1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

31

ἔφυγεν ἐπὶ τὰ μέρη τῆς Μαδιάμ, ἐν ᾗ γήμας ἐποίησε παῖδας δύο. 3.7 Ποιμαίνων δὲ τὰ πρόβατα τοῦ ἰδίου πενθεροῦ ἀπήγαγεν ἐπὶ τὸ Σίναιον ὄρος καὶ θεωρεῖ τὴν ὀπτασίαν ἐκείνης τῆς βάτου, ὡς πυρὶ κατεφλέγετο ἡ βάτος καὶ οὐ κατεκαίετο. Εἶτα προσδραμόντα ἰδεῖν τὸ μέγα θαῦμα προσκαλεῖται αὐτὸν ἄγγελος Θεοῦ ἐπ' ὀνόματι τοῦ Θεοῦ καὶ προτρέπεται ἀπελθεῖν πρὸς βασιλέα Φαραὼ ἐν Αἰγύπτῳ ἐπὶ τῷ ἐξαγαγεῖν τοὺς υἱοὺς Ἰσραὴλ ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων. Τοῦ δὲ παραιτουμένου διὰ τὸ ἀδύνατον τοῦ πράγματοςἐθεώρει γὰρ ὡς μόνος ἄνθρωπος μάχεσθαι πρὸς τοιοῦτον μέγαν βασιλέα οὐ δύναται, θαρραλεώτερον ὁ Θεὸς διὰ τοῦ ἀγγέλου ἀπεργάζεται ὑπομιμνήσκων αὐτὸν τῶν προπατόρων αὐτοῦ, ὅτι ἐκ στείρας καὶ γεγηρακότων παραδόξως συνεστήσατο ἔθνος μέγα καὶ πολύ. Καὶ προπαρασκευάζει διὰ τῆς ῥάβδου τῆς ἐν τῇ χειρὶ αὐτοῦ θαυματουργεῖν· ἐν οἷς καταπλαγεὶς ὁ Μωϋσῆς τοῖς θαύμασι, πείθεται ἀπελθεῖν εἰς Αἴγυπτον. 3.8 Ἀπελθόντα δὲ καὶ ποιήσαντα συντυχίας πρὸς Φαραώ, ἐπειδήπερ ἤμελλε δεικνύειν αὐτῷ πῶς τὴν κτίσιν ἅπασαν παρήγαγεν ὁ Θεός, ποῖά τε πρῶτα καὶ ποῖα δεύτερα καὶ καθεξῆς, παρασκευάζει αὐτὸν θαυματουργεῖν καὶ μεταβάλλειν τὰ στοιχεῖα ἐπὶ ὀνόματι τοῦ Θεοῦ καὶ δεικνύειν πᾶσι τοῖς Αἰγυπτίοις καὶ τοῖς Ἰσραηλίταις, δι' αὐτῶν δὲ καὶ πᾶσιν ὁμοῦ τοῖς ἀνθρώποις, ὅτι πιστὸς ἦν τῷ Θεῷ ἐπὶ πᾶσιν, οἷς λέγει καὶ ποιεῖ, προομαλίζων αὐτοὺς καὶ προπαρασκευάζων εἰς τὸ εὐπαράδεκτος αὐτοῖς εἶναι. Συγχωροῦνται δὲ καὶ οἱ ἐπαοιδοὶ συμβαλεῖν αὐτῷ, ἐξ ὧν καὶ αὐτὸς ἐπεπαίδευτο, καὶ τῇ θείᾳ δυνάμει ἀντιπαρατάττεται αὐτοῖς, διδασκόμενος τῶν τοιούτων καταφρονεῖν, ὥστε παραιτεῖσθαι ἐκείνους καὶ λέγειν ὅτι· "∆άκτυλος Θεοῦ ἐστιν οὗτος." 3.9 Μεταβαλὼν οὖν τὴν φύσιν τῶν ὑδάτων εἰς αἷμα καὶ ἀποκτείνας τοὺς ἰχθύας καὶ πάλιν τὸ αἷμα εἰς ὕδωρ ζῶν καὶ γόνιμον, καὶ σχίσας πάλιν τὴν Ἐρυθρὰν θάλασσαν καὶ τειχίσας ἔνθεν κἀκεῖθεν ἔμπροσθεν τῶν Ἰσραηλιτῶν καὶ τῶν Αἰγυπτίων, εὐπαράδεκτος ἦν αὐτοῖς μετὰ ταῦτα λέγων· "Εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔσται διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος, καὶ ἐγένετο οὕτως." 3.10 Πάλιν ποιήσας σκότος ἐφεξῆς τρεῖς ἡμέρας παρὰ τοῖς Αἰγυπτίοις, ἐν δὲ τοῖς Ἰσραηλίταις φῶς, πάλιν εὐπαράδεκτος ἦν λέγων· "Καὶ σκότος ἦν ἐπάνω τῆς ἀβύσσου. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς. Καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους." Καὶ ὑπέθετο πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν ἄνευ δρόμου ἡλίου καὶ σελήνης καὶ ἄστρων λέγων· "∆ιεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους." 3.11 Εἶτα πάλιν ἐξάγει τοὺς βατράχους ἐκ τοῦ ποταμοῦ καὶ τοὺς σκνίπας ἐκ τῆς γῆς, καὶ πιστὸς ἦν λέγων· "Εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ψυχὰς ζώσας, καὶ ἐγένετο οὕτως", καὶ πάλιν· "Εἶπεν ὁ Θεός· Ἐξαγαγέτω ἡ γῆ τόδε καὶ τόδε, καὶ ἐγένετο οὕτως", ὁμοίως καὶ τὰ λοιπὰ παράδοξα πάντα. Ὕστερον πάντων τὰ πρωτότοκα ἀποκτείνας πιστὸς ἦν λέγων ὕστερον πάντων· "Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον." Καὶ καθάπερ ἔφημεν, προπαρασκευάζει αὐτὸν πιστὸν τοῖς Ἰσραηλίταις, ἐφ' οἷς ἔλεγέ τε καὶ ἔπραττεν, ὄψεσιν ὁρῶσι τὰ γενόμενα. 3.12 Εἶτα ἐξαγαγόντος αὐτοὺς ἐκ τῆς Αἰγύπτου καὶ περαιώσαντος διὰ ξηρᾶς τὴν Ἐρυθρὰν θάλασσαν καὶ ἀγαγόντος ἐπὶ τὸ Σινᾶ ὄρος, ἐν ᾧ ἦν ἑωρακὼς τὴν ὀπτασίαν τὴν θείαν, ἔτι θαυματουργῶν ὁ Θεὸς ἔμπροσθεν τοῦ λαοῦ ἐμπυρίζει τὸ ὄρος καὶ ἐκάπνιζεν αὐτό· καὶ φωναὶ σαλπίγγων οὐρανόθεν ἠχουσῶν ἐγίνοντο καὶ προβαινόντων εἰς μεῖζον ἠκούοντο· καὶ θυέλλῃ καὶ σκότῳ καὶ γνόφῳ ἐκφοβήσας αὐτοὺς οὕτως φοβερώτατα τῷ Μωϋσῇ ἔμπροσθεν τοῦ λαοῦ διελέγετο ἐπὶ τῆς νεφέλης. 3.13 Καὶ τότε ἀνενέγκας ἐπὶ τὸ ὄρος τεσσαράκοντα ἡμέρας παρασκευάζει ἄσιτον διαμεῖναι, κρύψας ἐν τῇ νεφέλῃ τρόπον τινὰ ἐξίστησιν αὐτὸν πάντων τῶν γηΐνων καὶ ποιεῖ αὐτὸν πάντων ἐπιλαθέσθαι καὶ ὧν ἦν μαθὼν ἐκ τῶν Αἰγυπτίων, ἀναγεννῶν ὥσπερ βρέφος ἐν μήτρᾳ, μετά τε τεσσαράκοντα ἡμέρας διαμορφῶν καὶ ψυχῶν αὐτόν, καὶ μετὰ ταῦτα ἀποκαλύπτει αὐτῷ ὅσα τε πεποίηκεν ἔν τε τῆς κοσμοποιΐας ἓξ ἡμέραις,