1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

34

τῆς μελλούσης καταστάσεως. Ἀποσῴζεται οὖν μοι ὁ λόγος, ὦ οὗτος, ὡς ὅτι τίποτε οὐ πεποίηκεν ἐπὶ τιμωρίᾳ ἀνθρώπου, ἀλλ' ἐπὶ εὐεργεσίᾳ, καθὰ καὶ αὐτὸς ἑτέρωθι βοᾷ· "Οὐ γὰρ ἀπέστειλεν ὁ Πατὴρ τὸν Υἱόν, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ." Τὸ κείμενον 3.25 Εἶτα συνάγει τὸ ὕδωρ εἰς μίαν συναγωγὴν καὶ φανεροῖ τὴν ξηράν, γῆν αὐτὴν ὀνομάσας, καλυπτομένην πρώην ὑπὸ τῶν ὑδάτων. Καὶ ποιεῖ τὰς θαλάσσας, τουτέστι ταύτης μὲν τῆς γῆς κυκλόθεν, τῆς δὲ πέραν ἔσωθεν, τὸν λεγόμενον Ὠκεανόν, καὶ τοὺς ἐξ αὐτοῦ εἰσβάλλοντας ἐν τῇ γῇ ταύτῃ τέσσαρας κόλπους πρὸς τὸ τὸν μὲν Ὠκεανὸν μεσάζοντα μὲν τὴν ἐνταῦθα καὶ τὴν πέραν γῆν εὐαερίαν καὶ τοῖς πέραν ποτὲ οἰκοῦσι καὶ τοῖς ἐνταῦθα νῦν παρέχειν, τοὺς δὲ κόλπους πρὸς τὸ πλώϊμον καὶ διαβατικὸν κατασκευάσαι τοῦτον τὸν κόσμον, συνάπτων ἀεὶ τὰ ἔθνη τὰ διεσκορπισμένα εἰς φιλίαν τῷ τὰ ἐπιτήδεια εὐχερῶς μετακομίζειν ἐξ ἔθνους εἰς ἔθνος. Ἀναφύεσθαί τε κελεύει παντοδαποὺς καρποὺς καὶ ξύλα καὶ χόρτον χλωρὸν ἐκ τῆς γῆς. 3.26 Καὶ πάλιν τῇ τετάρτῃ ἐργάζεται ἐκ τοῦ φωτὸς κατακερματίζων τὸ μὲν αὐτοῦ καθαρώτερον εἰς ἥλιον, τὸ δὲ λοιπὸν εἰς σελήνην καὶ ἀστέρας, κοσμῶν τὰ κατ' οὐρανὸν κατὰ τὴν παναρμόνιον κόσμησιν καὶ διδοὺς τάξιν καὶ ἁρμονίαν τῷ παντὶ καὶ ἔργον καὶ νόμον ταῖς ἀοράτοις ∆υνάμεσι διακονεῖν καὶ λειτουργεῖν καὶ προευτρεπίζειν εἰς λόγον τῆς τοῦ Θεοῦ εἰκόνος, τουτέστι τοῦ ἀνθρώπου καὶ πάντων τῶν δι' αὐτὸν γεγονότων, ἐν ταὐτῷ κἀκείνους παιδεύων καὶ ἐθίζων ὑπὸ νόμον εἶναι, καὶ τὴν εὔνοιαν ἢ κακόνοιαν τοῦ λογικοῦ αὐτῶν γυμνάζων. 3.27 Ὅθεν καί τινες παραβεβηκότες κατερρίφησαν ἐκ τοῦ οὐρανοῦ καὶ τῆς ἀξίας ἐξέπεσον. "Ἐθεώρουν γάρ", φησὶν ὁ Κύριος, "τὸν Σατανᾶν πεσόντα ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ". Τυφωθεὶς γὰρ ἐπὶ τῇ πεπιστευμένῃ αὐτῷ παρὰ Θεοῦ διακονίᾳ, εἰς ὠφέλειαν τῶν ἀνθρώπων καὶ τῶν διὰ τὸν ἄνθρωπον, κινεῖν τὸν ἀέρα καὶ ῥυθμίζειν ἐπὶ χρησίμῳ, καὶ νομίσας ἑαυτὸν αὐτομάτως εἰς τοῦτο προελθεῖν, τὴν ὀφειλομένην προσκύνησιν τῷ Θεῷ εἰς ἑαυτὸν ἁρπάσας εὐθέως κατερρίφη. Φησὶ γὰρ πάλιν ὁ Ἀπόστολος παραγγέλλων Τιμο θέῳ μὴ παρέχειν ταχέως ἀξίαν νεοφύτῳ, ὡσανεὶ νεωστὶ προσελθόντι τῇ πίστει, οὕτως ἐπέστειλε· "Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα καὶ παγίδα ἐμπέσῃ τοῦ διαβόλου", ὅπερ, φησίν, ἔπαθεν ὁ διάβολος τυφωθείς, ἵνα μὴ πάθῃ. Σαφῶς οὖν ἐδήλωσεν ὁ Ἀπόστολος διατί κατερρίφη, ὡσανεὶ ὅτι ἐτυφώθη, Θεὸν ἑαυτὸν νομίσας εἶναι· ὅθεν καὶ τὴν ἰδίαν νόσον τῷ ἀνθρώπῳ εὐθέως προστρίψαι ἠβούλετο λέγων· "Ἔσεσθε ὡς θεοί." Παραγραφή 3.28 Τοῦ παντοδυνάμου Θεοῦ παραγαγόντος τοὺς ἀγγέλους πάντας σὺν τῷ οὐρανῷ καὶ τῇ γῇ, οὔπω τὸ πρότερον ὄντας, ἵσταντο πάντες ἐννεοί, διακρινόμενοι ὡς λογικοὶ ἅμα τε καὶ ξενιζόμενοι καὶ διαλογιζόμενοι τίς ἆρα ἐστὶν ὁ αὐτῶν τε καὶ τῶν ἅμα αὐτοῖς δημιουργὸς καὶ παραγωγεύςἐθεώρουν γὰρ ἑαυτοὺς τούτων ἔνδον ὄντας καὶ οὐ προϋπάρχοντας, ἔτι τε πάλιν εἰ εἷς ἐστιν ἆρα ὁ δημιουργὸς αὐτῶν τε κἀκείνων, ἢ ἕτερος καὶ ἕτερος, ἢ πάλιν ἐξ αὐτομάτου παρήχθησαν ἅπαντα, ἢ τίς ἆρα μείζων ἐστὶ τοῦ ἑτέρου. Ὡς δὲ ἐν τούτοις ἦσαν ἀνακυκλοῦντες τὸν λογισμὸν ἐπὶ τῷ διαστήματι τῆς νυκτὸς ἐκείνης "τὸ" γὰρ "σκότος" ἐκεῖνο, καθὼς γέγραπται, "ὁ Θεὸς ἐκάλεσε νύκτα", ἐμβατεύων ὁ Θεὸς ταῖς αὐτῶν διανοίαις ἀθρόον φωνὴν ἀοράτως ἐκτυποῖ λέγων· "Γενηθήτω φῶς." 3.29 Ἅμα δὲ τῷ λόγῳ τὸ ἔργον ἐκ τοῦ μὴ ὄντος ἐπακολουθῆσαν τοὺς πάντας ἐξέπληξεν, ἅμα δὲ καὶ ἐδίδασκεν ὡς ὁ τοῦτο ἐκ τοῦ μὴ ὄντος παραγαγὼν καὶ αὐτοὺς καὶ τὰ μετ' αὐτῶν ἐκ τοῦ μὴ ὄντος παρήγαγε. Κύπτοντες δὲ πάντες ἀοράτως τῷ Θεῷ προσεκύνουν, τῷ καὶ αὐτοὺς καὶ πάντα ἐκ τοῦ μὴ ὄντος παραγαγόντι. ∆ηλοῖ δὲ τοῦτο ἡ θεία Γραφὴ ἐν τῷ Ἰὼβ ἐκ προσώπου τοῦ Θεοῦ λέγουσα· "Ὅτε ἐποίουν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου" καὶ ὕμνησαν, ἀπὸ τοῦ ἑνὸς καὶ περὶ πάντων τῶν ἐφεξῆς σημαίνουσα. 3.30 Ἐπισημαντέον δὲ ὅτι ἐπ' ὄψεσι τῶν ἀγγέλων πρῶτον πάντων καὶ ὕστερον πάντων δύο οὐσίας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι