1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

83

τὰ τῶν ἀσεβῶν, ἐσχάτη τιμωρία καὶ κρίσις ἀνελεὴς τυγχάνει· ἀναλογεῖ γὰρ τῇ καταστάσει ἐκείνῃ καὶ ἡ ταύτης κρίσις καὶ τιμωρία. 5.189 Ἔλθωμεν λοιπὸν καὶ ἐπὶ τοὺς εὐαγγελιστὰς καὶ ἀποστόλους καὶ δείξωμεν καὶ αὐτοὺς συμφώνως τοῖς παλαιοῖς λέγοντας ταύτας καὶ μόνας τὰς δύο καταστάσεις παρὰ Θεοῦ γεγενῆσθαι, ταύτην πρώτην, ἐν ᾗ καὶ διάγομεν νῦν, καὶ τὴν μέλλουσαν, εἰς ἣν πάντες οἱ χριστιανοὶ ἀφορῶμεν. ∆ιαγράψωμεν οὖν τὸν πρῶτον τῶν εὐαγγελιστῶν Ματθαῖον λέγοντα περὶ τῶν τοιούτων. 5.190 Οὗτος ὁ πρῶτος τῶν εὐαγγελιστῶν συγγραψάμενος Εὐαγγέλιον· εὐαγγέλιον δὲ λέγεται ἀγαθῶν πραγμάτων ἀγγελία. Οὗτος διωγμοῦ γενομένου ἐν Ἱεροσολύμοις, ὅτε τὸν Στέφανον ἐλιθοβόλησαν, μέλλων καὶ αὐτὸς τὰ Ἱεροσόλυμα καταλιπεῖν, αἰτησάντων αὐτόν τινων τῶν πιστῶν ἔγγραφον αὐτοῖς διδασκαλίαν καταλιπεῖν, δοκιμάσας τὴν ἐν σαρκὶ μᾶλλον ἐπὶ γῆς διατριβὴν τοῦ Κυρίου ἀνεγράψατο, εἰκόνα πολιτείας ἐναρέτου καὶ διαγωγῆς οὐρανίου καὶ ἐνθέου ἀναστροφῆς αὐτοὺς διδάξαι προθέμενος. Τοῦτον οὖν τὸν σκοπὸν ἀποσῴζων ἄρχεται τῆς ἑαυτοῦ συγγραφῆς λέγων οὕτως· "Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αυΐδ, υἱοῦ Ἀβραάμ", τοῦτο λέγων· Πρὸς ὑμᾶς, ὦ πιστότατοι, τὸν λόγον ποιούμενος παραδόξου γενέσεως καὶ ἀρίστης πολιτείας καὶ διαγωγῆς οὐρανίου καὶ καινοπρεποῦς καταστάσεως, ὑμῖν ἐκτίθεμαι βίβλον. 5.191 Ἐπειδήπερ πρὸς τὸν ∆αυῒδ καὶ τὸν Ἀβραὰμ ὁ Θεὸς ἐπαγγελίας ἐποιήσατο ἐνευλογεῖσθαι διὰ τοῦ σπέρματος αὐτῶν πάντα τὰ ἔθνη, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα βασιλεύειν, αὐτοῦ ἐκείνου τοῦ ἐξ αὐτῶν σπέρματος, δι' οὗ ὁ Θεὸς τὸν κόσμον εὐλογεῖ καὶ ἀνακτίζει καὶ βασι λείαν αἰώνιον χαρίζεται, τὴν γένεσιν διηγοῦμαι, ὅπως ἀρχηγός ἐστι δευτέρας καταστάσεως καινοπρεπῶς συλληφθεὶς καὶ τεχθεὶς καὶ ἐν πάσῃ δικαιοσύνῃ καὶ ἁγιότητι ἀναμαρτήτως πολιτευσάμενος. 5.192 Ὥσπερ γὰρ ὁ πρωτόπλαστος ἄνθρωπος Ἀδὰμ ἐκ γῆς μήπω σπαρείσης, μηδὲ γεωργηθείσης παρὰ ἀνθρώπου, δυνάμει θείᾳ παρήχθη, οὕτως καὶ ὁ τῆς δευτέρας καταστάσεως ἀρχηγὸς ἐκ τῶν ἀνθρώπων, ὡς ἄν τις εἴποι, ἐκ παρθένου γῆς ἀσπόρως, ἄνευ ἀνδρός, δυνάμει τοῦ ἁγίου Πνεύματος παρήχθη· καὶ ὥσπερ πάλιν τότε τὸ θῆλυ ἐκ τοῦ ἄρρενος παρῆκται, οὕτως καὶ ἐνταῦθα τὸ ἄρρεν ἐκ τοῦ θήλεος παρῆκται· καὶ ὥσπερ ἐκεῖνος ἡττηθεὶς ἐκ τοῦ διαβόλου τὸν θάνατον τῷ γένει παρεισήγαγεν, οὕτω καὶ οὗτος νικήσας τὸν θάνατον ἐκ τοῦ γένους κατήργησε καὶ τὴν ἀθανασίαν καὶ ζωὴν ἀτελεύτητον τῷ γένει προσεκτήσατο. 5.193 Ταῦτα καὶ τὰ τοιαῦτα σκοπὸν ἔχων εἰπεῖν ὁ μακαρίτης Ματθαῖος ἐξέθετο τὴν ἑαυτοῦ γραφήν, ὅπως τε ἐγένετο συλληφθεὶς ἀσπόρως ἐκ Πνεύματος ἁγίου, καὶ ὅτι προβὰς ἐν ἡλικίᾳ ἀναμαρτήτως ἐπολιτεύσατο, τήν τε κατὰ νόμον πολιτείαν καὶ τὴν εὐαγγελικὴν καὶ πᾶσαν δικαιοσύνην ἐπλήρωσε. Παραδοθεὶς δὲ καὶ τῷ πειράζοντι νικητὴς ἀπεφάνθη, ἀήττητος διαμείνας καὶ ἔξω τοῦ σκάμματος ὑπερακοντίσας τὸν ἀντίπαλον τῆς ἀνθρωπίνης φύσεως· εἶτα καὶ ὑπὸ τῶν Ἰουδαίων ἐπιβουλευθεὶς καὶ παραδοθεὶς ἀδίκως εἰς θάνατον δέχεται καὶ τοῦτον ὑπὲρ τοῦ γένους ἑκοντί, ἵν' εὐλόγως τὸ παλαιὸν χειρόγραφον σχίσας τῷ σταυρῷ προσηλώσῃ καὶ τὸν ὑπὲρ ἁπάντων ὀφειλόμενον θάνατον ὡς θυσία λογικὴ ἀποτίσῃ, ἑαυτὸν ἄμωμον προσενέγκας τῷ Θεῷ· τότε λοιπὸν τριήμερος ἀναστὰς ἐκ τῶν νεκρῶν πᾶσιν ἔδειξε τοῦ θανάτου τὴν κατάλυσιν καὶ χαίρειν πᾶσι παρεγγυᾷ, τοῦ θανάτου λοιπὸν τὸ κράτος καθελών. 5.194 Μέμνηται δὲ καὶ αὐτὸς Ματθαῖος τῆς ἀνόδου τῆς εἰς τὸν οὐρανόν, εἰ καὶ μὴ ἐν τῷ τέλει, ἀλλ' οὖν γε ἐν αὐτῇ τῇ συγγραφῇ, ἡνίκα λέγει περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ οὕτως· "Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, λέγων· Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν", ἵνα εἴπῃ· Τὸ οἰκητήριον τὸ ἐν τοῖς οὐρανοῖς λοιπὸν ἕτοιμόν ἐστι, τοῦ Χριστοῦ παραγινομένου, ἀναδείκνυσθαι· ἀλλὰ καὶ ἐν τοῖς Μακαρισμοῖς καὶ ἐν πάσῃ τῇ συγγραφῇ μέμνηται βασιλείας οὐρανῶν, ἐξαιρέτως δέ, ὅτε πρὸς τοὺς φαρισαίους