1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

85

Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία", τὴν πάλαι κατήφειαν ἑαυτῶν, τὴν διὰ τὸν πρωτόπλαστον ἄνθρωπον, νῦν ἀποθέμενοι καὶ χαίροντες ἐπὶ τῇ τοῦ δευτέρου Ἀδὰμ γενέσει. 5.202 Οὗτος Ἰωάννης, ὁ τέταρτος τῶν εὐαγγελιστῶν, ὁ πλείω πάντων ἀγαπώμενος ὑπὸ τοῦ Χριστοῦ, ὁ ἐπὶ τὸ στῆθος τοῦ Κυρίου ἀνακεκλιμένος, ὁ ἐκεῖθεν ὡς ἐξ ἀενάου πηγῆς τὰ μυστήρια ἀρυσάμενος, ᾧ ἐν Ἐφέσῳ διάγοντι ἐπεδόθησαν τῶν ἑτέρων τριῶν εὐαγγελιστῶν ὑπὸ τῶν πιστῶν αἱ συγγραφαί, καὶ δεξάμενος εὖ ἔχειν μὲν αὐτὰς ἀπεφήνατο, τινὰ δὲ ἐν αὐτοῖς παραλελεῖφθαι ἔφη, ἅτινα καὶ ἀναγκαῖον ἦν διηγήσασθαι· καὶ παρακληθεὶς ὑπὸ τῶν πιστῶν ἐξέθετο καὶ αὐτὸς τὴν ἑαυτοῦ συγγραφήν, τρόπον τινὰ τῶν παραλελειμμένων ἀναπλήρωσιν, οἷον περὶ τοῦ ἐν Κανᾶ γάμου, περὶ Νικοδήμου, περὶ τῆς Σαμαρείτιδος, περὶ τοῦ βασιλικοῦ, περὶ τοῦ ἐκ γενετῆς τυφλοῦ, περὶ Λαζάρου, περὶ τοῦ τὸν Ἰούδαν ἀγανακτεῖν διὰ τὴν ἀλείψασαν τὸν Κύριον μύρῳ, περὶ τῶν προσελθόντων Ἑλλήνων, περὶ τοῦ νιπτῆρος, καὶ περὶ ἑτέρων διδασκαλιῶν ἐν μέσῳ εἰρημένων, περὶ τοῦ Παρακλήτου, ἐξαιρέτως δὲ καὶ περὶ τῆς θεότητος τοῦ Χριστοῦ φανερῶς κηρύξας καὶ θεμέλιον τῆς ἑαυτοῦ συγγραφῆς αὐτὸ προτάξας, ἅπερ πάντα παραλελειμμένα τοῖς ἄλλοις ἦν. 5.203 Ἀρξάμενος τοίνυν ἀπὸ τῆς θεότητος μετελήλυθεν εὐθέως καὶ ἐπὶ τὴν ἀνθρωπότητα αὐτοῦ, εἰπὼν καὶ αὐτὸς ὅσα τοῖς ἄλλοις προείρητο, βάπτισμα, πειρασμούς, θάνατον καὶ ἀνάστασιν. Εἶτα προστίθησιν ὅσα μετὰ τὴν ἀνάστασιν πεποίηκεν, ὡς τῶν θυρῶν κεκλεισμένων εἰσῆλθεν, ὡς ἔδειξε τὰς χεῖρας καὶ τοὺς πόδας καὶ τὴν πλευράν, ὡς συνέφαγε καὶ συνέπιεν αὐτοῖς, ὡς συνωδοιπόρησεν, ὡς ἐκράτει τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ ὁρᾶν αὐτόν, ὡς, ὅτε ἠβούλετο, ἀθρόον παρεγίνετο καὶ ἀθρόον πάλιν ἀπελιμπάνετο, ὡς διδασκαλικῶς τῇ Μαρίᾳ ἔλεγε· "Μή μου ἅπτου", διδάσκων διὰ τούτου ὡς τῶν ἀθανάτων ἡ διαγωγὴ μετὰ θνητῶν οὐχ ἁρμόζει, ἀλλὰ μᾶλλον ἐν οὐρανῷ ἐστιν ἡ διαγωγὴ αὐτῶν. 5.204 Οὕτως γὰρ καὶ ἐπιφέρει· "Οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου", ἔνθα μέλλω ἀνιέναι, ἐν ᾧ ἐστι καὶ τῶν ἀθανάτων ἡ διαγωγή. ∆ιὰ τοῦτο καὶ ἔλεγεν αὐτῇ ἀπελθεῖν καὶ εἰπεῖν τοῖς μαθηταῖς ὅτι· Ἀναβαίνω εἰς τὸν οὐρανόν, ἔνθα καὶ ὑμεῖς μέλλετε ἀνιέναι. Ταῦτα πάντα συγγραψάμενος καὶ αὐτὸς ἐτέλεσε τὴν ἑαυτοῦ γραφήν, ἕνα σκοπὸν ἔχων σὺν τοῖς ἄλλοις εὐαγγελισταῖς τοῦ διδάξαι ὅτι ἐκ ταύτης τῆς καταστάσεως ἐπὶ τὴν μέλλουσαν δεῖ ἀφορᾶν, πρὸς ἣν ἀφορᾷ πᾶσα ἡ θεόπνευστος Γραφή, Παλαιά τε καὶ Καινὴ ∆ιαθήκη. Παραγραφή 5.205 Καὶ οὗτος τῆς Νέας ∆ιαθήκης κῆρυξ ἀναφανείς, τὰ παραλελειμμένα τοῖς ἄλλοις εὐαγγελισταῖς συγγραψάμενος καὶ ἀναπληρώσας τὰ λοιπὰ τοῖς ἄλλοις ὁμοίως ἐξεῖπε, βάπτισμα, πολιτείαν, θάνατον καὶ ἀνάστασιν καὶ ἄνοδον τὴν εἰς τὸν οὐρανόν, ἔνθα ἐστὶ τῶν ἀθανάτων καὶ δικαίων ἀνθρώπων καὶ ἀγγέλων τὸ κατοικητήριον, τουτέστι τῆς δευτέρας καταστάσεως ὁ τόπος. ∆όξα τῷ ταῦτα ἑτοιμάσαντι καὶ προμηνύσαντι καὶ ἔτι πληροῦντι. Ἀμήν. 5.206 Οὗτος Πέτρος, ὁ κορυφαῖος τῶν ἀποστόλων, ὁ τὰς κλεῖς τῆς βασιλείας τῶν 20οὐρανῶν πιστευθείς20, ὁ ἐν ἑαυτῷ τεθεμελιωμένην ἔχων τὴν Ἐκκλησίαν, ὁ τρίτον ἀρνησάμενος καὶ τρίτον ὁμολογήσας, ὁ γενναίως τὸν σταυρὸν κατωκάρα παρακαλῶν ὑπομεῖναι, καὶ οὗτος τὸν αὐτὸν τοῖς εὐαγγελισταῖς ἀποσῴζων σκοπὸν οὕτως ἐν ταῖς Πράξεσιν ἔφη· "Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησε δι' αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε, τοῦτον τῇ προωρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε, ὃν ὁ Θεὸς ἀνέστησε λύσας τὰς ὠδῖνας τοῦ θανάτου", εἶτα παρακατιών· "Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ Πνεύματος τοῦ ἁγίου λαβὼν παρὰ τοῦ Πατρὸς ἐξέχεε τοῦτο, ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε. Οὐ γὰρ ∆αυῒδ ἀνέβη εἰς τὸν οὐρανόν· λέγει δὲ αὐτός· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς