1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

139

Ἔλαβε γὰρ ὁ μὲν Υἱὸς τοῦ Θεοῦ τὸν ἄνθρωπον ὃν ἐνεδύσατο ἀπὸ τῆς Ἐκκλησίας καὶ ἀνταπέδωκεν αὐτῇ πάλιν εἰς κοινωνίαν αὐτῆς ἁγίαν τὴν σάρκα εἰς μετάληψιν. Τοῦ αὐτοῦ εἰς τὸ "βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς. Τί ὡραιώθης καὶ τί ἱδρύνθης;" 10.58 Παρατρέχων γὰρ ἐξ οὐρανοῦ ἐπὶ γῆς, εἰς τὰ καθ' ᾅδου καὶ κατώτερον ᾅδου βυθὸν κατελθών, ἐκεῖθεν ἀνασπάσει τὸν τεθνεῶτα. Καὶ μεθ' ἕτερα Ὡραιώθη γὰρ ὄντως καὶ ἱδρύνθη, οὐχ ἡ τῆς θεότητος δύναμιςοὐ γὰρ προσθήκην ἐπιδέχεται, οὐ μείωσιν, ἀλλ' ἡ σὰρξ ἣν ἀνείληφε καὶ ὁ ἄνθρωπος ὃν ἐφόρεσεν. Οὗτος ὡραιώθη τῇ τῆς θεότητος ὡραιότητι συμμορφωθείς, καὶ ἱδρύνθη ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ ἐν δεξιᾷ τοῦ Θεοῦ. Τοῦ αὐτοῦ εἰς τὴν Ἑξαήμερον, ἔνθα διαλαμβάνει περὶ τοῦ ἐκ γενετῆς τυφλοῦ 10.59 Εἰ γὰρ καὶ ἄνθρωπον αὐτὸν ἔβλεπες, ἀλλὰ τὸν ἐν ἀνθρώπῳ Θεὸν ἐξ αὐτῶν τῶν ἔργων νοῆσαι ὤφειλες. 10.60 Κατανόει καὶ τοῦτον τὸν πατέρα σκοπὸν ἕνα μεθ' ἡμῶν περὶ τοῦ σχήματος καὶ τοῦ δόγματος ἀποσῴζοντα, καὶ περὶ μὲν τοῦ σχήματος, "ταμιεῖον" Θεοῦ τὴν βασιλείαν τῶν οὐρανῶν καλέσανταταμιεῖον δέ ἐστι τὸ ἐσώτερον καὶ ἀσφαλέστερον τοῦ οἴκου χώρημα, ὃ καὶ βασιλείαν οὐρανῶν εἶπε, περὶ δὲ τοῦ δόγματος, ἐν αὐτῷ τῷ ταμιείῳ, τουτέστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καθεσθέντα καὶ ἱδρυνθέντα τὸν ἄνθρωπον, ὃν ὁ Θεὸς ἐφόρεσε καὶ τοῦ θανάτου ἀνέσπασε καὶ τῆς ἐν δεξιᾷ τιμῆς ἠξίωσε. 10.61 Πῶς οὖν οἱ ἐθελοφίλεχθροι βοῶσιν ὡς ξένην τινὰ ὁδὸν καὶ μηδενὶ ἐγνωσμένην ἐβαδίσαμεν; Παυσάσθωσαν τῆς ἐθελοκάκου μανίας, καὶ μὴ συκοφαντείτωσαν ἡμᾶς. "Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;" Ὁ Θεὸς γὰρ πρῶτος τοῖς ἡμετέροις μαρτυρεῖ, ἔπειτα προφῆται καὶ ἀπόστολοι καὶ εὐαγγελισταὶ καὶ τῶν πατέρων πολυώνυμος χόρος, ἐξ ὧν πατέρων καὶ ὑμεῖς ἐνίους φατὲ δέχεσθαι, ἔτι δὲ καὶ παλαιοὶ τῶν ἔξωθεν συγγραφεῖς τοῖς ἡμετέροις εἰς ἔνια συνεφώνησαν. 10.62 Ἵνα δὲ μὴ τὸν λόγον ἐπὶ πλεῖον μηκύνωμεν, ἀρκετὸν ἡγησάμεθα τὰς προτεθείσας μόνον μαρτυρίας θεῖναι τῶν φιλο νείκων καὶ μόνον ἕνεκα, τῶν τολμώντων διαβάλλειν τὰ ἡμέτερα, μᾶλλον δὲ αὐτὴν τὴν ἀλήθειαν, ἔκδηλον πᾶσι βουλόμενοι καταστῆσαι τὴν τούτων φιλονεικίαν. Ἵν' οἴκοθεν ἔχωσι τὸν ἔλεγχον τῆς ἀκαίρου μανίας, ἵνα δὲ μὴ μόνον ἀπὸ τούτων τῶν παλαιῶν μεμαρτυρημένη ᾖ ἡ ἡμετέρα συγγραφή, θήσω καί τινος νέου ἀποσχίστου αὐτῶν πατρὸς ἔτι καὶ νῦν ζῶντος καὶ ἐν Κωνσταντινουπόλει διάγοντοςἐκ περιουσίας καὶ τοῦτο ποιῶνμαρτυρίαν μαρτυροῦντος, εἴτε ἐξ ἀγνοίας εἴτε ἀπ' αὐτῆς τῆς ἀληθείας ἀναγκαζομένου, τῇ ἡμετέρᾳ συγγραφῇ. Θεοδοσίου, Ἀλεξανδρείας ἐπισκόπου, εἰς τὴν τεσσαρακοστὴν τῆς ἀναλήψεως τοῦ Κυρίου ἡμέραν 10.63 Σήμερον ἡ ἀνθρώπινος φύσις σκευαγωγεῖται εἰς οὐρανόν, σήμερον οὐρανὸς ἀνοίγεται καὶ ἄνθρωπος εἰσέρχεται. Τί πρὸς ταῦτα ἐροῦσιν οἱ ἐναντίοι; Πῶς οὐ μεμαρτύρηκε τοῖς ἡμετέροις καὶ ἐν τῷ σχήματι καὶ ἐν τῷ δόγματι; Βαβαὶ ἰσχὺς τῆς ἀληθείας καὶ ἄκοντας τοὺς ἐχθροὺς εἰς ἑαυτὴν ἐπισπῶσα. Τοῦ αὐτοῦ ἐν ἑτέρᾳ ἐξηγήσει 10.64 Οὐ μέγα, εἰ Θεὸς διάβολον ἥττησεν. Ὢ τοῦ θαύματος. Καὶ ἐνταῦθα δείκνυσιν ἡ ἀλήθεια τὴν τούτων ἄκαιρον φιλονεικίαν. Εἰ γὰρ οὐ μέγα λέγει Θεὸν μετὰ διαβόλου παλαίοντα καὶ νικῶντατοῦτο γὰρ καὶ λέγειν μανικὸν ὑπάρχει, Θεῷ γὰρ οὐ μόνον ὁ διάβολος, ἀλλὰ καὶ πᾶσα ἡ κτίσις ὑποτέτακται καὶ εἰς οὐδὲν λογισθήσεται, πῶς οὐκ εὔδηλον τυγχάνει ὅτι ἄνθρωπον βούλεται μετὰ τοῦ διαβόλου τὸν παλαίσαντα καὶ νικήσαντα; Τοῦτο γὰρ καὶ μέγα ὑπάρχει, ὃν καὶ ἀνωτέρω εἶπεν εἰσελθόντα ὡς νικητὴν εἰς τὸν οὐρανόν. Ὅτι δὲ τοῦτον τὸν σκοπὸν ἀποσῴζει, πάλιν ὁ αὐτὸς βοᾷ· "Ἔδει γάρ, ἔδει τὴν καταπαλαιωθεῖσαν φύσιν ταύτην ἀναδήσασθαι στέφανον", ὡσανεὶ αὕτη ἡ φύσις ἡ ἡττηθεῖσα ὑπὸ τοῦ διαβόλου, φησίν, ἐν τῷ παραδείσῳ, τουτέστιν ὁ ἄνθρωπος, ὃν καὶ ἐξ ἀναστάσεως κρείττονα γενόμενον πολλάκις καὶ διὰ πολλῶν ἐξηγήσατο, καὶ τοῦτον εἰς οὐρανὸν ἀναχθέντα μετὰ παρρησίας ἐξεῖπε. Τοῦ αὐτοῦ εἰς τὴν μεγάλην ἐκκλησίαν, τοῦ Εὐαγγελίου ἀναγνωσθέντος τὸ "Πάτερ, εἰ δυνατόν, παρελθέτω" 10.65 Σαρκὸς τὰ πάθη ταύτης καὶ τοῦ πάθους γνωρίσματα, ἀγωνία καὶ ἱδρώς, λύπη