1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

46

ὑποθέσεις καὶ τὰ τέλη; Ὡς ὅτι ὁ Θεὸς πρῶτον ὁρίσας τὴν νῦν κατάστασιν θνητὴν καὶ τρεπτὴν πρὸς γυμνασίαν τοῦ λογικοῦ, καὶ διὰ πείρας ἀγαγὼν εἰς ὕστερον παύει τῶν μόχθων καὶ τῆς παιδείας τὸν κόσμον καὶ ἀναδείκνυσι τὸν μέλλοντα, χαριζόμενος ἀγαθὰ αἰώνια, ἀνένδειαν, ἀπάθειαν, ἀθανασίαν, ἀφθαρσίαν, ἀτρεπτότητα, γνῶσιν τελείαν, δικαιοσύνην, ἁγιασμόν, ἀπολύτρωσιν, μακαριότητα εἰς τοὺς αἰῶνας. Ἀμήν. 3.87 Οὐ γὰρ καθὼς οἱ ἔξωθεν ληρωδοῦντες λέγουσιν ἀϊδίως μένειν τὴν νῦν κατάστασιν, χαιρεσίκακον μᾶλλον ἢ ἀδύναμον ἢ φθονερὸν τὸν Θεὸν ὑποτιθέμενοι, τῶν ἀγώνων τούτων καὶ τῆς φθορᾶς μὴ δυνάμενόν ποτε παῦλαν δοῦναι τῷ κόσμῳ, ἀλλ' ὁσημέραι καὶ προστιθέντα φθορὰν καὶ πάθη καὶ θάνατον καὶ ἀγῶνας, καὶ μὴ ἰσχύοντα ἆθλα τῶν ἀγώνων ἢ στεφάνους χαρίσασθαι, καταπαῦον τὸ γυμνάσιον. Ὥσπερ γὰρ αὐτὸν ὑποτίθενται ἧς ηὐπόρησεν ὕλης δημιουργὸν γεγενῆσθαι μόνον, οὕτως αὐτὸν καὶ νῦν ὑποτίθενται μὴ εὐποροῦντα τούτου βέλ τιον ποιῆσαι, ἀπιστοῦντες καὶ τῇ ἀναστάσει τῶν σωμάτων, ὡς οὐ δυνατοῦ ὄντος, καὶ πάσῃ τῇ θείᾳ Γραφῇ. ∆ιὰ τοῦτο οἱ τάλανες καὶ τὸ σφαιρικὸν σχῆμα τοῦ οὐρανοῦ ὡς ἀληθὲς παραδέχονται, ἀπιστοῦντες καὶ βδελυττόμενοι πᾶσαν τὴν θείαν Γραφήν, καὶ ὡς γραώδεις μύθους ἀποστρεφόμενοι τὴν ἀλήθειαν. 3.88 Ἡμῖν δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν πάσῃ τῇ θείᾳ Γραφῇ, δι' ἧς κόσμος ὁ ἔξωθεν ἡμῖν ἐσταύρωται καὶ ἡμεῖς τῷ ἔξωθεν κόσμῳ. Γένοιτο δὲ ἡμᾶς, ὦ θεοφιλέστατε καὶ φιλόχριστε πάτερ Πάμφιλε, σὺν εὐζωΐᾳ ἀγαθῇ τὰ θεῖα λόγια ἀσπάζεσθαι, τὰ δὲ τῶν ἐναντίων ἀποσείεσθαι, βουλήσει τοῦ Κρείττονος καὶ συνεργείᾳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ καὶ προσκυνητῷ αὐτοῦ Πνεύματι, νῦν καὶ πάντοτε καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν. 4.τ ΛΟΓΟΣ ∆ʹ Ἀνακεφαλαίωσις σύντομος, καὶ διαγραφὴ σχημάτων τοῦ κόσμου κατὰ τὴν θείαν Γραφήν, καὶ τῆς σφαίρας ἡ ἀνατροπή. 4.1 Γέγραπται· "Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν." ∆ιαγράφομεν τοίνυν τὸν πρῶτον οὐρανὸν ἅμα τῇ γῇ, τὸν καμαροειδῆ, ἄκρα ἄκροις συνδεδεμένον. Καθὼς δὲ ἐνδέχεται αὐτὸν γραφῇ παραδοῦναι πεποιήκαμεν, τέως κατὰ τὸ πλάγιον τὸ δυτικὸν ἢ τὸ ἀνατολικόν· τὰ γὰρ αὐτὰ δύο πλάγια τοῖχοί εἰσιν ἀποκάτωθεν ἕως αὐτῆς ἄνω τῆς καμάρας. 4.2 Ἔστι δὲ καὶ τὸ στερέωμα κατὰ μέσου συνδεδεμένον τῷ πρώτῳ οὐρανῷ, ἐν ᾧ εἰσιν ἐπὶ νώτου τὰ ὕδατα, κατ' αὐτὴν τὴν θείαν Γραφήν. Ἔστιν οὖν ἡ θέσις καὶ τὸ σχῆμα τοιόνδε. Ἀπὸ τῆς γῆς ἕως τοῦ στερεώματος χῶρος πρῶτός ἐστιν, ὁ κόσμος οὗτος, ἐν ᾧ εἰσιν ἄγγελοι καὶ ἄνθρωποι καὶ πᾶσα ἡ νῦν κατάστασις· ἀπὸ τοῦ στερεώματος ἕως τῆς καμάρας ἄνω χῶρος δεύτερός ἐστι, τουτέστιν ἡ βασιλεία τῶν οὐρανῶν, ἔνθα ὁ Χριστὸς ἀναληφθεὶς πρῶτος πάντων εἰσῆλθεν ἐγκαινίσας ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν. Κατὰ μὲν τὸ πλάγιον τὸ δυτικὸν ἢ τὸ ἀνατολικὸν τοιόνδε σχῆμα ἔχει μακρόν, ὡς ἐπὶ θόλου μεγάλης. 4.3 Κατὰ δὲ τὰ νότια καὶ βόρεια μέρη τὸ μῆκος ἀποδείκνυσιν. Ἔστιν οὖν τὸ σχῆμα καὶ οὕτως τοιόνδε. Εἰς τὰ ἄκρα τῆς γῆς, κατὰ τὰ τέσσαρα μέρη αὐτῆς, ὁ οὐρανὸς αὐτῇ κεκόλληται τοῖς ἑαυτοῦ ἄκροις ποιῶν σχῆμα κύβου ὡσανεὶ τετράγωνον, ἄνωθεν δὲ ἐφ' ὕψους καμαροειδὴς ἑλισσόμενος κατὰ τὸ μῆκος, καὶ γίνεται ὡς θόλος μεγάλη· καταμέσοθεν δὲ συνδέδεται καὶ τὸ στερέωμα, καὶ γίνεται χῶροι δύο. Παραγραφή 4.4 Οὗτος ὁ πρῶτος οὐρανὸς ὁ καμαροειδής, ὁ ἐν τῇ πρώτῃ ἡμέρᾳ γεγονώς, ὁ ἅμα τῇ γῇ, περὶ οὗ λέγει Ἠσαΐας· "Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν." Ὁ καταμέσοθεν δὲ αὐτοῦ συνδεδεμένος, ὁ ἐν τῇ δευτέρᾳ ἡμέρᾳ γεγονώς, ἐστὶ περὶ οὗ ἐπιφέρει πάλιν Ἠσαΐας λέγων· "Καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν." Ὁ δὲ ∆αυῒδ λέγει περὶ αὐτοῦ· "Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν" καὶ σαφέστερον δηλῶν λέγει· "Ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ." 4.5 Ἔτι ἄκρα οὐρανοῦ καὶ ἄκρα γῆς τῆς Γραφῆς μνημονευούσης, οὐ δύναται ἐπὶ σφαίρας νοεῖσθαι. Πάλιν λέγει Ἠσαΐας· "Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν", ὁ δὲ ἀπόστολος Παῦλος ἔφη ὁμοίως· "Καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ