρανὸς καὶ γῆ καὶ τὰ σὺν αὐτοῖς· οὐ γὰρ ἦσαν οἱ ἀκούοντες καὶ παιδευόμενοι· ἐπὶ δὲ τῶν λοιπῶν πάντων, ἐπείπερ ἦσαν οἱ παιδευόμενοι, εὐλόγως ἡ φωνὴ προήρχετο. Ἐπεὶ οὖν σὺν τῷ οὐρανῷ καὶ τῇ γῇ παρήχθησαν ἅμα, ὁ συγγραφεὺς Μωϋσῆς διὰ Πνεύματος ἁγίου ἐξ αὐτοῦ τοῦ πράγματος ἤρξατο, ὡς περιεκτικῶν αὐτῶν ὄντων λέγων· "Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν." 3.43 Ἔτι. Εὖ εἰδὼς ὁ Ἀπόστολος τὰ κατὰ τὸν ἄνθρωπον, 3.43 ἤτοι καὶ τὸ αὐτοῦ σχῆμα, ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, ἀνώτερον πάντων ὡς οὐράνιον ἐκ τοῦ μέλλοντος τέθεικε τὸν ἄνθρωπον· φησὶ γάρ· "Καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν", ἀνωτέρω πάντων εἰπὼν τὸν ἄνθρωπον, εἶτα τούτου κατώτερα τὰ πετεινὰ καὶ τούτων πάλιν τὰ τετράποδα καὶ τούτων τὰ ἑρπετὰ τὰ ἐμφωλεύοντα μᾶλλον ὑποκάτω τῆς γῆς, ὡς ἐπὶ κλίμακος αὐτὰ ἐξειπών. 3.44 Ἔτι. Πάντα τὰ ἄλογα ζῷα τὰ τετράποδα τοῖς τέσσαρσι ποσὶ τὸ σῶμα βασταζόμενα καὶ τὰς ὄψεις περὶ τὴν γῆν νεύοντα, οὔτε ἓν ἐξ αὐτῶν εὐχερῶς δύναται τὸν οὐρανὸν κατοπτεύειν, ὁμοίως καὶ ἑρπετὰ τὸ πᾶν σῶμα περὶ τὴν γῆν εἱλούμενα, οὔτε ἓν ἐξ αὐτῶν δύναται τὸν οὐρανὸν κατοπτεύειν. 3.45 Πάλιν. Τὰ πτηνὰ πάντα δίποδα ὄντα καὶ μέσον τοῦ σώματος τοὺς πόδας ἀναλόγως ἔχοντα, πετάμενα μὲν κατὰ τὸ ὕψος περὶ τὴν γῆν ὁρῶσιν, ἱστάμενα δὲ οὔτε αὐτὰ εὐχερῶς τὸν οὐρανὸν δύναται περιβλέπειν. Μόνος δὲ ὁ ἄνθρωπος τῶν ἐπὶ γῆς ζῴων, ὡς λογικὸς καὶ οὐράνιος μέλλων εἶναι, ἀναλόγως τὸ σχῆμα παρὰ τοῦ δημιουργοῦ ἐδέξατο· δίπους μὲν γάρ ἐστιν, ὡς μέλλων ἵπτασθαι καὶ οὐρανοβατεῖν· ἀνατεταμένον δὲ τὸ σχῆμα καὶ ὄρθιον ἔχει, ὡς ἕτοιμος ὢν καὶ μέλλων ἀνιέναι ἐπ' ὕψος· εὐχερῶς δὲ καὶ τὴν γῆν καὶ τὸν οὐρανὸν κατοπτεύει ταῖς ὄψεσιν, ὡς ἐκ τῆς γῆς εἰς τὸν οὐρανὸν ἐπειγόμενος ἀνελθεῖν, ἐπίγεια καὶ οὐράνια δι' αὐτοῦ συναπτόμενα. 3.46 Ἔτι. Πάντα τὰ ἄλογα ζῷα καθόλου τὴν μίξιν τῆς συζυγίας ἐκ τῶν ὄπισθεν ἐργαζόμενα καὶ συναπτόμενα, ἄλληλα μὴ ὁρῶντα κατὰ πρόσωπον, ἀλόγως καὶ ἀναισχύντως κέχρηνται τῇ μίξει· μόνος δὲ ὁ ἄνθρωπος προσιὼν κατὰ πρόσωπον ὡς λογικὸς ἐργάζεται, ἵν' ἀλλήλους ὁρῶντες λόγῳ καὶ αἰδοῖ καὶ τιμῇ τὴν μίξιν ἀπεργάζωνται καὶ τὸν πεποιηκότα εὐχαρίστως μετὰ λόγου ἀνυμνῶσι, τὸν δώσαντα καὶ τάξαντα τῇ φύσει ἰδίαν ἔχειν βοήθειαν καὶ κίνησιν εἰς ἑαυτὴν πρὸς αὔξησιν καὶ πληθυσμὸν τοῦ ἡμετέρου γένους. 3.47 Ἔτι. Ἐκ τῆς πλευρᾶς τοῦ ἀνδρὸς τὴν γυναῖκα