1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

50

θειοτάτου διδασκάλου ἀνδρὸς ἀπὸ τῆς θείας Γραφῆς τὰς ἀφορμὰς καὶ τὰς μαρτυρίας ποιησαμένου, ἀρξαμένου ἀπὸ τῆς ἐξόδου αὐτῶν τῆς ἐξ Αἰγύπτου, ἡνίκα τὰ πρωτότοκα τῶν Αἰγυπτίων ἐτελεύτων τὴν ὑστέραν πληγὴν δεξάμενα διὰ Μωϋσέως, ὅτε καὶ τὸ Πάσχα ἔφαγον θύσαντες οἱ Ἰσραηλῖται ὄρθιοι, περιεζωσμένοι τὰς ὀσφύας καὶ τὰς ῥάβδους ἐν ταῖς χερσὶ κατέχοντες, ἕτοιμοι πρὸς ἔξοδον, τῇ πρώτῃ τοῦ πρώτου μηνὸς ἀφ' ἑσπέρας, τεσσαρεσκαιδεκάτην ἤδη ἐχούσης τῆς σελήνης, ὅπερ σκιὰν καὶ τύπον ἐτέλουν τῶν μελλόντων γίνεσθαι ἐπὶ τοῦ ∆εσπότου Χριστοῦ, ἀφέσεως, λέγω, δουλείας τυραννικῆς καὶ ἀνακτίσεως κόσμου ἐξ ἀναστάσεως νεκρῶν ἐκτελουμένης καὶ καταπαύσεως ἀνθρώπων αἰωνίας. 5.2 Ἐν αὐτῷ γὰρ τῷ καιρῷ φαίνεται καὶ ὁ κόσμος παρὰ Θεοῦ παραχθεὶς καὶ ἀρχὴν ἐσχηκὼς ἐν αὐτῷ· ὁμοίως καὶ ἐπὶ τοῦ Νῶε, μετὰ τὸν κατακλυσμόν, ἀρχὴ πάλιν κόσμου· ἐν αὐτῷ πάλιν ἐξ Αἰγύπτου ἐλευθερία τῶν Ἰσραηλιτῶν· ἐν αὐτῷ πάλιν καὶ ἡ σύλληψις τοῦ ∆εσπότου Χριστοῦ κατὰ σάρκα ἐκ τῆς Παρθένου γεγένηται, τοῦ δευτέρου Ἀδάμ, τοῦ ἀρχηγοῦ τῆς δευτέρας καταστάσεως· καὶ ἐν αὐτῷ ἡ ἀνάστασις ἡ ἀπὸ νεκρῶν γενομένη τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα· φασὶ δὲ καὶ τὴν καθολικὴν ἀνάστασιν ἐν αὐτῷ πάλιν γενέσθαι. 5.3 Μαρτυροῦσι δὲ τῷ καιρῷ καὶ οἱ ἔξωθεν, κλέπται ὑπάρχοντες, ἰδίαν δόξαν ἡγούμενοι, ἀρχὴν κύκλου ζῳδιακοῦ τὸν Κριὸν ὑποτιθέμενοι, ἐν ᾧπερ ὁ πρῶτος μὴν κατὰ τὴν θείαν Γραφὴν ὑπάρχει, σαφὴς ἔλεγχος αὐτῶν καὶ ἐν τούτῳ γινόμενος, μάλιστα καὶ ἀρχὴν κύκλου παρέχοντες, ὅπερ γελοῖον κατ' αὐτοὺς ὑπάρχει. Οὐδὲν δὲ αὐτοῖς ἀγαθὸν ἐνυπάρχει, ὃ μὴ ἔκλεψαν ἐκ τῆς θείας Γραφῆς· τύφῳ δὲ κατεχόμενοι καὶ ὑπὲρ τοὺς λοιποὺς ἀνθρώπους θέλοντες εἶναι, ὡς ἰδίοις τοῖς ἀλλοτρίοις κέχρηνται. 5.4 Ὅτι δὲ σκιᾶς τάξιν ἐπέχει ὁ νόμος μελλόντων τινῶν, μαρτυρεῖ ὁ Ἀπόστολος βοῶν· "Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων", "σκιὰν" φήσας, ὡς ἂν ὅτε τις σκιαγραφήσει ἄνθρωπον, μὴ ποιήσει δὲ τὴν εἰκόνα αὐτοῦ, τουτέστιν ὄψεις καὶ μέλη πάντα, ἵνα γνωρισθῇ ὁποῖος τυγχάνει, ἢ παλαιὸς ἢ νέος ἢ εὐπρεπὴς ἢ ἀπρεπής, ἀλλὰ μόνον τὸ μέγεθος τοῦ σώματος σκιαγραφήσει· οὕτω καὶ "εἰκόνα" λέγει αὐτὰς τὰς ὄψεις καὶ τοὺς χαρακτῆρας, τουτέστι τὰ δι' ἡμῶν τῶν χριστιανῶν ἐκτελούμενα μυστήρια, ἀναγέννησίν τε λέγω τὴν διὰ τοῦ βαπτίσματος καὶ μετάληψιν μυστηρίων. 5.5 Αὐτὰ δὲ πάλιν τὰ "πράγματα" καλεῖ αὐτὴν τὴν ἐκ νεκρῶν ἀνάστασιν, τὴν μεταστοιχείωσιν τῶν σωμάτων ἡμῶν, τὴν ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν μεταβολήν, τὴν τῆς ψυχῆς ἀντὶ τροπῆς ἀτρεπτότητα καὶ τελείαν γνῶσιν ἀντὶ μερικῆς, τὸ οἰκητήριον καὶ τὴν κατάπαυσιν καὶ τὴν εἴσοδον τὴν εἰς τὸν οὐρανόν, ἀντὶ τῶν ἐπιγείων οὐράνια, ἀντὶ προσκαίρων αἰώνια. Ταῦτα δὲ πάντα διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατωρθώθη τῷ γένει τῶν ἀνθρώπων. "Σκιὰν" οὖν τούτων τὸν νόμον καλεῖ, "εἰκόνα" δὲ καὶ χαρακτῆρας τὰ διὰ τῶν χριστιανῶν ἐπιτελούμενα μυστήρια, οἷόν τι λέγω τὸν ἀμνὸν τὸν θυόμενον ἀντὶ τοῦ πάθους τοῦ Χριστοῦ, καθάπερ καὶ ὁ ἀπόστολος Παῦλος λέγει· "Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός." Καὶ Ἰωάννης δὲ ὁ Βαπτιστὴς οὕτως λέγει· "Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου." 5.6 Εἶτα τὴν ἐκ τούτου γινομένην ἐπ' ἐκείνοις μὲν τοῖς Ἰσραηλίταις τότε φυγὴν ἀπὸ τοῦ ὀλοθρευτοῦ ἀγγέλου καὶ τῆς δουλείας τοῦ Φαραώ, ἡμῖν δὲ ἀπὸ τοῦ διαβόλου καὶ τῆς δουλείας τοῦ βαρυτάτου νόμου· ἐκείνοις διάβασις θαλάσσης καὶ ἐρήμου διαγωγὴ καὶ νόμου δόσις καὶ σκηνοπηγία, ἡμῖν διάβασις βαπτίσματος καὶ διαγωγὴ Ἐκκλησίας καὶ Πνεύματος ἁγίου δωρεά· ἐκείνοις ἐκ πέτρας ἄφθονον εἰς ζωὴν ὕδωρ, ἡμῖν μυστήρια ζωοποιά· ἐκείνοις ἡ τῆς ἐπαγγελίας γῆ κατάπαυσις, ἡμῖν οὐρανὸς ἀχειροποίητος κατάπαυσις· ἐκεί νοις πρόσκαιρος ζωή, ἡμῖν αἰωνία ζωή, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις καὶ μακαριότης. Ἐκεῖνα τοίνυν ὡς ἐν τάξει σκιαγραφίας ὑπάρχουσι, τὰ ἡμέτερα δὲ αὐτῶν τῶν πραγμάτων εἰκόνες καὶ χαρακτῆρες· αὐτῶν δὲ τῶν πραγμάτων ἐντὸς οὔπω