1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

67

τῇ πρὸς Ῥωμαίους βοᾷ· "Καθὼς γέγραπται· Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε, κατέναντι οὗ ἐπίστευσε Θεοῦ, τοῦ ζωογονοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα, ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον· Οὕτως ἔσται τὸ σπέρμα σου· καὶ μὴ ἀσθενήσας τῇ πίστει οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένονἑκατονταέτης που ὑπάρχωνκαὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ καὶ πληροφορηθεὶς ὅτι, ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι· διὸ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ, ἀλλὰ καὶ δι' ἡμᾶς, οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν, ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν." 5.101 Τὸ δὲ πορευθῆναι τρεῖς ἡμέρας, ἕως οὗ φθάσῃ τὸν τόπον, ὃν ἔδειξεν αὐτῷ ὁ Θεός, ἵνα ἀνενέγκῃ τὸν υἱὸν αὐτοῦ εἰς θυσίαν ἐφ' ἓν τῶν ὀρέων, καθὼς γέγραπται, καὶ τὸ ἀντὶ τοῦ γνησίου καὶ φυσικοῦ υἱοῦ δεῖξαι αὐτῷ κριόν, ἵνα προσενέγκῃ, πάντα σύμβολα ἦσαν καὶ τύποι τοῦ κατὰ Χριστὸν μυστηρίου τοῦ πάθους καὶ τῆς ἀναστάσεως. Πᾶσα γὰρ ἡ Γραφὴ πρὸς τοῦτον τὸν σκοπὸν ἀφορᾷ. Παραγραφή 5.102 Ἐκ τούτου πρῶτον τοῦ Ἀβραὰμ ἄρχεται ὁ Θεὸς ἀποκαλύπτειν καὶ διὰ λόγων καὶ διὰ τύπων τὴν μέλλουσαν κατάστασιν. Ἐλογίσατο γὰρ ὁ μέγας Ἀβραάμ, τοῦ Θεοῦ αὐτῷ εἰπόντος ἀνενεγκεῖν εἰς θυσίαν τὸν υἱὸν τὸν ἀγαπητόν, ὡς δύναται πάλιν ὁ Θεὸς ἐκ νεκρῶν ἀναστῆσαι αὐτὸν καὶ παρασχεῖν αὐτῷ, καθὰ τῇ Γραφῇ δοκεῖ· ὅθεν καὶ ἐν Εὐαγγελίοις μέμνηται ὁ Κύριος τοῦ τύπου τῆς θυσίας τοῦ Ἀβραάμ, ἡμέραν τὴν ἑαυτοῦ καλέσας τὸν τύπον· καὶ δι' ἐπαγγελιῶν δὲ ἐδήλου αὐτῷ λέγων· "Ἐνευλογηθήσονται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη", ὅπερ τὴν κατὰ Χριστὸν οἰκονομίαν αὐτῷ ἐδήλου. 5.103 Ἔτι. Προγνώστης ὢν ὁ Θεὸς καὶ εἰδὼς ὅτι ἐκ τοῦ Ἀβραὰμ μέλλει προέρχεσθαι δι' οὗ τὴν ἀνάστασιν καὶ τὸν ἀνακαινισμὸν τοῦ παντὸς ἐργάζεται, ἐκλέγεται τὸν πιστὸν Ἀβραὰμ δοκιμάσας ἐν πᾶσιν, ὡς οὐκ ἀκαίρως ἐκλέγεται, καὶ ἀπὸ μὲν τῶν Χαλδαίων ἀστρονόμων ὄντων καὶ ἀστρολόγων πιστότατον αὐτὸν εὑρηκώς, μεταφέρει πρὸς τοὺς γόητας τοὺς λεγομένους Καρηνούς· κἀκεῖ πιστὸς ἀναφανείς, κελεύεται τῶν εἰδωλολατρῶν Χαναναίων τὴν γῆν οἰκεῖν· κἀκεῖ ἀνώτερος εὑρεθεὶς καὶ πρὸς οὐδεμίαν τῶν τριῶν ἐκκλίνας ὁδόν, ἀλλὰ πρὸς τὸ σέβας καὶ τὰς κελεύσεις τοῦ Θεοῦ μᾶλλον ὑποκύψας, τῶν μεγάλων ἐπαγγελιῶν καὶ δωρεῶν τοῦ Θεοῦ ἠξιώθη ἀκουστὴς γενέσθαι, καὶ ὅτι ἀπὸ τοῦ σπέρματος αὐτοῦ προέρχεται ὁ τὴν εὐλογίαν καὶ τὴν ἐπαγγελίαν τῷ κόσμῳ δι' ἑαυτοῦ πρῶτον δεικνύς, δι' οὗ καὶ τὴν ἀνάστασιν καὶ τὴν ἐπαγγελίαν χαρίζεται τῷ κόσμῳ ὁ κτίστης καὶ ἀνακαινιστὴς τοῦ κόσμου. Φασὶ δὲ τὴν θυσίαν τοῦ Ἰσαὰκ πεποιῆσθαι τὸν Ἀβραὰμ ἐν αὐτῷ τῷ ὄρει, ἔνθα καὶ ὁ ∆εσπότης Χριστὸς θυσία ὑπὲρ παντὸς τοῦ κόσμου ἀνηνέχθη καὶ τὸν σωτήριον σταυρὸν ὑπομεμένηκε. ∆όξα τῷ Θεῷ. Ἀμήν. 5.104 Οὗτος Ἰσαάκ, ὁ συγκληρονόμος τῶν ἐπαγγελιῶν καὶ τῶν εὐλογιῶν τοῦ Θεοῦ τῶν γενομένων πρὸς Ἀβραάμ, τὸν αὐτοῦ πατέρα, ὃς τύπος ἐγένετο τῆς σφαγῆς τοῦ ∆εσπότου Χριστοῦ τριημέρως βαδίσας ἐπὶ τὸ θανεῖν καὶ μετὰ ταῦτα ζῶν ὑποστρέψας, ὁ ἐν τοῖς ἰδίοις ὤμοις τὰ ξύλα τῆς ἑαυτοῦ θυσίας βαστάξας, ὥσπερ καὶ ὁ ∆εσπότης Χριστὸς τὸν ἑαυτοῦ σταυρὸν ἐπὶ τῶν ὤμων ἐβάσταξεν, ὁ τῇ προαιρέσει θανὼν καὶ ὑπὸ τοῦ Θεοῦ ζωωθείς, οὗπερ ἀντάλλαγμα πρόβατον ἐσφάγη, καὶ ἤκουσεν ὁ πατὴρ παρὰ Θεοῦ ὅτι· "Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ". Οὕτως καὶ ἐπὶ τοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ λέλεκται· "Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν", κἂν ἡ σάρξ ἐστι μόνη ἡ δοθεῖσα ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, ἐπειδὴ ἀδύνατον τὴν θεότητα θανεῖν· τῆς σαρκὸς διδομένης, τὸν ἴδιον Υἱὸν δίδοσθαι λέγει ἡ Γραφή, ἀντάλλαγμα καὶ ἀντίδειξιν οὖσαν τοῦ υἱοῦ κατὰ τὸν τύπον τοῦ μακαρίου Ἰσαάκ. Οὕτως γὰρ καὶ εἶπεν ὁ Κύριος ὅτι· "Ἀβραὰμ ἠγαλλιάσατο ἰδεῖν