1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

7

τοσοῦτον ὠθεῖται ἡ ὑγρότης ἐκ τῆς θερμότητος, ὡς ἐκ τοῦ ἑτέρου μέρους τοῦ ξύλου τὴν ὑγρότητα καὶ τὸν καπνὸν ἐκβάλλεσθαι. Καὶ πῦρ τις ἀνάψας εἰς γῆν τὴν ὑγρότητα, τὴν ἐν τοῖς ξύλοις, διὰ τοῦ καπνοῦ ἐκπεμπομένην ἐπὶ τὰ ἄνω θεωρεῖ, οὐχὶ ἀπὸ τῶν ἄνω ἀνιμωμένην, ἀλλ' ὠθουμένην ἀπὸ τῆς θερμότητος τοῦ πυρός. 1.25 Οὐ μὴν ἀλλὰ καὶ πλύνων τις ἱμάτιον καὶ ἁπλώσας ἐν τῇ γῇ, ἐπειδὰν ξηρανθῇ ἐκ τοῦ ἡλίου, ἐπάρας τὸ ἱμάτιον τὴν ὑγρότητα ἐκπεμφθεῖσαν ὑπὸ τῆς θερμότητος ἐν τῇ γῇ εὑρήσει τυπωθεῖσαν κατὰ τὸ σχῆμα τοῦ ἱματίου. Ὁμοίως καὶ εἰς πινάκιόν τις ἐμβαλὼν θερμὸν ὄψον δι' ἑκατέρου ἐκπεμπομένην τὴν ὑγρότητα θεωρήσει ἄνωθεν καὶ κάτωθεν, ἐπειδὴ μέση τυγχάνει ἡ θερμότης· ἄνωθεν γὰρ θεωρεῖ καπνὸν ἀνιόντα καὶ κάτωθεν ἱδροῦντα τὸν πίνακα καὶ τὴν ὑγρότητα τυπουμένην κατὰ τὸν τύπον τοῦ δίφρου τοῦ πίνακος· ὥστε οὐκ ἀνιμᾶται, κατὰ τοὺς σοφούς, ἀλλὰ μᾶλλον ὠθεῖ ἡ θερμότης. 1.26 Ἐπαπορούντων δὲ ἡμῶν πρὸς αὐτοὺς ὅτι· ∆ιατί ἐν Θηβαΐδι καυματουμένης τῆς χώρας οὐκ ἀνιμᾶται τὸ ὑγρὸν καὶ γίνεται ὁ ὑετὸς ἐν τοῖς αὐτόθι; Ἀπολογούμενοι φάσκου σιν ὅτι ἡ μετρία καὶ οὐχ ἡ ἄγαν μᾶλλον θερμότης εἴωθεν ἀνιμᾶσθαι. Πρὸς οὓς συντομώτατα ἐροῦμεν ὅτι· Καὶ πῶς ἐνδοτέρω τῆς Θηβαΐδος εἰς τὴν Αἰθιοπίαν, ἔνθα πολὺ πλέον θερμότης ὑπάρχει, πολλοὶ ὑετοὶ γίνονται; 1.27 Πῶς δὲ δύνανται λέγειν τὸν ἥλιον ἀνιμᾶσθαι οἱ πολλοὶ καὶ ἀκρότατοι σοφοί, ἐκ τῆς περιφορᾶς συντρίβεσθαι καὶ θερμαίνειν διισχυριζόμενοι, καὶ οὐχὶ ἐνυπάρχειν αὐτῷ κατὰ φύσιν τὸ θερμὸν ὑποτιθέμενοι; Οὐδὲ μὴν ἀλλὰ καὶ τὸν ἀέρα ὑγρὸν καὶ θερμὸν λέγοντες εἶναι, τίς ἔτι χρεία σοφίζεσθαι τοὺς σοφοὺς καὶ λέγειν ἑτέρωθεν ἀνιμᾶσθαι τὸ ὑγρόν, αὐτόθεν ἄνωθεν ἔχοντες τὸ θερμὸν καὶ τὸ ὑγρόν; 1.28 Εἰ δέ τις ἀπαιτήσειεν αὐτοὺς στοιχεῖον ἓν καθ' ἑαυτὸ ἤγουν τὴν αὐτοῦ ποιότητα δεῖξαι, εὐθέως ἀποροῦντες τῷ ἑνὶ στοιχείῳ δύο ποιότητας χαρίζονται καί φησιν· Ἡ γῆ, ξηρὸν καὶ ψυχρόν, τὸ ὕδωρ, ψυχρὸν καὶ ὑγρόν, ὁ ἀήρ, ὑγρὸς καὶ θερμός, τὸ πῦρ, θερμὸν καὶ ξηρόν, ὥστε ἀπορίᾳ πολιορκούμενοι ὀκτὼ ποιότητας λέγουσι τῶν τεσσάρων στοιχείων. Ποτὲ δὲ τὰς ποιότητας πάσας ἐν ἑκάστῳ στοιχείῳ λέγουσιν εἶναι. Πάλιν οὖν ἀντίκεινται τοῖς ἑαυτῶν λόγοις ἕκαστον τῶν τεσσάρων στοιχείων τετραχῶς μὴ ὀνομάζοντες, ἀλλὰ διχῶς μόνον. 1.29 Θαυμάζω τοίνυν τοὺς βελτίστους τούτους ψυχρὸν καὶ ὑγρὸν τὸ ὕδωρ παρέχοντας καὶ τὸν ἀέρα ὑγρὸν καὶ θερμόν. Πόθεν λέγουσι τὸ ὕδωρ, τουτέστι τὸ ψυχρὸν καὶ ὑγρόν, πήγνυσθαι καὶ κρυσταλλοῦσθαι ἐν καιρῷ χειμῶνος; Πόθεν ἐπέρχεται ἡ ἄκρα ψυχρότης, ἵνα καὶ κρύσταλλον αὐτὸ ἀπεργάσηται; Καὶ εἰ μὲν ἐροῦσιν ὅτι ἡ ἀπόστασις τοῦ ἡλίου εἰς τὸ κατὰ φύσιν αὐτὸ ἀποδείκνυσι, πῶς τὸν ἀέρα κατὰ φύσιν ὄντα θερμὸν καὶ ὑγρὸν οὐκ ἀποδείκνυσιν, ἀλλὰ τοὐναντίον ψυχρότατον; Πῶς δὲ αὐτὸ τὸ ψυχρόν, τουτέστι τὸ ὕδωρ, οὐ πήγνυσι τὸν ἀέρα, τουτέστι τὸ ὑγρόν, ἀλλὰ τοὐναντίον ἐκεῖνο τοῦτο πήγνυσι, καθὼς ὁρῶμεν; Πολλὰ μὲν οὖν ἔχων εἰπεῖν περὶ τούτου καὶ περὶ ὧν πάλιν πλανώμενοι φέρουσι παραδείγματα ἐπ' αὐτοῦ, χαλινοῦμαι τῇ ματαιότητι τῶν ὑπ' αὐτῶν λεγομένων ἐντρεπόμενος, ἀρκετὰ ἡγησάμενος τὰ προλεχθέντα περὶ τούτου, περὶ ἕτερον δὲ μᾶλλον ἐπειγόμενος τῶν σοφῶν ἀσχολεῖσθαι σόφισμα, ὅπερ εὐθέως ἐρῶ. 1.30 Τὸν οὐρανὸν σῶμα λέγοντες εἶναι περιέχειν λέγουσι τὸν πάντα κόσμον, μηδὲν δὲ ἔξωθεν αὐτοῦ ὑπάρχειν διισχυριζόμενοι, ἀγγέλους καὶ δαίμονας καὶ ψυχάς, μέρος ὄντας τοῦ κόσμου, ἀπεριγράφους πάλιν ὁρίζονται, μήτε περιέχοντας τὸν οὐρανόν, μήτε περιεχομένους ὑπὸ τοῦ οὐρανοῦ, οὐ συνιέντες τὸ λεγόμενον, ὅτι τὸ μήτε περιέχον μήτε περιεχόμενον ἐν τοῖς οὖσιν ὅλως οὐ θεωρεῖται. Εἰ τοίνυν ταῦθ' οὕτως ἔχει, εἰπάτωσαν περὶ τῆς ἰδίας αὐτῶν ψυχῆς πότερον ἔστιν ἢ οὐκ ἔστι. Καὶ εἰ μέν· Οὐκ ἔστιν, ἐροῦσι λίαν ἀναιδέςκαὶ ἀψύχους ἑαυτοὺς ὑποτίθενται. Εἰ δέ· Ἔστι, πάλιν λεγέτωσαν· Ἐν αὐτοῖς ἐστιν, ἢ οὐκ ἔστιν ἐν αὐτοῖς; Εἰ μὲν τὸ ὕστερον, πάλιν ἀναιδές τε καὶ μωρὸν οὐκ ἔλαττον τοῦ προτέρου. Εἰ δὲ τὸ πρῶτον, πάλιν ἐρωτητέον αὐτούς· Τοῦ σώματος περιγραφομένου ὑπὸ τοῦ οὐρανοῦ, πῶς οὐ συμπεριγράφεται