1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

100

ἀρχῆς τὰς δύο καταστάσεις κτίσαντα, καὶ παιδεύσαντα ἐν τῇ πρώτῃ καὶ διὰ πείρας καὶ μαθήσεως καὶ λόγου σωφρονίζοντα, καὶ ἄγοντα ἐν τῇ δευτέρᾳ καταστάσει τὸ γένος τῶν ἀνθρώπων, δι' αὐτοῦ καὶ πᾶσαν τὴν κτίσιν. ∆όξα σοι, δόξα σοι, δόξα σοι, τρισάγιε, κτίστα καὶ δημιουργὲ τῶν ἁπάντων καὶ ἀνακαινιστὰ τοῦ παντός, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 6.24 Ἐκ τούτων πάντων δείκνυται τὸ δόγμα τῶν χριστιανῶν κρεῖττον πάντων, καὶ ἀκόλουθον καὶ ἁρμόδιον τῇ κατασκευῇ τοῦ κόσμου, καὶ ἀληθινώτερον ὑπάρχον, ὅτι ἀπ' ἀρχῆς ὁ Θεὸς οὐκ ἀκαίρως, ἀλλὰ χρησίμως, εἰς δύο χώρους τὸν ἕνα χῶρον διεῖλεν, ἑτοιμάσας καὶ προκατασκευάσας τοῦτον μὲν εἰς ταύτην τὴν κατάστασιν, τὸν δὲ ἄλλον εἰς τὴν μέλλουσαν ἔσεσθαι, καθάπερ οἱ ἀληθινοί, καὶ οὐκ ἐπίπλαστοι, χριστιανοὶ ὁμολογοῦσιν. 6.25 Ἕλληνες τοίνυν ἀΐδιον τὸν κόσμον ὑποτιθέμενοι, καὶ τὴν ἀνάστασιν τῶν σωμάτων καὶ τὴν εἰς οὐρανὸν αὐτῶν ἄνοδον ἀθετοῦντες, μωρίαν αὐτὸ ἡγούμενοι, τῶν μελλόντων τιμῶν καὶ τῆς ἀνόδου τῆς εἰς τὸν οὐρανὸν ἁρμοδίως κατὰ τὴν αὐτῶν ὑποθήκην στερίσκονται. Ἰουδαῖοι, Μωϋσέα καὶ τοὺς προφήτας ἀναγινώσκοντες καὶ μὴ συνιέντες τὴν μεγάλην καὶ σοφὴν οἰκονομίαν τοῦ Θεοῦ, τὴν διὰ τῶν προφητῶν δηλοῦσαν, ὅτιπερ δύο καταστάσεις ἐξ ἀρχῆς πεποίηκεν ὁ Θεὸς ἐπὶ χρησίμῳ τοῖς ἀνθρώποις, οὔτε τὸν ἀρχηγὸν αὐτῆς τῆς δευτέρας καταστάσεως ἐδέξαντο, ἀλλὰ καὶ σκάνδαλον αὐτοῖς ἐγένετο, οὔτε ἕως τοῦ νῦν ἄνοδον ἐν οὐρανῷ τῶν ἀνθρώπων πιστεύουσιν ἔσεσθαι, ἀλλ' αὐτοὶ δῆθεν τὸν ἐρχόμενον προσδοκῶσιν, ὃν καὶ Ἠλειμμένον καλοῦσι, βασιλεύειν ἐπὶ γῆς αὐτὸν ἐλπίζουσι καὶ ὑποτάσσειν αὐτοῖς πάντα τὰ ἔθνη· οὐράνιά τινα μηδόλως ἀνεχόμενοι φρονεῖν, ἀθετοῦντες τοῦ Θεοῦ τὴν βουλὴν καὶ ἀκαίρως κατεσκευάσθαι νομίζοντες τὸ ἐν τοῖς οὐρανοῖς οἰκητήριον, ὅπερ Μωϋσῆς οὐκ ἀκαίρως δείκνυσι γεγονέναι λέγων τῇ δευτέρᾳ ἡμέρᾳ μεσάζειν τὸ στερέωμα καὶ γίνεσθαι δύο χώρους, ἐκπίπτουσι καὶ αὐτοὶ τούτου τοῦ κατοικητηρίου. 6.26 Ὁμοίως Σαμαρεῖται τὰ αὐτὰ τοῖς Ἰουδαίοις ἀγνοοῦντες καὶ ἀπιστοῦντες, ἔτι δὲ καὶ περὶ ἀναστάσεως σωμάτων ἀμφιβάλλοντες καὶ περὶ ἀθανασίας ψυχῆς, καὶ αὐτοὶ ὁμοίως τοῦ οὐρανίου κατοικητηρίου ἐκδιώκονται. Μανιχαῖοι παραπλήσια τοῖς Ἕλλησι φρονοῦντες, τόν τε οὐρανὸν καὶ αὐτοὶ σφαιροειδῆ νομίζοντες καὶ τῶν σωμάτων ἀπώλειαν προσδοκῶντες, μετὰ τοῦ πονηροῦ ἑαυτῶν θεοῦ, οὗ ἑαυτοῖς ἐχειροτόνησαν, περὶ τὴν γῆν κατακρίνονται, τῆς ἄνω πόλεως, ἧς ἠθέτουν, ἀπελαυνόμενοι. 6.27 Ὁμοίως καὶ πᾶσα αἵρεσις, ἡ μὲν ἀθετοῦσα τὴν τελείαν ἀνθρωπότητα τοῦ Χριστοῦ, λέγω δὴ ψυχὴν λογικὴν ἔννουν καὶ σῶμα, καὶ πάντα τὰ ἰδιώματα τῆς ψυχῆς καὶ τοῦ σώματος μὴ ὁμολογοῦσα, ἀλλ' ἐνδοιάζουσα, ἡ δὲ καὶ τὴν θεότητα τοῦ Χριστοῦ ἀθετοῦσα καὶ κολοβοῦσα καὶ ἥττονα τοῦ Πατρὸς λέγουσα, ἢ καὶ τὴν τοῦ Πνεύματος τοῦ ἁγίου, αὗται πᾶσαι τῶν οὐρανίων μονῶν ἀποτυγχάνουσιν. 6.28 Μακάριοι γοῦν εἰσιν ὅσοι διὰ τῶν θείων Γραφῶν, Παλαιᾶς τε καὶ Καινῆς ∆ιαθήκης, γνωρίζουσι τὸν τῶν ἁπάντων δημιουργὸν ἕνα Θεὸν εἶναι ἐν τρισὶν ὑποστάσεσι, Πατρὸς λέγω καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἁγίαν Τριάδα ὁμοούσιον, ἰσοδύναμόν τε καὶ ἰσοσθενῆ καὶ ἰσοκλεᾶ καὶ ἰσότιμον καὶ συνάναρχον, καὶ τὴν μεγάλην καὶ σοφὴν καὶ παντοδύναμον οἰκονομίαν αὐτοῦ, τοῦ πάντων αἰτίου, ὡς σοφῶς καὶ ἁρμοδίως ἔκτισε τὰς δύο καταστάσεις ἐξ ἀρχῆς, ταύτην τε κἀκείνην, καὶ διὰ τῆς τελείας ἀνθρωπότητος τοῦ Κυρίου, τῆς ἡμῖν κατὰ πάντα ὁμοουσίου κατά τε ψυχὴν καὶ σῶμα χωρὶς ἁμαρτίας, πολιτευσαμένης ἐν ἐσχάτοις τοῖς καιροῖς, ἀναδείξαντα καὶ φανερώσαντα τὴν μέλλουσαν κατάστασιν καὶ πίστιν παρασχόντα πᾶσιν ἀναστήσας αὐτὴν ἐκ νεκρῶν. Ὅσοι οὖν τέλειοι τῷ κανόνι τούτῳ στοιχοῦσιν εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦοὗτοι ἀκούσονται δικαίως ἐν τῇ μελλούσῃ καταστάσει παρὰ τοῦ ∆εσπότου Χριστοῦ ἐξ οὐρανοῦ λέγοντος· "∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου." Αὐτῷ ἡ δόξα σὺν Πατρὶ καὶ